1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

47

μικροῖς φυσωμένων χαρίσμασιν, ἐξ ἀνάγκης ὀλίγα τῶν οἰκείων παραγυμνοῖ καὶ ταῦτα ἑτέρῳ προσώπῳ περιθεὶς καὶ πόρρω τῆς περὶ αὐτὸν ὑπονοίας ἀπαγαγών. 8.31.4 Ἡλίας μὲν οὖν ὁ Θεσβίτης, ἐπειδὴ ἐν ἰδέᾳ ἅρματος πυρίνου εἰς τὸ ὕψος ἀνήχθη, ᾄδεται πανταχοῦ καὶ πολὺ τὸ θαῦμα τῷ βίῳ κατέ λιπε· μέχρι πόσου δὲ ἔφθασεν οὐδεὶς ἡρμήνευσε λόγος. Τυχὸν γὰρ καὶ ὀλίγον τῆς γῆς ἐπαρθεὶς παρὰ τῆς ἀγούσης δυνάμεως ἀπεδόθη τῷ τόπῳ, ὃν ἔλαχεν κατοικεῖν. Παύλου δὲ ἡ μετάθεσις ἐπὶ πλέον εὑρέθη λαμπροτέρα καὶ εὐκλεὴς προσκειμένου καὶ τοῦ μέτρου ἐφ' ὅσον ἀνήχθη. Ἑπτὰ γὰρ οὐρανῶν ᾀδομένων μικροῦ δέοντος ἀφίκετο τοῦ ἡμίσεως. 8.31.5 Καί μοι λοιπὸν Ἑβραῖοι καταβαλέτωσαν τοῦ φρονήματος ἐπὶ Μωϋσεῖ μέγα φρονοῦντες, ὅτι μόνος ἕως τῆς κορυφῆς ἔφθασε τοῦ Σινᾶ καὶ ἐντὸς ἐγένετο τοῦ γνόφου καὶ τῶν νεφῶν. Παῦλος γὰρ ὁ ἐμὸς ἀντὶ μὲν ὄρους πρὸς οὐρανοὺς ἀνῆλθεν, ἀντὶ δὲ νεφέλης ἐπέκεινα τοῦ ὑπὲρ νέφους ἀέρος ἤλασεν. Καὶ μάλα εἰκότως. Ἔδει γὰρ τὸν κατὰ Χριστὸν ἄνθρωπον τοσοῦτον νικῆσαι Μωϋσέα, ὅσον τὸ εὐαγγέλιον ὑπερβαίνει τὸν νόμον. 8.32.1 Ἐν δὲ ταῖς θεοφανείαις καὶ τοῖς παρὰ Θεοῦ λαλουμένοις καὶ ὅπως δεδεμένος ἐλύετο καὶ ἀθυμῶν ἐπερρώννυτο ὕπαρ καὶ ὄναρ αὐτῷ τοῦ Θεοῦ χρηματίζοντος, τί δεῖ καὶ λέγειν, ὁπότε οὐδὲ αὐτὸς τὴν ἑαυτοῦ χάριν ἀπέκρυψεν, ἀλλὰ πᾶσιν ὁμοῦ σαφῶς ἀπεκάλυψεν εἰπών· Εἰ δοκι μὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Οἱ μὲν γὰρ ἄλλοι τῶν εἴτε προφητῶν εἴτε ἀποστόλων ἐμπροθέσμους εἶχον καὶ χρονικὰς τὰς ἄνωθεν ἐνεργείας, καὶ ποτὲ μὲν αὐτοῖς συνῆν τὸ θεῖον, ποτὲ δὲ καὶ οὐ παρῆν. 8.32.2 Ὁ δὲ θεσπέσιος οὗτος ὥσπερ ἅπαξ ναὸς ἐξαίρετος τοῦ Θεοῦ ἀποκληρωθεὶς αὐτῷ πρὸς ἐνοίκησιν, οὕτως ἀεὶ τὸν Χριστὸν εἶχε καὶ βουλῆς εὑρετὴν καὶ λόγου διδάσκαλον καὶ συνεργὸν τῶν πραγμάτων. Καὶ Ἰωάννης μὲν ὁ τοῦ Ζεβεδαίου μέγας ἔδοξεν, ὅτι παρὰ τοὺς ἄλλους μαθητὰς θαρρῶν τῷ Κυρίῳ ἐπὶ τοῦ στήθους αὐτοῦ ἀνεπαύετο· καὶ διὰ τοῦτο μάλιστα παρὰ πᾶσίν ἐστιν ἀοίδιμος. 8.32.3 Οὗτος δέ, πῶς οὐκ ἂν καὶ ὑπὲρ ἀνθρώπων νομισθείη δικαίως, ὅς γε οὐ τὸν ἐν σώματι Ἰησοῦν, ἀλλὰ τὸν γυμνὸν τῆς σαρκὸς Λόγον καθ' ἡμέραν ἀνέπαυεν σκεῦος εὔ χρηστον καὶ καθαρὸν ἑαυτὸν τῷ δημιουργῷ καταστήσας; Ἔχων δὲ πολλὰ καὶ παντοδαπὰ λέγειν, ὅσα ὁ θεσπέσιος οὗτος πάντα τὸν κόσμον παιδεύων εἶπε καὶ ἔπραξεν ἐπὶ γῆς καὶ θαλάσσης, ἐν δικαστηρίοις, ἐν ἀγοραῖς, ἐν δήμοις, ἐν αὐλαῖς βασιλέων, ἑκὼν ὑπερβαίνω τὸ πλῆθος. 8.32.4 Οὔτε γὰρ συγγραφὴν προὐθέμην ποιῆσαι τῶν ἐκείνῳ κατωρθωμένων, ἵνα λείπῃ μηδέν, ἀλλ' εὐφημίαν ἐργάσασθαι, καὶ ταύτην ἐφ' ὅσον ἡ ἐμὴ δύναμις ἐξικνεῖται. Ἑνὸς δὲ μόνου τοῦ τελευταίου μνησθεὶς καταπαύσω τὸν λόγον. 8.33.1 Ἐπειδὴ γὰρ πᾶσαν ἐμπεριελθὼν τὴν οἰκουμένην καὶ θεὶς ἐπὶ τῆς λυχνίας τὸν λόγον μέγαν ἀνῆψε τῆς εὐαγγελικῆς γνώσεως τὸν πυρσόν, ἀφίκετο μὲν καὶ πρὸς Ῥωμαίους, ὡς βασιλεύουσαν πόλιν, ἵνα τοὺς κρατοῦντας τῶν πάντων ἀνθρώπων μυσταγωγήσας καὶ πείσας καὶ κτησάμενος μαθητὰς ἐκ τοῦ περιόντος καὶ τοῖς ἄλλοις ἀνθρώποις προσο μιλοίη. 8.33.2 Εὑρὼν δὲ καὶ τὸν Πέτρον ἐκεῖ, τῆς αὐτῆς ἐργάτην σπουδῆς, καὶ ἱεράν τινα καὶ ἔνθεον ξυνωρίδα ζευξάμενος ἐν συναγωγαῖς τοὺς ὑπὸ νόμον ἐπαίδευεν, ἐν ἀγοραῖς τοὺς ἐθνικοὺς προσεκτᾶτο· καὶ ποικίλος ἦν τῶν ἀγαθῶν διδάσκαλος Θεοῦ γνῶσιν ἐμφανίζων τὴν καθαρὰν καὶ ἀκίβδηλον, ἠθικῆς ἀρετῆς κανόνας θεσμοθετῶν ἀκριβεῖς, ἀπελαύνων πόρρω τῶν ἀνθρώπων χορείας καὶ μέθην καὶ πᾶσαν τὴν ἀκόλαστον ἡδυπάθειαν, ᾗ μάλιστα καὶ τὸ πλῆθος ἅπαν καὶ ὁ τότε βασιλεύων ἐνείχετο. 8.33.3 Καθήψατο τοίνυν σφοδρῶς τοῦ Νερῶνος ἡ τῆς ἀρίστης καὶ σώφρονος πολιτείας εἰσαγωγή· καὶ πλέον ἀλγήσας τῆς ἡδονῆς καταλυομένης ἢ εἰ τῆς βασιλείας αὐτῆς ἐξεβάλλετο. Καὶ γὰρ ἦν, εἴπερ τις ἄλλος, σοφιστὴς ἡδονῶν, τρυφῶν καὶ καταυλούμενος, βλὰξ καὶ θηλυδρίας, πορνῶν ἐπι στάτης, οὐ βασιλεὺς ἀνδρῶν. Πῶς γὰρ ἂν ἑτέρων ἐκράτησεν ὁ ἄρχειν ἑαυτοῦ μὴ μαθών; Μίαν ἔθετο