1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

47

συναποδημεῖν, ἀρετὴ μόνη διαβαίνει πρὸς τὴν ζωὴν τὴν ἐκεῖ. Ἐκλύσωμέν ποτε, καὶ σβέσωμεν τῶν χρημάτων τὸν πόθον, ἵνα ἀνάψωμεν τῶν ἐκεῖ τὴν ἐπιθυμίαν. Οὐ δύνανται οὗτοι οἱ δύο ἔρωτες μίαν κατέχειν ψυχήν· Ἢ γὰρ τὸν ἕνα, φησὶ, φιλήσει, καὶ τὸν ἕτερον μισήσει, ἢ 62.557 ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Ὁρᾷς, εἰπέ μοι, ἄνδρα ἀκολούθους ἔχοντα πολλοὺς, σοβοῦντα διὰ τῆς ἀγορᾶς, σηρικὰ ἠμφιεσμένον ἱμάτια, ἵππῳ ὀχούμενον, τὸν αὐχένα τείνοντα; μὴ καταπλαγῇς, ἀλλὰ γέλασον· ὥσπερ, ὅταν τὰ παιδία ὁρᾷς ἄρχοντας παίζοντα, καταγελᾷς, οὕτω καὶ ἐπὶ τούτῳ. Οὐδὲν τοῦτο ἐκείνου διενήνοχε, μᾶλλον δὲ ἐκεῖνο καὶ τερπνότερον, ἅτε παρὰ παιδικῆς γινόμενον ἡλικίας μετὰ πολλῆς τῆς ἀφελείας. Ἐκεῖ καὶ γέλως ἐστὶ καὶ ἡδονή· ἐνταῦθα καταγέλαστός ἐστιν οὗτος, καὶ ἀσχημοσύνης πλήρης. ∆όξασον τὸν Θεὸν, ὅτι σε τῆς σκηνῆς ταύτης καὶ τοῦ φυσήματος ἀπήλλαξεν. Ἂν γὰρ θέλῃς σὺ ὁ χαμαὶ ἐρχόμενος, ὑψηλότερος ἔσῃ τοῦ καθημένου τὸ ὄχημα. Πῶς; Ὅτι ἐκεῖνος μὲν μικρὸν ἀνέστηκεν ἀπὸ τῆς γῆς τῷ σώματι, τῇ δὲ ψυχῇ προσπέπηγεν· Ἐκολλήθη γὰρ, φησὶν, ἡ ἰσχύς μου τῇ σαρκί μου· σὺ δὲ τῷ φρονήματι ἐν οὐρανῷ περιπατεῖς. Ἀλλ' ἀκολούθους ἔχει πολλοὺς σοβοῦντας; Καὶ τί μᾶλλον αὐτὸς, ἢ ὁ ἵππος τιμᾶται; Τί ταύτης τῆς ἀλογίας χεῖρον, ἀνθρώπους διώκειν, ἵνα τὸ κτῆνος μετ' εὐρυχωρίας παρέλθῃ; Ἀλλὰ τὸ ἵππῳ ὀχεῖσθαι σεμνόν; Ἀλλὰ καὶ δοῦλοι τούτου μετέχουσιν. Εἰσὶ δέ τινες, οἳ τοσοῦτον ἔχουσι τύφου, ὡς μηδὲν δεόμενοι, ὄπισθεν ποιεῖν ἀκολουθεῖν. Ἆρα τί τούτων ἐστὶν ἀλογώτερον; ἀπὸ ἵππων, 62.558 καὶ πολυτελείας ἱματίων καὶ ἀκολούθων βούλονται φαίνεσθαι. Τί ταύτης τῆς δόξης οὐδαμινέστερον, τῆς ἀπὸ ἵππων καὶ οἰκετῶν συνισταμένης; Ἐνάρετος εἶ; μηδενὶ τούτων κέχρησο· οἰκεῖον ἔχε τὸν κόσμον, μὴ τῇ ἑτέρου παρουσίᾳ καλλωπίζου. Ταῦτα καὶ πονηροὶ καὶ μιαροὶ καὶ ἄγροικοι καὶ πάντες ὅσοι πλούτου μετέχουσι, δύνανται ἔχειν. Καὶ μῖμοι καὶ ὀρχησταὶ ἐφ' ἵππων φέρονται, καὶ οἰκέτην προτρέχοντα ἔχουσιν· ἀλλ' ὅμως μῖμοί εἰσι καὶ ὀρχησταὶ, καὶ οὐ γεγόνασι σεμνοὶ ἀπὸ τῶν ἵππων καὶ τῶν ἀκολούθων. Ὅταν γὰρ μηδὲν τῶν ἐν ψυχῇ καλῶν προσῇ τῷ τοιούτῳ, ταῦτα, ἂν ἔξωθεν προστεθῇ, εἰκῆ καὶ μάτην· καὶ καθάπερ ἀσθενεῖ τοίχῳ ἢ διεφθορότι σώματι, ὅσα ἄν τις περιθῇ, μένει ἀηδὲς ὂν καὶ διεφθορός· οὕτω δὴ καὶ ἐνταῦθα, οὐδεμίαν ἡ ψυχὴ ὄνησιν ἀπὸ τῶν ἐκτὸς προσλαμβάνει, ἀλλὰ μένει τοῦτο οὖσα, κἂν μυρία τις αὐτῇ περιθῇ χρυσία. Μὴ δὴ πρὸς ταῦτα ἐπτοημένοι ὦμεν, ἀποστήσωμεν ἑαυτοὺς τῶν προσκαίρων, τῶν μειζόνων ἐχώμεθα, τῶν πνευματικῶν, τῶν ὄντως αἰδεσίμους ποιούντων ἡμᾶς, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΙΒʹ. Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόν των γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον·

ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.

αʹ. Ὥσπερ οἱ τῆς πίστεως ἐχόμενοι ἐπ' ἀσφαλοῦς τῆς ἀγκύρας ἐρείδονται, οὕτως οἱ ταύτης ἐκπεσόντες οὐδαμοῦ στῆναι δύνανται, ἀλλὰ πολλοὺς ἄνω καὶ κάτω πλανηθέντες πλάνους, τὸ τελευταῖον εἰς αὐτὰ τῆς ἀπωλείας φέρονται τὰ βάραθρα. Καὶ