1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

46

δημηγορήσειε, τοῖς ἀξιοῦσι κατὰ παίδευσιν πάντων ὁμοῦ βασιλεύειν ἀνθρώπων. 8.28.2 Ὁ δὲ μεγέθει φύσεως καὶ πλούτῳ τῆς ἄνωθεν δωρεᾶς ἐπαιρόμενος οὐχ ἕνα τῶν ὑποστέγων δόμων κατέλαβεν οὐδὲ ἐφ' ἑνὸς ἐργαστηρίου καθίσας διάλεξιν ἐποιήσατο, ὡς εἰώθεσαν καὶ οἱ πρῶτοι τῶν παρ' αὐτοῖς φιλοσόφων συνεῖναι τοῖς πλησιάζουσιν, ἀλλὰ πρὸς τὸν Ἄρειον πάγον ἀναδραμών, ἔνθα ἦν βουλὴ σκληρὰ καὶ ἐπίφοβος ταῖς φονικαῖς δίκαις δικάζουσα, εὑρὼν δὲ πλῆθος ἐκεῖ συνειλεγμένον πολύ, στὰς ἐδημηγόρει ὑπὲρ τοὺς ἐθάδας ῥήτορας, τοὺς καθ' ἡμέραν παρ' αὐτοῖς ἀγωνιζομένους. 8.28.3 Λαβὼν δὲ τὴν ἀρχὴν ἐξ ἐπιγράμματος ὅπερ ἦν ἐγκεκολλαμμένον βωμῷ, κἀκεῖθεν αὐτοῖς εὐαφόρμως τὸν ἄγνωστον καταγγείλας Θεὸν καὶ σύμπαντα τὸν λόγον συμπερανάμενος τοσοῦτον ἀπέσχε τοῦ ὡς ἰδιώτης τῆς ἔξωθεν σοφίας διαμαρτεῖν τι περὶ τοὺς λόγους, ὥστε τὸν κορυφαῖον τῶν Ἀρεοπαγιτῶν ∆ιονύσιον ἅμα τῇ γυναικὶ πείσας μετέστησε καὶ τοῦ Χριστοῦ εἰργάσατο δούλους, ἐξ ἑνὸς βωμοῦ καὶ μικροῦ ἐπιγράμματος πολλῶν ἀποστήσας βωμῶν. 8.29.1 Κατελθὼν νικητὴς ἐκεῖθεν ἔνθα μάλιστα ἴσχυσεν ὁ πολεμικὸς τῶν Ἑλλήνων δαίμων, ἐκεῖθεν δὲ μεταβὰς πρὸς τὴν γείτονα πόλιν τὴν Κόρινθον οὖσαν τῆς Ἀχαΐας μητρόπολιν, καὶ λαλήσας ἐν ταῖς συναγωγαῖς τὸ σωτήριον δίδαγμα ᾤχετο ἄγων προσήλυτον, οὐχ ἕνα τῶν πολλῶν οὐδὲ τῶν ἐπιτυχόντων, ἀλλὰ αὐτὸν τὸν ἀρχισυνάγωγον μετὰ παντὸς τοῦ πλήθους τῆς οἰκίας, καὶ νικήσας ἀπὸ κορυφῆς τὸν νόμον καὶ μεγαλύνας τὸν σταυρὸν ὡς ὑψηλὸν τρόπαιον, οὕτω κἀκείνην ἀφῆκε τὴν πόλιν τῷ Χριστῷ ὑποκύψασαν. 8.29.2 Τοῦ δὲ χρόνου προϊόντος καὶ τοῦ λόγου τῆς εὐσεβείας προσκόπτοντος ὥσπερ τις στρατηγὸς διετέλει προσκτώ μενος τῷ βασιλεῖ καθ' ἡμέραν πόλεις, κώμας, ἀγρούς, ὑποκόπτων τὰ νεῦρα τοῦ πρότερον κρατοῦντος τυράννου. 8.30.1 Μετῆλθεν γ' οὖν ἐκ Κορίνθου πρὸς τὴν Πισίδων χώραν, εἶτα τὴν Λυκαονίαν καὶ τὰς τῆς Φρυγίας πόλεις καταλαβών, κἀκεῖθεν τὴν Ἀσίαν ἐπισκεψάμενος, εἶτα τὴν Μακεδονίαν, κοινὸς ἦν τῆς οἰκουμένης διδάσ καλος, τοὺς μὲν ὁρωμένους ἀπὸ γλώττης ὠφελῶν, τοὺς δὲ ἀπόντας διὰ τῶν ἐπιστολῶν ἐπιστρέφων· μόνου δὲ ἐκείνου οὐ γόνυ ἔκαμνεν ὁδεῦον ἀεί, οὐ γλῶττα ἐνάρκα πρὸς ἐχθροὺς καὶ φίλους ἀνελλιπῶς διεξιοῦσα τὰ τοῦ εὐαγγελίου μυστήρια. 8.30.2 Ἀλλὰ τὴν μὲν διδασκαλίαν τοιοῦτος· τὴν δὲ ἄλλην τοῦ βίου φιλοσοφίαν οἷος ἄνθρωπος; Ἀεὶ καὶ συνεχῶς τῷ λόγῳ προσκαρτερῶν καὶ τῷ εὐαγγελίῳ δουλεύων οὐδὲ ἄρτον οὗ μετελάμβανε δωρεὰν παρά τινος ἐκομίζετο, ἀλλ' ἡμέρα μὲν εἶχε τὸν ἀγῶνα τὸν πρὸς μυρίους ἐχθρούς, νὺξ δὲ τὴν σμίλην καὶ τὰ σκύτη καὶ τὴν ἀπὸ τῆς τέχνης ἐργασίαν, ἵν' ἐκεῖθεν μὲν ἔχῃ τὸν ἐπισιτισμόν, φαίνηται δὲ πᾶσιν ἀν επαχθὴς ἀπόστολος, ἀδάπανος κῆρυξ καὶ μέχρις ἄρτου τῶν ξενιζόντων φειδόμενος. 8.31.1 Τούτων τῶν λόγων, ἱερεῖς, ἀκούσωμεν, οἱ μὴ συμμεριζόμενοι τοῖς θυσιαστηρίοις μόνον, ἀλλὰ καὶ πλουτοῦντες ἀπ' ἐκείνων καὶ τρυ φῶντες καὶ τὴν ἱερὰν περιουσίαν ἴδιον κτῆμα ποιούμενοι καὶ τοῖς ὑπη κόοις διὰ τὸν Χριστὸν οἷα δούλοις φορτικῶς ἐπιτάττοντες. Οὔκ ἐστιν ἱερωσύνη δεσποτεία, ἀλλὰ μᾶλλον τῷ συνιέντι δουλεία· οὐκ ἀρχοντικῆς αὐθαδείας ἀξίωμα, ἀλλ' εὐλαβοῦς διακονίας οἰκονομία. 8.31.2 Μὴ οὐκ εἶχεν ἐξουσίαν ὁ θεσπέσιος Παῦλος ἐσθίειν καὶ πίνειν ἀπὸ τῶν ἱερῶν καὶ μικρὸν γοῦν λαμβάνειν τῶν μυρίων πόνων γέρας εἰς θεραπείαν τυπτομένου τοῦ σώματος καθ' ἡμέραν; Ἀλλ' οὐκ ἐχρήσατο τῇ ἐξουσίᾳ, ἵνα μηδὲν ἐπὶ γῆς λαβὼν πάντα ἐν τοῖς οὐρανοῖς ἀπαιτήσῃ. ∆ιὸ καὶ τῶν ὑπὲρ ἄνθρωπον ἠξιώθη ἔτι τῇ φθαρτῇ συνδεδεμένος σαρκί. 8.31.3 Καὶ ἵνα καὶ τῶν μελ λόντων ἀγαθῶν καὶ τῶν ἐκεῖ τιμῶν ἀρραβῶνα θεάσηται, ἀναλαμ βάνεται μὲν ἄχρι τρίτου οὐρανοῦ, βλέπει ὀπτασίας ὑπερβαινούσας τὸν ἐνθάδε κλῆρον, ἀκούει δὲ ῥημάτων ἀρρήτων, ὡς αὐτός φησιν, καὶ ταῦτα μετριάζων καὶ ἀποδιδράσκων πανταχοῦ τὸ μεγαλαυχεῖσθαι καὶ ἐμπομ πεύειν τοῖς ἰδίοις πλεονεκτήμασιν. Ἵνα δὲ μόνον τὰ φρονήματα καταστείλῃ τῶν ἐπὶ