1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

45

κώδωνας, μηδὲ τὰ Ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα· στῦλός ἐστι τῆς οἰκουμένης ἡ Ἐκκλησία. Ἐννόησον τὸ μυστήριον, καὶ φρίξαι ἔχεις· καὶ μυστήριόν ἐστι, καὶ μέγα, καὶ εὐσεβείας μυστήριον, καὶ ὁμολογουμένως, οὐ ζητουμένως· ἀναμφίβολον γάρ ἐστιν. Ἐπειδὴ περὶ ἱερέων διαταττόμενος οὐδὲν τοιοῦτον εἶπεν, οἷον ἐν τῷ Λευϊτικῷ, εἰς ἕτερον ἀνάγει τὸ πρᾶγμα, λέγων, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, τουτέστιν, Ὁ δημιουργὸς ὤφθη, φησὶν, ἐν σαρκί. Ἐδικαιώθη ἐν πνεύματι. Ἤτοι τοῦτο λέγει· Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· ἢ ὅτι δόλον οὐκ ἐποίησεν· ὅπερ ὁ προφήτης λέγει, Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὤφθη ἀγγέλοις. Ὥστε καὶ ἄγγελοι μεθ' ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, πρότερον οὐχ ὁρῶντες. Ὄντως μέγα τὸ μυστήριον. Ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ. Πανταχοῦ τῆς οἰκουμένης ἠκούσθη, καὶ ἐπιστεύθη· καὶ δηλοῖ λέγων ὁ προφήτης, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Τοῦτο μὴ δὴ νομίσῃς ἁπλῶς ῥήματα εἶναι ψιλά· οὐ γάρ ἐστιν, ἀλλὰ πραγμάτων ἀποῤῥήτων πεπλήρωται. Ἀνελήφθη ἐν δόξῃ· τουτέστιν, ἐπὶ νεφελῶν. Οὗτος, φησὶν, Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε. Ὅρα μοι τὴν σύνεσιν τοῦ μακαρίου Παύλου. Μέλλων παραινεῖν τοῖς τῆς διακονίας ἠξιωμένοις μὴ ἀνέδην 62.555 ἐμφορεῖσθαι τοῦ οἴνου, οὐκ εἶπε μὴ μεθύειν, ἀλλὰ Μηδὲ οἴνῳ πολλῷ προσέχοντας. Εἰκότως· εἰ γὰρ οἱ εἰσιόντες εἰς τὸ ἱερὸν, οὐδὲ ὅλως μετελάμβανον οἴνου, πολλῷ μᾶλλον τούτους οὐ χρή. Παραφορὰν γὰρ ἐργάζεται, φησὶ, καὶ κἂν μὴ μέθην ἐργάσηται, διαχεῖ τὸ τῆς ψυχῆς εὔτονον, διαλύει τὸ συγκεκροτημένον. Σκόπει δὲ πῶς πανταχοῦ μυστήριον καλεῖ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν· εἰκότως· οὐ γάρ ἐστι πᾶσιν ἀνθρώποις δῆλον, μᾶλλον δὲ οὐδὲ ἀγγέλοις ἦν δῆλον· πῶς γὰρ, ὃ ἐφάνη διὰ τῆς Ἐκκλησίας; ∆ιὰ τοῦτό φησιν, Ὁμολογουμένως μέγα ἐστί. Καὶ γὰρ ὄντως μέγα· ἄνθρωπος γὰρ ἐγένετο ὁ Θεὸς, καὶ Θεὸς ὁ ἄνθρωπος· ἄνθρωπος ὤφθη ἀναμάρτητος· ἄνθρωπος ἀνελήφθη· ἐκηρύχθη ἐν κόσμῳ· μεθ' ἡμῶν εἶδον αὐτὸν οἱ ἄγγελοι. Μυστήριον τοίνυν ἐστί. Μὴ τοίνυν ἐκπομπεύωμεν τὸ μυστήριον, μὴ πανταχοῦ αὐτὸ προτιθῶμεν, ἀξίως τοῦ μυστηρίου τούτου ζῶμεν. Οἱ μυστήρια ἐμπεπιστευμένοι, μεγάλοι τινές εἰσιν. Εἰ βασιλεὺς ἡμῖν τι μυστήριον ἐνεπίστευσεν, εἰπέ μοι, ἆρα οὐ μεγάλης φιλίας τοῦτο τεκμήριον ἐποιούμεθα; Νῦν δὲ ὁ Θεὸς ἡμῖν τὸ μυστήριον αὐτοῦ ἐνεπίστευσε, καὶ ὡς μὴ μεγάλα εὐεργετηθέντες ἀχάριστοι περὶ τὸν εὐεργέτην γινόμεθα. Φρίξωμεν ἀναισθήτως ἔτι διακείμενοι πρὸς τὴν εὐεργεσίαν. Μυστήριόν ἐστιν ὃ πάντες ἴσασι· μᾶλλον δὲ ὃ πρὸ τούτου οὐ πάντες ᾔδεισαν, νῦν δὲ πᾶσι γέγονε δῆλον. βʹ. Ἀξιόπιστοι τοίνυν γενώμεθα περὶ τὴν τοῦ μυστηρίου φυλακήν. Αὐτὸς ἡμῖν τηλικοῦτον ἐπίστευσε μυστήριον· ἡμεῖς δὲ αὐτῷ οὐδὲ χρήματα πιστεύομεν. Ἀλλ' αὐτὸς μὲν λέγει· Ἀπόθεσθε αὐτὰ παρ' ἐμοὶ, οὐδεὶς αὐτὰ ἁρπάσαι δύναται, οὐδὲ σὴς οὐδὲ λῃστὴς λυμαίνεται, καὶ ἑκατονταπλασίονα δώσειν ὑπισχνεῖται, καὶ οὐ πειθόμεθα. Καίτοι γε παρ' οἷς ἂν παρακαταθώμεθα παρακαταθήκην, οὐδὲν ἀπολαμβάνομεν πλέον, ἀλλὰ ἂν ὅλον ἀπολάβωμεν ὃ παρακατεθέμεθα, καὶ χάριν ἴσμεν. Κἂν κλέπτης ὑφέληται, φησὶν, ἐνταῦθα, ἐμοὶ τοῦτο λόγισαι· οὐ λέγω σοι· Λῃστὴς ἔλαβεν, οὐδὲ, Σὴς ἔφαγεν. Ἑκατονταπλασίονα ἐνταῦθα ἀποδίδωσι, καὶ ἐκεῖ ζωὴν αἰώνιον προσδίδωσι, καὶ οὐδεὶς παρακατατίθεται. Ἀλλὰ βραδέως μοι, φησὶν, ἀποδίδωσι. Καὶ τοῦτο τῆς μεγαλοδωρεᾶς αὐτοῦ σημεῖον μέγιστον, τὸ μὴ ἐνταῦθα ἀποδιδόναι ἐν τῷ ἐπικήρῳ βίῳ τούτῳ· μᾶλλον δὲ καὶ ἐνταῦθα ἀποδίδωσιν ἑκατονταπλασίονα. Εἰπὲ γάρ μοι, ἐνταῦθα οὐχὶ σμίλην εἴασε Παῦλος; οὐχὶ κάλαμον καὶ ἄγκιστρον Πέτρος; οὐχὶ τελώνιον Ματθαῖος; οὐχὶ πᾶσα αὐτοῖς ἡ οἰκουμένη ἀνέῳκτο μᾶλλον, ἢ τοῖς βασιλεῦσιν; οὐ παρὰ τοὺς πόδας αὐτῶν