46
ἐκλύουσί σε πῶς. Πολλὴ ἀσάφεια. Ἀκύλας, ἕτερός φησιν ἑρμηνευτής· Συνδραμεῖται, ἔδραμες καὶ ἐμόχθησέ σε. Ὃ λέγει τοιοῦτον ἐστιν· Εἶδε κατεπείγοντα αὐτὸν καὶ ἐπειγόμενον, καὶ οὐκ ἀνεχόμενον οὐδὲ τῆς προθεσμίας. Ὅρα τοίνυν πῶς ἐπιπλήττει αὐτῷ. Οὐδὲν οὔπω πέπονθας, καὶ τοιαῦτα λαλεῖς; οὕτω θορυβῇ; τί οὖν ποιήσεις ἐν τοῖς μεγάλοις; εἰ μετὰ πεζοῦ δραμεῖν οὐκ ἠδυνήθης, πῶς μετὰ ἱππέων, φησί; Πῶς τοὺς μείζους οἴσεις; Ἢ πάλιν· Εἰ τοὺς οἰκείους οὐκ ἤνεγκας, πῶς τοὺς πολεμίους οἴσεις; ἐνταῦθα θλίβῃ; τί οὖν ποιήσεις ὅταν ἴδῃς τὰ δεινά; Ἢ πάλιν ἑτέρως· Πρὸς ταύτην μου τὴν οἰκονομίαν ἰλιγγιᾷς; τί ἂν τὰς ἀποῤῥητοτέρας μάθῃς. Ὅτι καὶ οἱ ἀδελφοί σου ... Καὶ οὗτοι ἠθέτησάν σε. Πῶς οὖν οἱ ἀδελφοί σου ἐβόησαν ὀπίσω σου; Οὐκ εἰδότος σου, φησὶ, μεγάλα κατὰ σοῦ φθέγξονται· καὶ τὸ δεινὸν λαλήσουσι πρὸς σὲ κακά. Ὁρᾷς πῶς ῥυθμίζεται ὁ προφήτης, πῶς μανθάνει φιλοσοφίαν, δι' ἔργων, διὰ λόγων εἰς ἀνδρίαν ἐναγόμενος; Πῶς παρασκευάσῃ ἐφ' ἵπποις καὶ ἐν γῇ εἰρήνης; Τινὲς ὡς πρὸς τὸν λαὸν εἰρημένα ταῦτα ἐξέλαβον, τουτέστιν· εἰ πρὸς τοὺς περιοίκους μαχόμενοι, οὐ μὴ ἐδυνήθητε πεζοῖς οὖσιν ἀντιστῆναι, τί ποιήσετε διωκόμενοι ὑπὸ ἱππέων; Οὐ ταύτην δὲ σώζεσθαι τὴν διάνοιαν νομίζω. Ἀλλ' ἐπειδὴ τὴν κατ' αὐτοῦ κακίαν ἐγνωκὼς ὁ προφήτης ἐπηράσατο αὐτοῖς, ἐπισπεύδων τὴν κατ' αὐτῶν τιμωρίαν, φησὶ, σπεύδων αὐτοὺς ἀναιρεθῆναι. Γνοὺς τὴν κατ' αὐτοῦ συσκευὴν, καὶ ταῦτα ἐν εἰρήνῃ ὢν, οὐχ ὑπὸ πολεμίων ἐλαυνόμενος. Τί ποιήσουσιν οὗτοι τῶν πολεμίων 64.877 ἐπιστάντων, ἡνίκα οὐδὲ φυγῆς ἔχουσι καιρὸν τάχιστα τῶν ἵππων αὐτοὺς ἐπιφθανόντων; Σὺ πέποιθας, πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου; Τουτέστι σὺ οἶδας, ὅτι οὐδὲν πείσῃ παρ' αὐτοῦ. Τί ποιήσουσιν οὗτοι καθάπερ ποταμὸν κατ' αὐτῶν ὁρῶντες φερόμενον τὸν πολέμιον; Πῶς οὖν ὡς ἀνήκεστα παρ' αὐτῶν πεπονθὼς ἐπηράσω αὐτοῖς κακά; Τουτέστι καὶ ταῦτα αὐτοῖς, ἀντὶ τοῦ, τὰ κακὰ, ἐπεύχῃ, συσκευὴν ἀκούσας κατὰ σοῦ. Ἀδελφοὺς γὰρ καὶ οἰκείους τοῦ πατρὸς τοὺς ὁμογενεῖς λέγει, τουτέστι τοὺς Ἰσραηλίτας. Ἐπισυνήχθησάν σοι, μὴ πιστεύσῃς αὐτοῖς, ὅτι λαλοῦσι πρὸς σὲ καλά. Ταῦτά φησιν· Οὐ τῆς σῆς ἀσφαλείας μὴ προνοῶ· βούλομαι γάρ σε μηδὲν πιστεῦσαι αὐτοῖς· ἀλλὰ θέλων ἐκείνους δι' ἀνεξικακίας μεταβαλεῖν ἐπὶ τὸ κρεῖττον. Ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς. Πολλοὶ ὡς εἰκὸς ἐκ τῶν δώδεκα φυλῶν ἁλουσῶν ἤδη συνεστρατεύοντο τοῖς πολεμίοις. Μὴ οὖν πιστεύσῃς αὐτοῖς, ὅταν λαλήσωσι πρὸς σὲ καλά. Οἷος ἦν ὁ Ῥαμψάκης, τῇ Ἑβραΐδι κεχρημένος φωνῇ, καὶ κατὰ τοῦ Θεοῦ βλασφημῶν, καὶ συμβουλεύων αὐτοῖς ὡς φειδόμενος. Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου. Ἴσθι μέν τοι, ὡς ἅλωσιν αὐτῶν παντελῆ κατεψηφισάμην διὰ τὸ τοῦ τρόπου μοχθηρόν. Ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας. Τί λέγεις; Καὶ οὐδὲν ἡ ἀγάπη; οὐδὲν ἡ φιλία; καὶ μὴν οὐκ ἔδωκεν, ἀλλὰ λέγει δεδωκέναι, ἵνα μὴ δῶ, εἴ τις ἔχει νοῦν, εἴ τις προσέχει· οὐχ οὕτω τῆς τιμωρίας ὁ φόβος ἱκανὸς ἦν αὐτοῖς ἴσ. αὐτοὺς ἀνακτήσασθαι, ὡς τὰ ῥήματα τῆς τοῦ Θεοῦ σοφίας σύμβολα. Τὸν οἶκόν μου, τὴν κληρονομίαν μου, τὴν ἠγαπημένην ψυχήν μου, καὶ παρὰ τὸν καιρὸν τῶν τιμωριῶν, ἀναμιμνήσκει τῶν προτέρων αὐτοὺς τούτους βουλόμενος ἐπικάμψαι. Λέγει τὰ πρότερα, ἵνα μᾶλλον αὐτοὺς δάκῃ· πολλὴ βία τῶν ἀπελασάντων αὐτόν. Καὶ οὐκ εἶπε· Τί ἀπελαύνετε; Ἀλλ' ὃ χεῖρον ἦν καὶ χαλεπώτερον, τοιαῦτα πράττουσιν, ὡς ἐμὲ αὐτὸν ἐγκαταλιπεῖν. Ἀφῆκα τὴν κληρονομίαν μου. Ὥσπερ ἄνθρωπος, εἰ μέλλει προσιέναι κληρονομίᾳ πολλὰ πράγματα ἐχούσῃ αἱρεῖται καταλιπεῖν, οὕτω καὶ ὁ Θεός. Ἴσως ἐνταῦθα τὴν ἐπιθυμίαν φησίν. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Οὕτως ἐβόησε κατ' ἐμοῦ, φησί· Τίς ἂν ἐθελήσειε τοιαῦτα κληρονομεῖν; ὡς ἐν δρυμῷ, πολλὴν λέγει τὴν θηριωδίαν. Ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα