1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

48

τοῦτο ἤδη μὲν ἐδήλωσεν εἰπὼν, ὅτι ἤδη ἐναυάγησάν τινες περὶ τὴν πίστιν. Καὶ νῦν δέ φησι· Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις. Περὶ Μανιχαίων, καὶ Ἐγκρατιτῶν, καὶ Μαρκιωνιστῶν, καὶ παντὸς αὐτῶν τοῦ ἐργαστηρίου τὰ τοιαῦτά φησιν, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως. Ὁρᾷς ὅτι πάντων αἴτιον τῶν μετὰ ταῦτα κακῶν τὸ τῆς πίστεως ἀποστῆναι; Τί δέ ἐστι, Ῥητῶς; Φανερῶς, σαφῶς, ὁμολογουμένως, ὡς μὴ ἀμφιβάλλειν. Μὴ θαυμάσῃς, φησὶν, εἰ νῦν ἀπὸ τῆς πίστεώς τινες ἀποστάντες ἔτι Ἰουδαΐζουσιν· ἔσται καιρὸς ὅτε χαλεπώτερον αὐτοὶ οἱ τῆς πίστεως μετεσχηκότες τοῦτο ἐργάσονται, οὐ μέχρι βρωμάτων, ἀλλὰ καὶ μέχρι γάμων, καὶ πάντων τῶν τοιούτων τὴν ὀλέθριον συμβουλὴν εἰσάγον 62.558 τες. Οὐ περὶ Ἰουδαίων λέγει ταῦτα· πῶς γὰρ τὸ, Ἐν ὑστέροις καιροῖς, καὶ τὸ, Ἀποστήσονταί τινες τῆς πίστεως, ἔχει χώραν; ἀλλὰ περὶ Μανιχαίων, καὶ τῶν ἀρχηγετῶν τούτων. Πνεύματα δὲ πλάνης ἐκάλεσεν αὐτοὺς, εἰκότως· ὑπὸ γὰρ ἐκείνων ἐνεργούμενοι, ταῦτα ἐφθέγξαντο. Τί ἐστιν, Ἐν ὑποκρίσει ψευδολόγων; Αὐτὰ ἃ ψεύδονται, οὐ κατὰ ἄγνοιαν οὐδὲ οὐκ εἰδότες, ἀλλ' ὑποκρινόμενοι ψεύδονται, εἰδότες μὲν τὸ ἀληθὲς, τὸ δὲ συνειδὸς κεκαυτηριασμένοι, τουτέστι, πονηροῦ ὄντες βίου. Τί δήποτε δὲ μόνους τούτους τοὺς αἱρετικοὺς λέγει; Προεῖπεν ὁ Χριστὸς καὶ ἑτέρους λέγων, Ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα. Ἄλλως τε διὰ τῆς τοῦ σίτου σπορᾶς καὶ τῶν ζιζανίων τῆς βλάστης τούτους αὐτοὺς προεμήνυσε. Σὺ δέ μοι θαύμασον τοῦ Παύλου τὴν προφητείαν· πρὸ γὰρ τῶν χρόνων, ὧν ἔμελλεν ἔσεσθαι, ἐδήλου καὶ τὸν χρόνον αὐτόν. Μὴ θαυμάσῃς τοίνυν, εἰ νῦν, ὅτε τὴν ἀρχὴν ἔχει τὰ τῆς πίστεως, ταῦτά τινες ἐπιχειροῦσι παρεισφέρειν τὰ ὀλέθρια δόγματα, ὅτι, ὅταν παγῇ μετὰ χρόνον πολὺν, ἀποστήσονταί τινες τῆς πίστεως. Κωλυόντων, φησὶ, γαμεῖν, ἀπέχεσθαι βρωμάτων. Τί δήποτε καὶ τὰς ἄλλας αἱρέσεις οὐκ εἶπεν; Ἠνίξατο καὶ αὐτὰς εἰπὼν, Πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων. Οὐ γὰρ ἐβούλετο ἤδη κατασπεῖραι εἰς τὰς τῶν ἀνθρώπων ψυχὰς ταῦτα· ἀλλ' ὅπερ ἀρχὴν εἰλήφει, τοῦτο ἤδη παρέδειξε, τὸ τῶν βρωμάτων. Ἃ ὁ Θεὸς, φησὶν, ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. ∆ιὰ τί μή φησι, Καὶ τοῖς ἀπίστοις; Πῶς τοῖς ἀπίστοις, ὁπότε νόμοις ἑαυτοὺς τούτων ἀπείργουσι; Τί οὖν; οὐ κεκώλυται ἡ τρυφή; Καὶ σφόδρα. ∆ιὰ τί, εἰ εἰς μετάληψιν ἔκτισται; Ὅτι καὶ ἄρτον ἔκτισε, καὶ κεκώλυται 62.559 ἡ ἀμετρία, καὶ οἶνον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία. Οὐχ ὡς ἀκάθαρτον νῦν τὴν τρυφὴν παραιτεῖσθαι κελεύει, ἀλλ' ὡς ἐκλύουσαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, φησὶ, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον. Εἰ κτίσμα Θεοῦ, καλόν· Πάντα γὰρ καλὰ λίαν. Τῷ εἰπεῖν, Κτίσμα Θεοῦ, περὶ τῶν ἐδωδίμων ἁπάντων ᾐνίξατο· καὶ ἤδη προκατασπᾷ τὴν αἵρεσιν τὴν τῶν ἀγέννητον τὴν ὕλην εἰσαγόντων, καὶ ἐκείνης ταῦτα λεγόντων εἶναι. Οὐκοῦν εἰ καλὸν, τί ἐστιν ὅ φησι, τὸ, Ἁγιάζεται διὰ λόγου καὶ ἐντεύξεως; δῆλον γὰρ ὅτι ἀκάθαρτον ὂν ἁγιάζεται. Οὐ τοῦτο, ἀλλ' ἐνταῦθα πρὸς ἐκείνους φησὶ, τοὺς κοινά τινα νομίζοντας ἐξ αὐτῶν εἶναι. ∆ύο τοίνυν τίθησι κεφάλαια, ἓν μὲν, ὅτι οὐδὲν κτίσμα κοινόν· δεύτερον δὲ, ὅτι εἰ καὶ γένοιτο κοινὸν, ἀλλ' ἔχεις τὸ φάρμακον· σφράγισον, εὐχαρίστησον, δόξασον τὸν Θεὸν, καὶ πᾶσα ἀκαθαρσία ἀπέπτη. Οὐκοῦν καὶ τὸ εἰδωλόθυτον, φησὶν, οὕτω δυνάμεθα καθαίρειν; Ἐὰν μὴ ᾔδεις, ὅτι εἰδωλόθυτόν ἐστιν· ἐὰν δὲ εἰδῇς λοιπὸν καὶ μεταλάβῃς, ἀκάθαρτος ἔσῃ, οὐχ ὅτι εἰδωλόθυτόν ἐστιν, ἀλλ' ὅτι προσταχθεὶς μὴ κοινωνεῖν δαίμοσιν, ἐκοινώνησας δι' ἐκείνου. Ὥστε οὔτε ἐκεῖνό ἐστι φύσει τοιοῦτον, ἀλλ' ἀπὸ τῆς προαιρέσεως γίνεται τῆς σῆς καὶ τῆς παρακοῆς. Τί δαί; οὐκ ἀκάθαρτον τὸ ὕειον; Οὐδαμῶς, ὅταν μετὰ εὐχαριστίας λαμβάνηται, ὅταν μετὰ σφραγῖδος, οὐδὲ ἄλλο οὐδέν. Ἀκάθαρτος ἡ προαίρεσις ἡ μὴ εὐχαριστοῦσα τῷ Θεῷ.