1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

45

πονηρῶν τὴν δίκην. Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; Ταῦτα πάντα περὶ τῶν ἐν ἁμαρτίαις ἔτι ἐνστρεφομένων λέγει. Ἀλλὰ τότε μὲν ἐπὶ τούτοις ἀλύει, νῦν δὲ οὐκέτι. Τοῦτο γοῦν καὶ ∆αυΐδ φησι· τοῦτο καὶ Ἰώβ· ἀλλ' ὅρα πότε. Ὅταν αὐτῶν ἐθορυβήθη ἡ διάνοια. Ὥστε τὰ ἐκ τεθορυβημένης διανοίας, οὐ 64.873 δεῖ ὡς δόγματα ἔχειν. Καὶ γὰρ ἐκεῖνος ὅτε ὠνειδίζετο παρὰ τῶν φίλων· καὶ οὗτος ὅτε δεινὰ ἔπασχεν παρὰ τῶν εὐπαθούντων· καὶ ∆αυῒδ, ὅτε ἐν πολλῇ ἀθυμίᾳ ἦν, φησίν· Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου, Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. Ἀλλὰ καὶ ἐν τῇ ἐκστάσει μου εἶπα· Πᾶς ἄνθρωπος ψεύστης. Καὶ πάλιν· Ἐγὼ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ὥστε ἴσ. ὡς πᾶς τῶν πασχόντων οἱ λογισμοὶ αὐτῶν, οὐδὲ οὕτως ἴσ. οὐδὲ ὅλως ἀνέχονται τῆς τιμωρίας τῶν ἐχθρῶν, ἀλλὰ καὶ κατεπείγουσιν αὐτήν. Καὶ πάλιν· Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; καὶ μὴν τοῖς δικαίοις τοῦτο ἐπηγγέλη· ὡς ὅταν λέγῃ ἀλλαχοῦ περὶ τοῦ δικαίου· Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. ∆ιατί ὁδὸς ἀσεβῶν· ἐνταῦθα τὴν αἰτίαν βούλεται μαθεῖν. Εὐθήνησαν πάντες οἱ ἀθετοῦντες· τὸ μεῖζον ἄπορον, ὅτι πάντες πάσχουσιν αὐτὸ, καὶ οἱ Ἰουδαῖοι. Ἀλλ' οὐχ οὕτως, ἀλλὰ μετὰ κακίας, ὡς ὅταν λέγωσι· Πᾶς ὁ ποιῶν τὸ πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς εὐδόκησεν. Εἶδες, ὅτι κἂν μὴ πάσχῃ δίκαιός τι πάθος ἰδὼν ἕτερον πάσχοντα, ὡς καὶ αὐτὸς πάσχων ἀθυμεῖ; τοῦτο ἠπόρουν. Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦσαι; Περὶ τῶν παρανόμων τοῦ λαοῦ λέγει· γνοὺς γὰρ τὴν κατ' αὐτοῦ συσκευὴν, κατεύχεται αὐτῶν, ἐπείγων τὴν κατ' αὐτῶν τιμωρίαν. Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν. Ἀκούεις πάντων εὐθέως, καὶ τῶν εὐχῶν αὐτῶν, μάστιγα δὲ οὐκ ἐπάγεις. Ἐν πόνῳ γὰρ ἀνθρώπων οὐκ εἰσὶ, φησὶν ὁ ∆αυΐδ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Ὁ δὲ Ἰὼβ ἑτέρως· ∆ιατί ἀσεβεῖς ζῶσι; πεπαλαίωνται δὲ ἐν πλούτῳ. Ἀλλ' ἄξιον ἐντεῦθεν ζητῆσαι, τίνος ἕνεκεν ταῦτα ἐγίνετο. Τανῦν μὲν γὰρ εἰκότως, ἅτε τῆς ἀναστάσεως ὀφειλούσης γενέσθαι δήλης ἴσ. δῆλον. Τότε δὲ τίς ἦν παραμυθία, τῶν φαύλων εὐθυνουμένων; Καὶ πάντες τὰ αὐτὰ λέγουσιν; Τίνος ἕνεκεν ὁ μὲν φησὶν, Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον· καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν μὲν οὗτος. Τοὐναντίον φησίν· Ἐφύτευσεν αὐτοὺς καὶ ἐῤῥιζώθησαν; καὶ ὁ Ἰώβ· Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε. Πῶς παρῆλθες, καὶ ἰδοὺ οὐκ ἦν; Ἐγένετο καὶ ταῦτα· τὴν ἀθρόαν αὐτοῦ λέγει ἀναίρεσιν, ὅτι αὐτοὺς μάλιστα εὐκόλως ἀνεῖλεν ὁ Θεὸς, ἀλλ' οὐ κατὰ μικρὸν, οἷον ἐπὶ τοῦ Ἀσσυρίου. Οὕτω ταχέως ἐστράφην, καὶ οὐχ εὗρον αὐτόν. Καὶ σὺ, Κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου. Ὅταν τις τῆς οἰκείας ἀρετῆς μάρτυρα τὸν Θεὸν φέρῃ, τούτου τί ἂν γένοιτο ἴσον; Ὥστε ἡ ἀπορία διπλῆ, καὶ ἑκατέρωθεν τοῦ εὐπραγεῖν ἐκείνους, καὶ τούτους ἐν δυσπραγίᾳ εἶναι· καί τοι καὶ εἰ ἐξ ἑνὸς μέρους ἦν, καὶ ὁ ἀγαθὸς διαπορεῖν Aliquid deesse videtur. F. καὶ ὁ ἀγαθὸς ἐδυστύχει, διαπο. ἔδει· νῦν δὲ ἐκ τοῦ ἐναντίου τί ἄν τις εἴποι; μᾶλλον δὲ 64.876 οὐκ ἀπορεῖν χρή. Οὐ γὰρ ἁπλῶς, οὐδὲ συντυχίᾳ τινὶ γίνεται· οὐ γὰρ ἂν οὕτως ἦν. Ἀλλ' εἴπωμεν τίνος ἕνεκεν τὸ παλαιὸν οἱ ἀσεβεῖς εὐθήνουν· ἐμοὶ δοκεῖ, ἵνα μὴ ἀνάγκης ἴσ. ἵνα μή τις εἶποι ἀνάγκης εἶναι τὴν ἀρετήν· ἢ ὥστε καὶ τοὺς ἁμαρτάνοντας ἐπιγνῶναι τοῦ Θεοῦ τὴν δύναμιν, ὅτι Ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς. Ὁρᾷς, ὅτι τοῦτο ἐπεθύμει ὑφ' ἓν ἀναιρεθῆναι ἅπαντας; Φονικὴ, φησὶν, ἡ προαίρεσις· μὴ γένοιτο. Ὅτε γὰρ ἤκουσε τοῦ Θεοῦ, ὅτε ἐκωλύθη εὔχεσθαι ὑπὲρ αὐτῶν, τότε αὐτὰ, φησὶν, ὁρᾷ, καὶ τὸν καιρὸν ἀναμένει. Ἕως πότε πενθήσει ἡ γῆ, καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται. Πολλὴ ἡ κακία, καὶ αὐτῆς ἥψατο τῆς γῆς. Ὁρᾷς, πόθεν λιμοί. Ἀπὸ κακίας τῶν κατοικούντων. Τίνος ἕνεκεν ἐκεῖνα καταρᾶται ἀεί; ∆ιὰ τούτους γεγόνασιν, οὐκοῦν διὰ τούτους ἀναιρεθήσονται. Σοῦ οἱ πόδες τρέχουσι, καὶ