1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

48

φροντίδα, ὅπως ἂν ἐκκόψειε ἐκ τῆς πόλεως τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης διδάσκαλον. 8.33.4 Καὶ ζηλώσας τὸν Ἡρώδην τῆς γνώμης ἀπάγει τοὺς ἀποστόλους εἰς δεσμωτήριον, ὡς τὸν Ἰωάννην ἐκεῖνος, ἔχων δὲ καθ' ὁμοιότητα ἄλλην Ἡρωδιάδα τὴν ἀκόλαστον καὶ φιλήδονον γνώμην ζητοῦσαν Πέτρου καὶ Παύλου τὴν κεφαλὴν ἀμφοτέρους ἀνέδησε τῷ στεφάνῳ τοῦ μαρτυρίου· τὸν μὲν τῷ ξύλῳ προσηλώσας, τοῦ δὲ Παύλου τὴν κεφαλὴν ἐκτεμών, ἡμῖν δὲ καὶ τῷ κόσμῳ καταλιπὼν τὸ τῶν ἁγίων πάθος πανήγυριν καὶ τοσαύτης ἑορτῆς ἀφορμήν. 8.34.1 Ταῦτα ὑμῖν, ὦ τρισμακάριοι, ἤνεγκεν ὁ ἐτήσιος νόμος ὑμᾶς μὲν ἀνακηρύττων πανταχοῦ ὡς κοινοὺς τῆς οἰκουμένης ἀθλητάς, βελτιῶν δὲ τὰς τῶν ἀνθρώπων γνώμας διὰ τῆς ὑμετέρας τιμῆς. Ἀρετὴ γὰρ τιμω μένη πολλοὺς ἐγείρει πρὸς ζῆλον· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τὸν ἅγιον ἱερομάρτυρα

Φωκᾶν

9.1.1 Καλὴ καὶ συμφέρουσα τοῖς ἀσκουμένοις τὰ σπουδαῖα τῶν ἁγίων ἡ μνήμη. Οὐ γὰρ λόγῳ παιδεύει μόνον τοὺς ἐπιθυμοῦντας ἀρετῆς καὶ εὐσεβείας, ἀλλὰ καὶ τὰς πράξεις τῶν βεβιωκότων ὀρθῶς ἐναργεῖς διδασκάλους προτίθησιν. ∆ιὸ καὶ ὁ Κύριος ἡμῶν τὰς τῶν ἀρίστων κατορθωμάτων ὑποθήκας διδοὺς φησίν· Ὃς δ' ἂν ποιήσῃ καὶ δι δάξῃ, οὗτος μέγας κληθήσεται· καὶ ἀλλαχοῦ· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 9.1.2 Ἡ γὰρ λογικὴ παίδευσις τῆς πρακτικῆς ἐνεργείας ἥττων καὶ ἀσθε νεστέρα διδάσκαλος· καὶ ὅσῳ τῆς ἀκοῆς τὴν ὄψιν ἀκριβεστέραν εἶναί φαμεν, τοσούτῳ διωμολόγηται τοῦ λόγου τὴν πρᾶξιν κρατεῖν. Οὕτως τὰς ἐπιστήμας μανθάνομεν· οὕτω τὰς τέχνας ἐκπαιδευόμεθα λόγῳ πρότερον πρὸς τὴν μάθησιν ἐναγόμενοι, εἶτα χειρὶ καὶ πείρᾳ τὴν ἀμυδρὰν κρατύνοντες. 9.1.3 Καὶ πολλὰ μὲν ὁ γεωμέτρης περὶ τὴν βίβλον καμὼν καὶ πληρωθεὶς παρὰ τοῦ διδασκάλου τὴν ἀκοὴν οὐκ ἄλλως καταλήψεται τῶν ποικίλων σχημάτων τὴν δύναμιν, ἂν μὴ καταμάθῃ τὰ κέντρα καὶ τὰς γραμμὰς καὶ τοὺς κύκλους ἐπὶ τοῦ πίνακος. Οὐ μέντοι οὐδὲ τὸν ἀστρο νομίας ἐπιθυμήσαντα ὁ λόγος μόνον παιδεύει τὸ σπουδαζόμενον, ἂν μὴ τὴν σφαῖραν αὐτῷ περιδινήσας ἐπιστημόνως ὁ παιδευτὴς τοῖς ὀφθαλμοῖς παραδῷ τοῦ πόλου τὴν κίνησιν. Καὶ ὁ ἰατρικὸς δὲ πολλὰ τῷ Ἱπποκράτει καμὼν καὶ τοῖς ἄλλοις καθηγηταῖς ἀνεπιστήμων ἐστὶ θεραπευτής, πρὶν ἂν πρὸς τοὺς πολλοὺς βαδίσας ἀρρώστους παρ' αὐτῶν μάθῃτῶν νοσούντων τὸ θεραπεύειν. 9.1.4 Οὕτω δὴ καὶ ἡμεῖς οἱ μαθηταὶ τῶν μαρτύρων, τὰς πράξεις τῶν καρτερῶν ἀνδρῶν πρὸ τῆς ὁμολογίας διδασκάλους ποιούμενοι, μανθάνομεν ἄχρι τῶν ἐσχάτων κινδύνων φυλάττειν εὐσέ βειαν, αὐτὰς τὰς ἱερὰς θήκας αὐτῶν καθάπερ στήλας προσβλέποντες γράμμασι κεχαραγμένας καὶ δηλούσας ἀκριβῶς τοῦ μαρτυρίου τὴν ἀγωνίαν. 9.2.1 Ὥσπερ δὲ οἱ πλησιάζοντες τῇ δρυῒ τῇ Μαμβρῇ ἢ τῷ σπηλαίῳ τῷ ὠνητῷ, ὅπερ Ἐφραῒμ ὁ Χετταῖος εἰς ταφὴν τῆς Σάρρας ἀπέδοτο, ἔνθα δὴ καὶ αὐτὸς σὺν τοῖς παισὶν ὁ πατριάρχης ἀπόκειται, εὐθέως μετὰ τῆς θέας τῶν τόπων ἐν τοῖς λογισμοῖς ἀνανεοῦνται τὴν φαντασίαν καὶ βλέπουσι τῇ διανοίᾳ τὸν πιστὸν πατριάρχην, τὴν ἀπαρχὴν τῆς εὐσεβείας, τὴν ἐν ἐκείνῳ περιτομήν· λογίζονται δὲ καὶ τοὺς τῆς ἐκείνου ῥίζης ἀποβλαστήσαντας, τὸν Ἰσαάκ, τὸν Ἰακώβ, καὶ μετὰ τῆς μνήμης τῶν ἀνδρῶν ὅλης τῆς ἐπ' αὐτοὺς ἱστορίας γίνονται θεαταί· 9.2.2 οὕτως κἀγὼ σήμερον τὸν τίμιον σηκὸν τοῦ τρισμακαρίου