45
τὸ σή μερον ὄμβρον γενέσθαι· ἀλλὰ καὶ τὸ ἀντικείμενον αὐτῷ δυνατόν, τὸ μὴ γενέσθαι σήμερον ὄμβρον. πάλιν δὲ τοῦ ἐνδεχομένου τὰ μὲν ὡς ἐπὶ πολὺ λέγεται, τὰ δὲ ὡς ἐπ' ἔλαττον, τὰ δὲ ὡς ἐπίσης. ἐπὶ πολὺ μὲν ὡς τὸν ἑξηκοντούτην πολιοῦσθαι· ἐπ' ἔλαττον δὲ ὥς τινα ἑξηκονταετῆ μὴ πολιοῦσθαι· ἐπίσης δὲ τὸ περιπατῆσαι καὶ μὴ περιπατῆσαι καὶ ἁπλῶς πρᾶξαί τι καὶ μὴ πρᾶξαι. περὶ τούτων οὖν, τῶν ἐπίσης ἐνδεχομένων, μόνων βουλευόμεθα. ἔστι δὲ ἐπίσης ἐνδεχόμενον ὃ αὐτό τε δυνάμεθα καὶ τὸ ἀντικείμενον αὐτῷ· εἰ γὰρ μὴ ἀμφότερα ἐδυνάμεθα, αὐτό τε καὶ τὸ ἀντικείμενον οὐκ ἂν ἐβουλευόμεθα· οὔτε γὰρ περὶ τῶν ὁμολογουμένων, οὔτε περὶ τῶν ἀδυνάτων τις βουλεύεται. εἰ δὲ τὸ ἕτερον μόνον τῶν ἀντικειμένων ἐδυνάμεθα, τοῦτο μὲν ἦν ὁμολογούμενον καὶ οὐδαμῶς ἀμφίβολον, τὸ δὲ ἀντικείμενον, ἀδύνατον. 34 περὶ εἱμαρμένησ Οἱ τῇ περιφορᾷ τῶν ἄστρων τὴν αἰτίαν τῶν γινομένων πάντων ἐπιγράφοντες οὐ μόνον ταῖς κοιναῖς ἐννοίαις ἀπομάχονται· ἀλλὰ καὶ πᾶσαν πολιτείαν ἄχρηστον ἀποφαίνουσιν. ἄτοποι μὲν γὰρ οἱ νόμοι, περιττὰ δὲ τὰ δικαστήρια κολάζοντα τοὺς μηδὲν αἰτίους, παράλογοι δὲ οἱ ψόγοι καὶ οἱ ἔπαινοι· ἀνόνητοι δὲ καὶ αἱ εὐχαί, πάντων καθ' εἱμαρμένην γινομένων· ἐξορίζεται δὲ καὶ πρόνοια μετὰ τῆς εὐσεβείας, πρὸς τῷ καὶ τὸν ἄνθρωπον ὄργανον μόνον εὑρίσκεσθαι τῆς ἄνωθεν περιφορᾶς· ὑπὸ ταύτης γὰρ κινεῖσθαι πρὸς τὰς πράξεις οὐ μόνον τὰ μέρη τοῦ σώματος ἀλλὰ καὶ τὰ τῆς ψυχῆς διανοήματα· καὶ ὅλως οἱ ταῦτα λέγοντες τῷ ἐφ' ἡμῖν συναναιροῦσι καὶ τὴν τοῦ ἐνδεχομένου φύσιν· καὶ οὕτως οὐδὲν ἄλλο ἢ τῷ παντὶ λυμαίνονται. ἄδικοι δὲ καὶ αὐτοὶ οἱ ἀστέρες τοὺς μὲν μοιχούς, τοὺς δὲ φονέας ἀπεργαζόμενοι· καὶ πρό γε τούτων ὁ δημιουργὸς αὐτῶν Θεὸς τὴν αἰτίαν ἀποφέρεται, εἰ τοιαῦτα κατεσκεύασεν ἃ τῶν κακῶν ἡμῖν τὴν ἐπιφορὰν ἐξ ἀνάγκης ἐπιτίθησιν· ὡς μὴ μόνον ἐπὶ τῆς πολιτείας ἵστασθαι τὴν τούτων ἀτοπίαν, ἀλλὰ καὶ τῶν μεγίστων κακῶν αἴτιον ἀποφαίνειν τὸν Θεόν, πρὸς τῷ καὶ ἀδύνατον ἀποδείκνυσθαι τὴν ὑπόθεσιν αὐτῶν. ἀλλὰ ταῦτα μὲν οὐδὲ ἀκούειν ἀναγκαῖον, πρόδηλον ἔχοντα τὴν βλασφημίαν καὶ τὴν ἀτοπίαν. οἱ δὲ λέγοντες ὅτι καὶ τὸ ἐφ' ἡμῖν καὶ τὸ καθ' εἱμαρμένην σῴζεται (ἑκάστῳ γὰρ τῶν γενομένων δεδόσθαι τι καθ' εἱμαρμένην, ὡς τῷ ὕδατι τὸ ψύχειν καὶ ἑκάστῳ τῶν φυτῶν τὸ τοιόνδε καρπὸν φέρειν καὶ τῷ λίθῳ τὸ κατωφερὲς καὶ τῷ πυρὶ τὸ ἀνωφερές, οὕτω καὶ τῷ ζῴῳ τὸ συγκατατίθεσθαι καὶ ὁρμᾶν· ὅταν δὲ ταύτῃ τῇ ὁρμῇ μηδὲν ἀντιπέσῃ τῶν ἔξωθεν καὶ καθ' εἱμαρμένην, τότε τὸ περιπατεῖν τέλεον ἐφ' ἡμῖν εἶναι καὶ πάντως περιπατήσομεν)· οἱ ταῦτα λέγοντες, εἰσὶ δὲ τῶν Στωϊκῶν Χρύσιππός τε καὶ Φιλοπάτωρ καὶ ἄλλοι πολλοὶ καὶ λαμπροί, οὐδὲν ἕτερον ἀποδεικνύουσιν ἢ πάντα καθ' εἱμαρμένην γίνεσθαι. εἰ γὰρ καὶ τὰς ὁρμὰς παρὰ τῆς εἱμαρμένης φασὶν ἡμῖν δεδόσθαι, καὶ ταύτας ποτὲ μὲν ἀπὸ τῆς εἱμαρμένης ἐμποδίζεσθαι, ποτὲ δὲ μή· δῆλον ὡς πάντα καθ' εἱμαρμένην γίνεται καὶ τὰ δοκοῦντα ἐφ' ἡμῖν εἶναι. καὶ πάλιν τοῖς αὐτοῖς λόγοις χρησόμεθα πρὸς αὐτούς, δεικνύντες τῆς δόξης τὴν ἀτοπίαν. εἰ γὰρ τῶν αὐτῶν αἰτίων περιεστηκότων, ὥς φασιν αὐτοί, πᾶσα ἀνάγκη τὰ αὐτὰ γίνεσθαι καὶ οὐχ οἷόν τε ποτὲ μὲν οὕτως ποτὲ δὲ ἄλλως γενέσθαι, διὰ τὸ ἐξ αἰῶνος οὕτως ἀποκεκληρῶσθαι αὐτά· ἀνάγκη καὶ τὴν ὁρμὴν τὴν τοῦ ζῴου πάντῃ καὶ πάντως τῶν αὐτῶν αἰτίων περιεστηκότων οὕτω γενέσθαι· εἰ δὲ καὶ ἡ ὁρμὴ ἐξ ἀνάγκης ἐπακολουθεῖ, ποῦ λοιπὸν τὸ ἐφ' ἡμῖν; ἐλεύθερον γὰρ εἶναι δεῖ τὸ ἐφ' ἡμῖν· ἦν δ' ἂν ἐλεύθερον εἰ τῶν αὐτῶν περιεστηκότων ἐφ' ἡμῖν ἦν τὸ ποτὲ μὲν ὁρμᾶν, ποτὲ δὲ μὴ ὁρμᾶν. εἰ δὲ ἐξ ἀνάγκης ἐπακολουθεῖ καὶ τὸ ὁρμᾶν, δῆλον ὡς καθ' εἱμαρμένην καὶ τὰ τῆς ὁρμῆς γενήσεται, εἰ καὶ ὑφ' ἡμῶν γίνεται καὶ κατὰ τὴν ἡμετέραν φύσιν καὶ ὁρμὴν καὶ κρίσιν. εἰ γὰρ οἷόν τε ἦν αὐτὴν καὶ μὴ γενέσθαι, ψευδὴς ἂν ἦν ἡ πρότασις ἡ λέγουσα ὅτι τῶν αὐτῶν περιεστηκότων αἰτίων ἀνάγκη τὰ αὐτὰ ἕπεσθαι. οὕτω δὲ καὶ ἐπὶ τοῖς ἀλόγοις καὶ τοῖς ἀψύχοις εὑρεθήσεται. εἰ γὰρ τὴν ὁρμὴν ἐφ' ἡμῖν τάττουσιν ὅτι φύσει ταύτην ἔχομεν, τί κωλύει καὶ ἐπὶ τῷ πυρὶ λέγειν εἶναι τὸ καίειν,