1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

46

ἐπειδὴ φύσει καίει τὸ πῦρ; ὥς που καὶ παρεμφαίνειν ἔοικεν ὁ Φιλοπάτωρ ἐν τῷ Περὶ εἱμαρμένης. οὐκ ἄρα τὸ δι' ἡμῶν ὑπὸ τῆς εἱμαρμένης γινόμενον ἐφ' ἡμῖν ἐστι. τῷ γὰρ αὐτῷ λόγῳ καὶ ἐπὶ λύρᾳ καὶ αὐλοῖς καὶ τοῖς ἄλλοις ὀργάνοις καὶ πᾶσιν ἀλόγοις τε καὶ ἀψύχοις ἔσται τι, ὅταν τινὲς δι' αὐτῶν ἐνεργῶσι. τοῦτο δὲ ἄτοπον. 35 περὶ τῆς διὰ τῶν ἄστρων εἱμαρμένησ Πρὸς δὲ τοὺς σοφοὺς τῶν Αἰγυπτίων, λέγοντας ἀληθεύεσθαι μὲν τὴν διὰ τῶν ἄστρων εἱμαρμένην, τρέπεσθαι δὲ αὐτὴν εὐχαῖς καὶ ἀποτροπιασμοῖς (εἶναι γάρ τινας καὶ τούτων αὐτῶν τῶν ἀστέρων θεραπείας, τὰς ἐκμειλισσομένας αὐτοὺς καὶ ἄλλας τινὰς ὑπερκειμένας δυνάμεις τὰς τρέπειν αὐτὴν δυναμένας, καὶ διὰ τοῦτο τὰς εὐχὰς καὶ τὰς θεραπείας τῶν θεῶν καὶ τοὺς ἀποτροπιασμοὺς ἐπινενοῆσθαι)· ἐροῦμεν ὅτι τῶν ἐνδεχομένων καὶ οὐχὶ τῶν ἀναγκαίων ποιοῦσι τὴν εἱμαρμένην· τὸ δὲ ἐνδεχόμενον ἀόριστον· τὸ δὲ ἀόριστον ἄγνωστον. ἀναιρεῖται οὖν διὰ τούτου πᾶσα μὲν μαντεία, μάλιστα δὲ ἡ τῶν καλουμένων γενεθλιαλόγων, ἣν αὐτοὶ πρὸ τῶν ἄλλων πρεσβεύουσιν, ὡς ἰσχυρόν τι καὶ ἀληθὲς πρᾶγμα. ἐὰν δὲ λέγωσιν ὅτι τὰ τῶν σχημάτων ἀποτελέσματα πρόδηλα, καὶ τοῖς ἐπιστήμοσι γνωρίζεται· ὅταν δὲ τὸ σχῆμα μὴ κατὰ τὴν ἰδίαν δύναμιν ἀποβαίνῃ, θεὸς ἐκώλυσεν· ἐροῦμεν ὡς καὶ τοῦτο ἄτοπον. πρῶτον ὅτι τὴν εὐχὴν μόνην ἐφ' ἡμῖν τίθενται καὶ τὴν θεραπείαν τῶν θεῶν, ἄλλο δὲ οὐδέν. εἶτα διαμφισβητήσομεν πρὸς αὐτούς, πῶς τῶν ἄλλων πασῶν ἀνθρωπίνων πράξεών τε καὶ προαιρέσεων ἐν τῇ ποιᾷ σχέσει τῶν ἄστρων κειμένων τὸ τῆς εὐχῆς μόνης ἐφ' ἡμῖν ἐστιν. ἄπορον γὰρ διὰ ποίαν αἰτίαν οὕτως ἔχει τοῦτο, καὶ τίς ἡ ἀνάγκη. ἔπειτα εἰ τέχνη τίς ἐστι καὶ μέθοδος τῶν ἀποτροπιασμῶν ἡ κωλύουσα τὰ παρὰ τῆς εἱμαρμένης, πότερον πᾶσιν ἀνθρώποις ἡ μέθοδός ἐστιν ἐφικτή, ἢ τισὶ μέν, τισὶ δὲ οὔ. εἰ γὰρ πᾶσιν οὐδὲν κωλύει τῷ λόγῳ παντάπασιν ἀνατραπῆναι τὴν εἱμαρμένην, πάντων μαθόντων τὴν τέχνην τὴν κωλύουσαν αὐτῆς τὰ ἀποτελέσματα· εἰ δὲ τισὶ μέν ἐστιν ἐφικτή, τισὶ δὲ οὔ, ποίοις ἄρα καὶ τίς ὁ τοῦτο διορίζων; εἰ μὲν γὰρ αὐτὴ ἡ εἱμαρμένη τοὺς μὲν ποιεῖ θεραπευτὰς τοῦ θείου, τοὺς δὲ οὐ ποιεῖ, εὑρεθήσεται πάντα πάλιν καθ' εἱμαρμένην. τὸ γὰρ τῆς εὐχῆς καὶ τῆς θεραπείας, ὃ μόνον ἐφ' ἡμῖν, ἔλαττον νῦν ἀνεφάνη τῆς εἱμαρμένης· ἀλλὰ καὶ μεῖζον. εἰ δὲ μὴ εἱμαρμένη ἀλλ' ἕτερόν τι τούτων αἴτιόν ἐστιν, ἐκεῖνο μᾶλλον εἱμαρμένη φανήσεται. ἐν γὰρ τῷ δύνασθαι δι' εὐχῆς κατορθοῦν ἢ μὴ δύνασθαι τὸ πᾶν τῆς εἱμαρμένης περιέχεται κράτος. τοῖς μὲν γὰρ δυναμένοις οὐδὲν ἡ εἱμαρμένη· τοῖς δὲ μὴ δυναμένοις πάντα καθ' εἱμαρμένην. καὶ εὑρεθήσεται τισὶ μὲν ἀνθρώποις πάντα καθ' εἱμαρμένην, τισὶ δὲ οὐδὲν καθ' εἱμαρμένην· καὶ δῆλον ὅτι ὁ τοῦτο ὁρίζων αὐτός ἐστιν ἡ κυριωτάτη εἱμαρμένη, καὶ οὕτω πάλιν πάντα καθ' εἱμαρ μένην εὑρεθήσεται, πρὸς τῷ καὶ ἄδικον εἶναι τὸν διανέμοντα, εἴτε δαίμων τις εἴη, εἴτε καὶ ἄλλη τις εἱμαρμένη. οὐ γὰρ πρὸς ἀξίαν νέμει τοῖς ἀνθρώποις τὴν τῆς θεραπείας τῶν θεῶν μέθοδον. τί γὰρ μᾶλλον οὗτος ἄξιος ἢ ἐκεῖνος, πάντων ὀργάνων ὄντων τῆς εἱμαρμένης καὶ μηδὲν μηδενὸς ἐξ οἰκείας προθέσεως πράττοντος, μᾶλλον δὲ μὴ προαιρουμένου; ἐν γὰρ τοῖς οὕτω γινομένοις οὐδεὶς οὔτε δίκαιος οὔτε ἄδικος, οὐκοῦν οὔτε ἄξιος οὔτε ἀνάξιος χάριτος· ὁ δὲ τοῖς ἴσοις ἄνισα νέμων ἄδικος. 36 περὶ τῶν λεγόντων αἵρεσιν τῶν πρακτῶν ἐφ' ἡμῖν εἶναι Οἱ δὲ λέγοντες τὴν μὲν αἵρεσιν τῶν πρακτῶν ἐφ' ἡμῖν εἶναι, τὴν δὲ τῶν αἱρεθέντων ἀπόβασιν ἐπὶ τῇ εἱμαρμένῃ (εἰσὶ δὲ τῶν Ἑλλήνων οἱ σοφώτατοι) τὸ μέν τι κατορθοῦσι τὸ δὲ σφάλλονται. τὸ μὲν γὰρ ἐφ' ἡμῖν τιθέναι τὰς αἱρέσεις τῶν πρακτῶν, μὴ πάντως δὲ καὶ τὰς ἀποβάσεις, ὀρθότατα λέγουσιν· τὸ δὲ τῇ εἱμαρμένῃ περιάπτειν ταύτας οὐκ ὀρθῶς. ἐλεγχθήσονται γὰρ πρῶτον μὲν ἀτελῆ ποιοῦντες τὴν εἱμαρμένην, εἰ τὸ μὲν ἔχει, τὸ δὲ οὐκ ἔχει· ἔπειτα παρακολούθημα ποιοῦντες αὐτὴν τῆς ἡμετέρας γνώμης· ταύτῃ γὰρ ἀκολουθεῖν φασι τὰ τῆς εἱμαρμένης ἔργα· καὶ οὕτως εὑρεθήσεται κινουμένη μᾶλλον ὑφ' ἡμῶν ἢ κινοῦσα ἡμᾶς· καὶ κυριώτερος ὁ ἄνθρωπος τῆς εἱμαρμένης, ὁ τυπῶν αὐτὴν διὰ τῆς αἱρέσεως