48
δυσκατόρθωτον τὸ πρᾶγμα τοῦτο, μείζονα τὰ κωλύματα τιθείς. Πρὸς δὲ τούτοις κἀκεῖνο εἰδέναι χρὴ, ὅτι οὐκ ἔνι μετὰ γάμον κύριον ἑαυτοῦ εἶναι, ἀλλ' ἀνάγκη δυοῖν θάτερον, ἢ διαπαντὸς ὁμιλεῖν τῇ γυναικὶ, ἂν ἐκείνη τοῦτο βούληται, ἢ βουλομένης ἐγκρατεύεσθαι ἀποστάντα μοιχείᾳ ἁλίσκεσθαι. Τί δεῖ λέγειν τὰς ἄλλας ἀνάγκας τῶν παίδων, τῆς οἰκίας τὰς φροντίδας, αἳ πᾶσαν προθυμίαν ἱκαναὶ ἀμβλῦναι, καὶ πολλὴν τῆς ψυχῆς κατασκεδάσαι νάρκην;
ιηʹ. ∆ιὸ βέλτιον, κύριον ὄντα καὶ λελυμένον ἐκ πρώτης ὁπλίζειν τῆς ἡλικίας, οὐ τῶν εἰρημένων ἕνεκεν μόνον, ἀλλὰ καὶ τοῦ ῥηθήσεσθαι μέλλοντος οὐχ ἧττον ἢ τούτων. Ὁ μὲν γὰρ πρὸς τῷ τέλει τοῦ βίου τῆς φιλοσοφίας ἁψάμενος ταύτης, πάντα ἀναλίσκει τὸν χρόνον, ἵνα δυνηθῇ τὰ γενόμενα κατὰ τὴν ἔμπροσθεν ἡλικίαν ἁμαρτήματα ἀπονίψασθαι, καὶ πᾶσα εἰς τοῦτο ἡ σπουδὴ δαπανᾶται· καὶ οὐδὲ οὕτω πολλάκις ἀρκεῖ, ἀλλ' ἀπέρχεται λείψανα τῶν πληγῶν ἔχων· ὁ δὲ ἐκ πρώτης ἡλικίας ἀποδυσάμενος, οὐκ εἰς τοῦτο δαπανᾷ τὸν χρόνον, οὐδὲ κάθηται τραύματα θεραπεύων, ἀλλ' ἐκ προοιμίων λαμβάνει τὰ βραβεῖα· κἀκείνῳ μὲν ἀγαπητὸν τὰς ἥττας ἀναμαχέσασθαι πάσας, οὗτος δὲ ἐκ βαλβῖδος αὐτῆς τρόπαια ἵστησι, καὶ νίκας συνάπτει νίκαις· καθάπερ τις Ὀλυμπιονίκης ἐκ πρώτης ἡλικίας δι' ἀναῤῥήσεων ἐπὶ τὸ γῆρας ὁδεύων, οὕτως ἄπεισιν ἐκεῖ, μυρίοις τὴν κεφαλὴν ἀναδησάμενος στεφάνοις. Τίνων οὖν βούλει εἶναι τὸν υἱόν; τῶν διὰ τὴν πολλὴν παῤῥησίαν καὶ πρὸς αὐτοὺς τοὺς ἀρχαγγέλους ἀντιβλέψαι δυναμένων, ἢ ἐκείνων τῶν μετὰ πάντων ἑστώτων, καὶ τὴν ἐσχάτην τηρούντων τάξιν; Τὴν ἐσχάτην γὰρ λήψονται πάντως, καὶ ταύτην, ὅταν δυνηθῶσι πάντα τὰ κωλύματα διαδραμεῖν, ἅπερ ἀπηριθμησάμην νῦν, καὶ μήτε ἄωρος προαναρπάσῃ θάνατος, μήτε ὑπὸ γυναικὸς κωλυθῶσιν ὕστερον, μήτε τοσαῦτα τραύματα λάβωσιν, ὡς μὴ δυνηθῆναι αὐτοῖς τὸν τοῦ γήρως ἀρκέσαι χρόνον πρὸς τὴν θεραπείαν ἐκείνων, τήν τε γνώμην μένωσι διαπαντὸς τηροῦντες βεβαίαν καὶ ἀκίνητον. Ὅταν γὰρ ταῦτα πάντα συνέλθῃ, τότε μόλις ἐν τοῖς ἐσχάτοις τετάξονται. Τούτων οὖν βούλει εἶναι τὸν υἱὸν, ἢ τῶν ἐν τῷ μετώπῳ τῆς φάλαγγος λαμπόντων; Καὶ τίς οὕτω, φησὶν, ἄθλιος, ὡς ἐκεῖνα μᾶλλον, ἢ ταῦτα συνεύξασθαι τοῖς παισίν; Ἀλλὰ συνήθειαν ἐπιζητοῦμεν, καὶ σὺν ἡμῖν αὐτοὺς εἶναι βουλόμεθα. Τοῦτο καὶ αὐτὸς βούλομαι, καὶ ὑμῶν οὐχ ἧττον εὔχομαι τῶν γεννησαμένων, εἰς τὴν πατρῴαν αὐτοὺς ἐπανελθεῖν οἰκίαν, καὶ τῶν τροφείων ἀποδοῦναι τὰς ἀμοιβὰς, ὧν ἴσας οὐκ ἂν εὕροιεν ἑτέρας· ἀλλὰ μὴ νῦν αὐτοὺς τοῦτο ἀπαιτῶμεν. Πῶς γὰρ οὐκ ἄτοπον ἐπὶ λόγοις μὲν πέμποντας, πολὺν χρόνον καὶ τῆς πατρίδος ἐξορίζειν 47.380 αὐτοὺς, καὶ τέχνην βάναυσόν τινα ἢ καὶ ἑτέραν φαυλοτέραν μανθάνειν μέλλουσιν ἄβατον καθιστάναι τὴν οἰκίαν, ἐν διδασκάλου οἰκίᾳ καὶ ἀριστᾷν καὶ καθεύδειν κελεύοντας· τούτους δὲ οὐκ ἐπ' ἀνθρώπειον μέλλοντας ἔρχεσθαι μάθημα, ἀλλ' ἐπὶ τὴν οὐράνιον φιλοσοφίαν, εὐθέως ἀφέλκειν, πρὶν ἢ γενέσθαι ὅπερ εὐχόμεθα; Καὶ σχοῖνον μέν τις τεταμένην διατρέχειν διδασκόμενος, πολὺν χρόνον ἀποστήσεται τῶν αὐτοῦ, τοὺς δὲ μανθάνοντας ἀπὸ τῆς γῆς πέτεσθαι εἰς τὸν οὐρανὸν, συγκατακλείσομεν τοῖς γονεῦσι; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ' ἄν; Οὐχ ὁρᾶτε τοὺς γεωργοὺς, ὅτι, κἂν σφόδρα ἐπείγωνται τῶν πόνων λαβεῖν τοὺς καρποὺς, ἀώρους αὐτοὺς οὐκ ἂν ἀνάσχοιντο τρυγῆσαί ποτε; Μὴ τοίνυν μηδὲ ἡμεῖς πρὸ ὥρας ἀπάγωμεν τῆς κατὰ τὴν ἐρημίαν διατριβῆς τοὺς υἱοὺς, ἀλλ' ἐάσωμεν αὐτοῖς ἐμπαγῆναι τὰ μαθήματα, καὶ ῥιζωθῆναι τὰ φυτά· κἂν δέκα, κἂν εἴκοσιν ἔτη τρέφεσθαι αὐτοὺς ἐν μοναστηρίῳ δέῃ, μὴ θορυβώμεθα, μηδὲ ἀλύωμεν· ὅσῳ γὰρ ἂν ἐνδιατρίβῃ τῷ γυμνασίῳ πλέον, τοσούτῳ πλείονα κτήσεται τὴν ἰσχύν. Μᾶλλον δὲ, εἰ δοκεῖ, μηδὲ χρόνον ὁρίζωμεν, ἀλλ' ὅρος ἐκεῖνος ἔστω μόνος ὁ πρὸς τὴν ἀκμὴν ἄγων τοὺς ἐν αὐτῷ φυτευθέντας καρποὺς, καὶ τότε ἐπανερχέσθω ἀπὸ τῆς ἐρήμου, πρότερον δὲ μή. Οὐδὲ γὰρ ἔσται τι πλέον ἀπὸ τῆς ταχύτητος ἡμῖν ταύτης, ἀλλ' ἢ τὸ μηδέποτε αὐτὸν γενέσθαι ὥριμον. Ὁ γὰρ πρὸ ὥρας τῆς ἐν τῇ ῥίζῃ τροφῆς