1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

45

οὐκ ἔχουσιν ὁμιλίαν· τὰ δὲ ἄλλα τούτων μὲν οὐδὲ ἐγγὺς γενέσθαι δύναιτ' ἂν, ἐκείνους δὲ κατὰ κράτος ἐλαύνει καὶ ἐπὶ κεφαλὴν ὠθεῖ. Εἰ δὲ ἐν οἷς σφοδρότερον ὁ πόλεμος πνεῖ, μᾶλλον τῶν μὴ τοῦτο πασχόντων κρατοῦσιν, εὔδηλον ὅτι πολλῷ ῥᾷον τούτων ἐν τοῖς ἄλλοις, ἐν οἷς οὐκ ἐνοχλοῦνται, στήσονται. Καὶ γὰρ χρημάτων ἔρως, καὶ τρυφῆς ἐπιθυμία καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάντων, εὐκολώτερον ὑπὸ τούτων ἢ τῶν βιωτικῶν ἀνύεσθαι πέφυκεν. Ὥσπερ οὖν ἐν παρατάξει καὶ μάχῃ τοῦτο τοῦ πολέμου τὸ μέρος κουφότερον εἶναι φήσομεν, οὐχ ὅθεν ἐπάλληλοι καὶ συνεχεῖς πίπτουσιν οἱ νεκροὶ, ἀλλ' ὅθεν ὀλίγοι καὶ σπάνιοι, οὕτω καὶ περὶ τούτων ψηφίζεσθαι χρή. Καὶ γὰρ πλεονεξίας οὐχ ὁ στρεφόμενος ἐν τῷ μέσῳ, ἀλλ' ὁ καθήμενος ἐν τοῖς ὄρεσιν εὐκολώτερον περιέσται· ἐπεὶ ἐκεῖνός γε καὶ ἁλώσεται ῥᾳδίως, ἁλόντα δὲ πλεονεξίᾳ μετὰ τῶν εἰδωλολατρῶν ἀριθμεῖσθαι ἀνάγκη. Καὶ τῶν οἰκείων οὗτος μὲν οὐχ αἱρήσεται ὑπεριδεῖν, ἂν ἔχῃ χρήματα, ἀλλ' εὐκόλως αὐτοῖς πάντα προήσεται, ἐκεῖνος δὲ οὐ περιόψεται μόνον αὐτοὺς, ἀλλὰ καὶ ἀδικήσει τῶν ἀλλοτρίων οὐχ ἧττον· τοῦτο δὲ πάλιν ἕτερος εἰδωλολατρείας τρόπος τοῦ προτέρου χαλεπώτερος. Καὶ τί δεῖ τὰ ἄλλα πάντα λέγειν, τὰ τοῖς μονάζουσι μὲν ὄντα εὐκαταγώνιστα, τοὺς δὲ βιωτικοὺς μετὰ πολλῆς καταβάλλοντα τῆς σφοδρότητος; Πῶς οὖν οὐ δέδοικας, οὐδὲ τρέμεις ἐπὶ τοῦτον ἄγων τὸν βίον, ὅθεν ἁλώσιμος ἔσται τῇ κακίᾳ ταχέως; Ἢ μικρὸν εἶναί σοι δοκεῖ εἰδωλολατρεία, καὶ τὸ τῶν ἀπίστων εἶναι χείρω, καὶ τὸ τοῦ Θεοῦ τὴν δουλείαν διὰ τῶν ἔργων ἐξόμνυσθαι, ἅπερ ἅπαντα πείσονται εὐκολώτερον τῶν μοναχῶν οἱ τῷ βίῳ προσδεδεμένοι; Ὁρᾷς ὅτι σκῆψις ὁ φόβος ἐστίν; Εἰ γὰρ δεδοικέναι ἐχρῆν, οὐχ ὑπὲρ τῶν τὰ κλυδώνια φευγόντων, οὐδὲ ὑπὲρ τῶν ἐπὶ τὸν λιμένα σπευδόντων, ἀλλ' ὑπὲρ τῶν ἐν χειμῶνι καὶ τῇ ζάλῃ κλυδωνιζομένων. Ταχύτερον γὰρ ἐκεῖθεν τὰ ναυάγια, τῷ καὶ πλείονα εἶναι τὰ ἐνοχλοῦντα, καὶ ῥᾳθυμοτέρους τοὺς πρὸς ταῦτα στήσεσθαι μέλλοντας. Ἐνταῦθα δὲ οὔτε τοσαῦτα τὰ κύματα, καὶ πολλὴ ἡ γαλήνη, καὶ ἡ σπουδὴ μείζων τῶν πρὸς ταῦτα μαχησομένων. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἐπὶ τὴν ἔρημον ἕλκομεν, οὐχ ἵνα σάκκον ἁπλῶς περιβάλωνται, οὐδὲ ἵνα κλοιὰ περιθῶνται, 47.376 οὐδ' ἵνα σποδὸν ὑποστορέσωνται, ἀλλ' ἵνα πρὸ τῶν ἄλλων ἁπάντων φύγωσι μὲν κακίαν, ἕλωνται δὲ ἀρετήν. Τί οὖν; οἱ γεγαμηκότες, φησὶν, ἀπολοῦνται πάντες; Οὐ τοῦτο λέγω, ἀλλ' ὅτι μειζόνων δεήσονται πόνων, εἰ μέλλοιεν σώζεσθαι, διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· τοῦ γὰρ δεδεμένου μᾶλλον ὁ λελυμένος δραμεῖται. Οὐκοῦν καὶ πλείονα ἕξει τὸν μισθὸν, καὶ λαμπροτέρους τοὺς στεφάνους; Οὐδαμῶς· ἑαυτῷ γὰρ ταύτην περιτίθησι τὴν ἀνάγκην, ἐξὸν μὴ περιθεῖναι. Ὥστε, ἐπειδὴ σαφῶς ἡμῖν ἀποδέδεικται ὅτι τῶν αὐτῶν ἐσμεν ὑπεύθυνοι τοῖς μοναχοῖς, ἐπὶ τὴν εὐκολωτέραν τρέχωμεν ὁδὸν, καὶ τοὺς υἱοὺς ἐπὶ ταύτην ἕλκωμεν, ἀλλὰ μὴ καταποντίζωμεν, μηδὲ εἰς τὰ τῆς κακίας ἕλκωμεν βάραθρα, καθάπερ ἐχθροὶ καὶ πολέμιοι. Ταῦτα γὰρ εἰ μὲν ἄλλοι τινὲς ἐποίουν, οὐκ ἦν οὕτω δεινόν· ὅταν δὲ οἱ γεγεννηκότες, οἱ τῶν βιωτικῶν πεῖραν εἰληφότες πάντων, οἱ διὰ τῶν ἔργων μαθόντες αὐτῶν ὅτι ψυχρὰ τῶν παρόντων πραγμάτων ἡ ἡδονὴ, οὕτω μαίνωνται, ὡς ἑτέρους ἐπὶ ταῦτα ἕλκειν, ἐπειδὴ λοιπὸν ὑπὸ τῆς ἡλικίας αὐτοὶ κεκώλυνται· καὶ δέον ἑαυτοὺς ἐπὶ τοῖς προτέροις ταλανίζειν, οἱ δὲ καὶ ἑτέρους ἐμβάλλουσι, καὶ ταῦτα ἐγγὺς ἑστῶτες λοιπὸν τῆς τελευτῆς, καὶ τοῦ δικαστηρίου, καὶ τῶν εὐθυνῶν ἐκείνων, ποία αὐτοῖς ἀπολογία λελείψεται, ποία συγγνώμη, ποῖος ἔλεος; Οὐ γὰρ δὴ μόνον τῶν οἰκείων ἁμαρτημάτων δώσουσι δίκην, ἀλλὰ καὶ τῶν τοῖς παισὶ τετολμημένων, ἄν τε δυνηθῶσι τοὺς υἱοὺς ὑποσκελίσαι, ἄν τε μή.

ιςʹ. Ἀλλὰ παῖδας ἴσως ἐπιθυμεῖτε παίδων ἰδεῖν. Καὶ πῶς, οὔπω γενόμενοι πατέρες αὐτοί; Οὐ γὰρ δὴ τὸ γεννῆσαι πατέρα ποιεῖ· καὶ τοῦτο αὐτοὶ οἱ γεγεννηκότες συνομολογήσαιεν ἂν, οἳ τοὺς υἱεῖς ὅταν ἴδωσιν εἰς ἔσχατον κακίας ἐλαύνοντας, ὡς οὐκ ὄντας αὐτῶν ἐκβάλλουσι καὶ ἀπαλλοτριοῦσι, καὶ οὔτε φύσις, οὔτε γέννησις, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν κατασχεῖν αὐτοὺς δύναιτ' ἄν. Μὴ τοίνυν μηδὲ