47
αὐτοῦ· δέον πρόνοιαν λέγειν αἰτίαν τῆς ἐκβάσεως τῶν πραγμάτων· προνοίας γὰρ τοῦτο μᾶλλον ἔργον ἢ εἱμαρμένης. τῆς γὰρ προνοίας ἴδιον τὸ ἑκάστῳ νέμειν κατὰ τὸ συμφέρον ἑκάστῳ· καὶ διὰ τοῦτο τῶν αἱρεθέντων ἡ ἔκβασις κατὰ τὸ συμφέρον ποτὲ μὲν ἔσται, ποτὲ δὲ οὐκ ἔσται. ἡ δὲ εἱμαρμένη, εἱρμός τις οὖσα αἰτιῶν ἀπαράβατος (οὕτω γὰρ αὐτὴν οἱ Στωϊκοὶ ὁρίζονται, τουτέστι τάξιν καὶ ἐπισύνδεσιν ἀπαράβατον), οὐ κατὰ τὸ συμφέρον ἀλλὰ κατὰ τὴν οἰκείαν κίνησιν καὶ ἀνάγκην ἐπάγει τὰ τέλη. τί δ' ἂν εἴποιεν ἐπὶ τῶν παντελῶς ἠλιθίων καὶ μωρῶν καὶ διὰ τοῦτο ἀπροαιρέτων; πότερον καθ' εἱμαρμένην αὐτοῖς τὸ τοιούτοις εἶναι πρόσεστιν ἢ οὔ. εἰ γὰρ μὴ καθ' εἱμαρμένην ἔξω πεσοῦνται τῆς εἱμαρμένης· εἰ δὲ καθ' εἱμαρμένην ἐξ ἀνάγκης ἀκολουθεῖ τὸ μηδὲ τὴν προαίρεσιν ἐφ' ἡμῖν εἶναι. εἰ γὰρ τὸ ἀπροαίρετον ὑπὸ τὴν εἱμαρμένην, ἐξ ἀνάγκης καὶ τὸ προαιρετόν· καὶ οὕτως ἀναδραμοῦνται πρὸς τοὺς πρώτους, τοὺς λέγοντας πάντα καθ' εἱμαρμένην εἶναι. περιττὴ δὲ καὶ ἡ μάχη τοῦ λογισμοῦ καὶ τῆς ἐπιθυμίας ἐπὶ τοῦ ἐγκρατοῦς καὶ ἀκρατοῦς. εἰ γὰρ ἐξ ἀνάγκης ὥρισται τὸν μὲν πρᾶξαι τὸν δὲ μὴ πρᾶξαι, τίς ἡ χρεία τῆς ἐν αὐτῷ στάσεως καὶ φιλονεικίας; ἀλλὰ καὶ τοῦτο συγκαθείμαρται, μὴ μόνον πρᾶξαι, ἀλλὰ καὶ τοιῶσδε πρᾶξαι. τί δ' ἄλλό φησιν ὁ τοῦτο λέγων ἢ ὅτι καὶ ἡ προαίρεσις τῶν πεπρωμένων ἐστίν; ἡ γὰρ προαίρεσίς ἐστιν ἡ μαχομένη τῇ ἐπιθυμίᾳ καὶ νικῶσα μὲν ἐπὶ τῶν ἐγκρατῶν, ἡττωμένη δὲ ἐπὶ τῶν ἀκρατῶν. οὐκοῦν ἀνῄρηται τὰ τῆς ἐξ ἀρχῆς αὐτοῖς ὑποθέσεως· οὐκέτι γὰρ ἡ προαίρεσις ἐφ' ἡμῖν. 37 περὶ τοῦ πῶς λέγει Πλάτων τὴν εἱμαρμένην Πλάτων δὲ διχῶς λέγει τὴν εἱμαρμένην, τὴν μὲν κατ' οὐσίαν, τὴν δὲ κατ' ἐνέργειαν· κατ' οὐσίαν μὲν τὴν τοῦ παντὸς ψυχήν, κατ' ἐνέργειαν δὲ θεῖον νόμον ἀπαράβατον δι' αἰτίαν ἀναπόδραστον, καλεῖ δὲ τοῦτον θεσμὸν Ἀδραστείας· τοῦτον δὲ τὸν νόμον δεδόσθαι παρὰ τοῦ πρώ του καὶ ἀνωτάτου θεοῦ τῇ τοῦ παντὸς ψυχῇ εἰς διακόσμησιν τῶν ὅλων, καθ' ὃν διεξάγεται τὰ γινόμενα· ταύτην δὲ τὴν κατ' ἐνέργειαν εἱμαρμένην καὶ κατὰ πρόνοιαν λέγει. ἀπὸ γὰρ τῆς προνοίας ἐμπεριέχεσθαι τὴν εἱμαρμένην, πᾶν γὰρ τὸ καθ' εἱμαρμένην καὶ κατὰ πρόνοιαν γίνεσθαι· οὐ μὴν πᾶν τὸ κατὰ πρόνοιαν καὶ καθ' εἱμαρμένην εἶναι. αὐτὸς δὲ ὁ θεῖος νόμος, ὅν φησιν εἶναι πρόνοιαν ὁμοῦ καὶ εἱμαρμένην, πάντα ἐν ἑαυτῷ περιέχει, τὰ μὲν καθ' ὑπόθεσιν, τὰ δὲ ἐξ ὑποθέσεως. τὰς μὲν γὰρ προηγουμένας αἰτίας ὥσπερ τινὰς ἀρχὰς καθ' ὑπόθεσιν περίεχει, ἅπερ ἐστὶν ἐφ' ἡμῖν, συγκαταθέσεις καὶ κρίσεις καὶ ὁρμαί· τὰ δὲ ἐξ ἀνάγκης ταύταις ἑπόμενα ἐξ ὑποθέ σεως. καὶ ἔστιν ἡ μὲν ἐφ' ἡμῖν αἵρεσις τῶν πρακτῶν καθ' ὑπόθεσιν. ὑποκειμένων δὲ τῶν ἐφ' ἡμῖν, ἐξ αὐτῶν τούτων, ὥσπερ ἐξ ὑποθέσεως, ἀκολουθεῖν τὰ τῆς εἱμαρμένης. οἷον ἐφ' ἡμῖν κεῖται τὸ πλεῦσαι· τοῦτο καθ' ὑπόθεσίν ἐστιν· ὑποκειμένου τοίνυν τοῦ πλεῖν ἡμᾶς, ἐπακολουθεῖ τὰ ἐκ ταύτης τῆς ὑποθέσεως, τὸ ναυαγῆσαι ἢ μή. διὸ ἐξ ὑποθέσεως καλεῖ τὰ παρακολουθοῦντα καὶ ἑπόμενα ταῖς ἐφ' ἡμῖν ὑποθέσεσιν, τουτέστιν ἀρχαῖς καὶ πράξεσιν· ὡς εἶναι τὰ μὲν ἡγούμενα καὶ ἐφ' ἡμῖν καθ' ὑπόθεσιν· τὰ δὲ ἑπόμενα ἐξ ὑποθέσεως καὶ οὐκ ἐφ' ἡμῖν, ἀλλ' ἐξ ἀνάγκης· μὴ γὰρ ἐξ ἀϊδίου ὡρίσθαι τὸ καθ' εἱμαρμένην, ἀλλ' ἐπισυμβαίνειν, προηγησαμένοις τοῖς ἐφ' ἡμῖν. τούτῳ δὲ συμφωνεῖ καὶ τὸ αἰτία ἑλομένου, θεὸς ἀναίτιος, καὶ τὸ ἀδέσποτον εἶναι τὴν ἀρετήν, καὶ τὸ εἶναι μαντείας. συντείναι δὲ αὐτῷ πᾶς ὁ λόγος εἰς τὸ τὰς προαιρέσεις καί τινας τῶν κατὰ προαίρεσιν πράξεων ἐφ' ἡμῖν εἶναι, τὰ δὲ ἐπακολουθοῦντα ταύταις καὶ τὰ τέλη ἐπὶ τῇ εἱμαρμένῃ ἐξ ἀνάγκης. τοῦτο δὲ ἐν τοῖς ἔμπροσθεν ἐδείχθη μὴ καλῶς ἔχειν. καθ' ὃ μὲν οὖν καλεῖ θεοῦ διάταξιν καὶ βούλησιν τὴν εἱμαρμένην καὶ καθ' ὃ τὴν εἱμαρμένην ὑπάγει τῇ προνοίᾳ, μικρόν τι διαλλάττει πρὸς τὰ θεῖα λόγια τὰ λέγοντα πρόνοιαν μόνην διοικεῖν τὰ πάντα· κατὰ πολὺ δὲ διαφέρεται φάσκων ἐξ ἀνάγκης τοῖς ἐφ' ἡμῖν ἕπεσθαι τὰ τέλη. ἡμεῖς γὰρ οὐ κατ' ἀνάγκην ἐπάγεσθαι τὰ τῆς προνοίας φαμὲν ἀλλ' ἐνδεχομένως. εἰ γὰρ κατ' ἀνάγκην, πρῶτον μὲν τὸ πολὺ τῆς εὐχῆς μέρος περικέκοπται· περὶ μόνων γὰρ τῶν ἀρχῶν τῶν πράξεων τὰ τῆς εὐχῆς ἔσται κατ'