1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

47

καθάπερ τινὶ τειχίῳ, τῇ τῶν πτερύγων προβολῇ συνεσκίαζον τὰς ἑαυτῶν ὄψεις· καὶ ὅπερ ἡμεῖς πάσχειν εἰώθαμεν, ἢ βροντῶν καταρρηγνυμένων ἢ ἀστραπῶν, ἐπὶ τὸ ἔδαφος κλινόμενοι, τοῦτο δὴ καὶ ἐκεῖναι ἔπασχον. Εἰ δὲ τὰ Σεραφίμ, αἱ μεγάλαι καὶ θαυμάσιαι δυνάμεις ἐκεῖναι, Θεὸν καθήμενον καὶ ἐπὶ θρόνου καθήμενον ἰδεῖν ἀδεῶς οὐκ ἠδυνήθησαν, ἀλλὰ καὶ τὰς ὄψεις καὶ τοὺς πόδας ἐκάλυπτον, τίς ἂν παραστήσειε λόγος τὴν μανίαν τῶν αὐτὸν τὸν Θεὸν εἰδέναι σαφῶς λεγόντων καὶ τὴν ἀκήρατον ἐκείνην περιεργαζομένων οὐσίαν; Ταῖς δυσὶν ἐπέταντο καὶ ἐκέκραγον. Τί ποτέ ἐστι τοῦτο τό· Ἐπέταντο καὶ τί παρασημᾶναι βούλεται; Ὅτι διηνεκῶς περὶ τὸν Θεόν εἰσι καὶ παρ' αὐτοῦ οὐκ ἀφίστανται, ἀλλ' αὐτὴ αὐτοῖς ἡ πολιτεία, τὸ διηνεκῶς εἰς αὐτὸν ᾄδειν, τὸ διαπαντὸς εὐφημεῖν τὸν ποιήσαντα. Οὐ γὰρ εἶπεν· Ἐκέκραξαν, ἀλλ' Ἐκέκραγον, τουτέστι, διηνεκῶς τοῦτο ἔργον ἔχουσιν. Ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος. Τοῦτο τὴν παναρμόνιον αὐτῶν συμφωνίαν δηλοῖ καὶ τὴν μετὰ πολλῆς ὁμονοίας εὐφημίαν. Οὗτος ὁ ὕμνος οὐκ εὐφημία μόνον ἐστίν, ἀλλὰ καὶ προφητεία τῶν καταληψομένων τὴν οἰκουμένην ἀγαθῶν καὶ δογμάτων ἀκρίβεια. Τίνος δὲ ἕνεκεν οὐκ εἶπον ἅπαξ καὶ ἐσίγησαν, οὐδὲ δεύτερον καὶ ἔστησαν, ἀλλὰ τρίτον καὶ προσέθηκαν; Οὐκ εὔδηλον ὅτι τῇ Τριάδι τὸν ὕμνον ἀναφέρουσαι τοῦτο ἐποίουν; ∆ιά τοι τοῦτο ὁ μὲν Ἰωάννης περὶ τοῦ Υἱοῦ φησιν εἰρῆσθαι, ὁ δὲ Λουκᾶς περὶ τοῦ Πνεύματος, οἱ δὲ προφῆται περὶ τοῦ Πατρός. Καὶ τὰ ἑξῆς δὲ ταύτην ἡμῖν ἐμφαίνει τὴν ἔννοιαν. Μετὰ γὰρ τὸν ὕμνον ἐπήγαγον· Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ, ὅπερ ἦν προφητείας ἀκριβοῦς· τὴν μέλλουσαν γνῶσιν προαναφωνοῦσι, δι' ἧς ἡ οἰκουμένη τῆς δόξης ἐνεπλήσθη τοῦ Θεοῦ· ὡς τό γε παλαιὸν καὶ ἡνίκα ταῦτα ἐλέγετο, οὐ μόνον τὸ λοιπὸν τῆς οἰκουμένης μέρος, ἀλλὰ καὶ αὐτὴ τῆς Ἰουδαίας ἡ χώρα πολλῆς ἀσεβείας ἦν ἐμπεπλησμένη καὶ οὐδεὶς οὐδαμοῦ τὸν Θεὸν ἐδόξαζε. Καὶ μάρτυς αὐτὸς ὁ προφήτης λέγων ὅτι ∆ι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Πότε οὖν πλήρης ἐγένετο ἡ γῆ τῆς δόξης αὐτοῦ; Ὅτε ὁ ὕμνος οὗτος εἰς τὴν γῆν κατηνέχθη καὶ συγχορευταὶ τῶν ἄνω δυνάμεων οἱ κάτω γεγόνασιν ἄνθρωποι καὶ μίαν τὴν μελῳδίαν ἀνήγαγον καὶ κοινὴν τὴν εὐφημίαν ἐποιήσαντο. Εἰ δὲ ἀναισχυντεῖ πρὸς ταῦτα ὁ Ἰουδαῖος, δειξάτω πότε πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ πλήρης ἐγένετο ταύτης τῆς ἀπὸ τῆς γνώσεως; Ἀλλ' οὐκ ἂν ἔχοι δεῖξαι, κἂν μυριάκις ἀναισχυντῇ. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον. Εἶδες προφητείας εὐκολίαν τὰ πράγματα ἀλλήλων ἐχόμενα; Μετὰ γὰρ τὸν ὕμνον τοῦτον καὶ τὸ πληρωθῆναι τὴν γῆν τῆς δόξης αὐτοῦ, ἐπαύσατο τὰ Ἰουδαϊκὰ ἅπαντα, ὅπερ καὶ αὐτὸ διὰ τοῦ ἐπαρθῆναι τὸ ὑπέρθυρον ἐδήλωσεν. 6.4 Ἐρημώσεως γὰρ τουτὶ τὸ σημεῖον ἦν, καὶ ἀνατροπῆς τοῦ ναοῦ· τοῦ ναοῦ δὲ ἀφανισθέντος, καὶ τἄλλα συγκατελύετο πάντα. Καὶ ἵνα μάθῃς ὅτι ἡ Καινὴ τὴν Παλαιὰν ἔπαυσεν· Ἀπὸ τῆς φωνῆς, φησίν, ἐπήρθη τὸ ὑπέρθυρον· τουτέστιν ἀπὸ τοῦ παραγενέσθαι τὴν δοξολογίαν ταύτην καὶ λάμψαι τὴν χάριν καὶ τὴν δόξαν ἐκχυθῆναι πανταχοῦ τῆς οἰκουμένης, τὰ τῆς σκιᾶς ἐκποδὼν γέγονε. Καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ. Ἐμοὶ καὶ τοῦτο δοκεῖ σημεῖον εἶναι τῆς ἁλώσεως τῆς αὐτοὺς καταληψομένης καὶ τοῦ βαρβαρικοῦ πυρὸς καὶ τοῦ χαλεπωτάτου ἐμπρησμοῦ. Καὶ εἶπον· Ὢ τάλας ἐγὼ ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων καὶ ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Ἐξέπληξε τὸν προφήτην ἡ ὄψις, διανέστησεν, εἰς πολὺν τὸν φόβον ἐνέβαλε, πρὸς ἐξομολόγησιν ἐκίνησεν, ἀκριβέστερον τὴν εὐτέλειαν τῆς οἰκείας οὐσίας ἐπιγνῶναι παρεσκεύασε. Τοιοῦτοι γὰρ οἱ ἅγιοι πάντες· ἐπειδὰν μείζονος ἀπολαύσωσι τιμῆς τότε ταπεινοῦνται μειζόνως. Οὕτω καὶ ὁ Ἀβραὰμ τῷ Θεῷ διαλεγόμενος, γῆν καὶ σποδὸν ἑαυτὸν ἐκάλει· οὕτω καὶ Παῦλος, ὅτε τῆς ὄψεως ἐκείνης κατηξιώθη, τότε ἔκτρωμα ἑαυτὸν ὠνόμασεν· οὕτω δὴ καὶ οὗτος ταλανίζει ἑαυτὸν πρότερον ἀπὸ τῆς φύσεως λέγων· Ὢ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὤν· εἶτα ἀπὸ τῆς