1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

48

αὐτόν, ὥστε τὰ κρείττω ἑλέσθαι· μετὰ δὲ τὸ προελέσθαι μάταια λοιπὸν τὰ τῆς εὐχῆς, τῶν ἑπομένων πάντως ἐξ ἀνάγκης ἐπαγομένων. ἡμεῖς δὲ καὶ ἐπὶ τούτοις δύνασθαι τὴν εὐχὴν διοριζόμεθα. ἐπὶ τῇ προνοίᾳ γὰρ εἶναι τὸ ναυαγῆσαι τὸν πλέοντα καὶ μή, οὐκ ἐξ ἀνάγκης μέντοι τὸ ἕτερον αὐτῶν, ἀλλ' ἐνδεχομένως. οὐ γὰρ ὑπ' ἀνάγκην ὁ θεός, οὐδὲ τὴν βούλησιν αὐτοῦ δουλεύειν ἀνάγκῃ θεμιτὸν εἰπεῖν· καὶ γὰρ τῆς ἀνάγκης δημιουργός ἐστιν. ἀνάγκην μὲν γὰρ ἐπέθηκεν τοῖς ἄστροις ὥστε ἀεὶ κατὰ τὰ αὐτὰ κινεῖσθαι, καὶ τὴν θάλασσαν περιώρισεν, καὶ τοῖς καθόλου καὶ γενικοῖς ὅρον ἀναγκαῖον ἔθηκεν, ὃν εἰ βούλονται καλεῖν εἱμαρμένην διὰ τὸ πάντῃ καὶ πάντως οὕτω γίνεσθαι κατ' ἀνάγκην, ὡς πάντα τὰ κατὰ διαδοχὴν ἐν γενέσει φθείρεσθαι, λό γος οὐδείς· περὶ γὰρ ὀνομάτων οὐκ ἀμφισβητοῦμεν πρὸς αὐτούς· αὐτὸς δὲ πάσης ἀνάγκης οὐ μόνον ἐκτὸς καθέστηκεν ἀλλὰ καὶ κύριος καὶ ποιητής ἐστιν. ἐξουσία γὰρ ὢν καὶ φύσις ἐξουσιαστική, οὐδὲν οὔτε φύσεως ἀνάγκῃ οὔτε θεσμῷ νόμου ποιεῖ, πάντα δέ ἐστιν αὐτῷ ἐνδεχόμενα καὶ τὰ ἀναγκαῖα. καὶ ἵνα τοῦτο δειχθῇ ἔστησέ ποτε τὸν δρόμον ἡλίου καὶ σελήνης, τῶν ἀνάγκῃ φερομένων καὶ ἀεὶ ὡσαύτως ἐχόντων, ἵνα δείξῃ μηδὲν αὐτῷ κατ' ἀνάγκην γίνεσθαι ἀλλὰ πάντα κατ' ἐξουσίαν ἐνδεχομένως. ἅπαξ δὲ τοιαύτην ἡμέραν ἐποίησεν, ὡς ἐπεσημήνατο καὶ ἡ γραφή, ἵνα μόνον ἐνδείξηται καὶ μὴ διαλύσῃ τὸν θεσμὸν τὸν ἐξ ἀρχῆς αὐτῷ τεθέντα τῆς ἀναγκαίας τῶν ἄστρων φορᾶς. οὕτω καί τινας τῶν ἀνθρώπων ἐν τῇ ζωῇ διαφυλάττει, ὡς τὸν Ἠλίαν καὶ τὸν Ἑνώχ, θνητοὺς ὄντας καὶ ὑποκειμένους φθορᾷ, ἵνα διὰ πάντων τούτων τὴν ἐξουσίαν αὐτοῦ καὶ τὴν ἀκατανάγκαστον βούλησιν κατανοήσωμεν. οἱ δὲ Στωϊκοί φασιν ἀποκαθισταμένους τοὺς πλανήτας εἰς τὸ αὐτὸ σημεῖον κατά τε μῆκος καὶ πλάτος ἔνθα τὴν ἀρχὴν ἕκαστος ἦν ὅτε τὸ πρῶτον ὁ κόσμος συνέστη, ἐν ῥηταῖς χρόνων περιόδοις ἐκπύρωσιν καὶ φθορὰν τῶν ὄντων ἀπεργάζεσθαι, καὶ πάλιν ἐξ ὑπαρχῆς εἰς τὸ αὐτὸ τὸν κόσμον ἀποκαθί στασθαι, καὶ τῶν ἀστέρων ὁμοίως πάλιν φερομένων ἕκαστα τῶν ἐν τῇ προτέρᾳ περιόδῳ γενομένων ἀπαραλλάκτως ἀποτελεῖσθαι. ἔσεσθαι γὰρ πάλιν Σωκράτην καὶ Πλάτωνα καὶ ἕκαστον τῶν ἀνθρώπων σὺν τοῖς αὐτοῖς καὶ φίλοις καὶ πολίταις, καὶ τὰ αὐτὰ πείσεσθαι, καὶ τοῖς αὐτοῖς συντεύξεσθαι καὶ τὰ αὐτὰ μεταχειριεῖσθαι, καὶ πᾶσαν πόλιν καὶ κώμην καὶ ἀγρὸν ὁμοίως ἀποκαθίστασθαι· γίνεσθαι δὲ τὴν ἀποκατάστασιν τοῦ παντὸς οὐχ ἅπαξ ἀλλὰ πολλάκις· μᾶλλον δὲ εἰς ἄπειρον, καὶ ἀτελευτήτως τὰ αὐτὰ ἀποκαθίστασθαι· τοὺς δὲ θεοὺς τοὺς μὴ ὑποκειμένους τῇ φθορᾷ ταύτῃ, παρακολουθήσαντας μιᾷ περιόδῳ γινώσκειν ἐκ ταύτης πάντα τὰ μέλλοντα ἔσεσθαι ἐν ταῖς ἑξῆς περιόδοις· οὐδὲν γὰρ ξένον ἔσεσθαι παρὰ τὰ γενόμενα πρότερον, ἀλλὰ πάντα ὡσαύτως ἀπαραλλάκτως ἄχρι καὶ τῶν ἐλαχίστων. καὶ διὰ ταύτην τὴν ἀποκατάστασιν φασί τινες τοὺς Χριστιανοὺς τὴν ἀνάστασιν φαντάζεσθαι, πολὺ πλανηθέντες. εἰς ἅπαξ γὰρ τὰ τῆς ἀναστάσεως, καὶ οὐ κατὰ περίοδον ἔσεσθαι τὰ τοῦ Χριστοῦ δοξάζει λόγια. 38 περὶ τοῦ ἐφ' ἡμῖν ὅ ἐστι περὶ τοῦ αὐτεξουσίου Ὁ περὶ τοῦ αὐτεξουσίου λόγος, τουτέστι τοῦ ἐφ' ἡμῖν, πρώτην μὲν ἔχει ζήτησιν εἰ ἔστι τι ἐφ' ἡμῖν· πολλοὶ γὰρ οἱ πρὸς τοῦτο ἀντιβαίνοντες· δευτέραν δὲ τίνα ἐστὶ τὰ ἐφ' ἡμῖν, καὶ τίνων ἐξουσίαν ἔχομεν· τρίτην τὴν αἰτίαν ἐξετάσαι δι' ἣν ὁ ποιήσας ἡμᾶς Θεὸς αὐτεξουσίους ἐποίησεν. ἀναλαβόντες οὖν περὶ τοῦ πρώτου πρῶτον εἴπωμεν, ἀποδεικνύντες ὅτι ἔστι τι ἐφ' ἡμῖν ἐκ τῶν καὶ παρ' ἐκείνοις ὁμολογουμένων. τῶν γινομένων πάντων ἢ θεόν φασιν αἴτιον εἶναι ἢ ἀνάγκην ἢ εἱμαρμένην ἢ φύσιν ἢ τύχην ἢ τὸ αὐτόματον. ἀλλὰ τοῦ μὲν θεοῦ ἔργον οὐσία καὶ πρόνοια· τῆς δὲ ἀνάγκης τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἡ κίνησις· τῆς δὲ εἱμαρμένης τὸ ἐξ ἀνάγκης τὰ δι' αὐτῆς ἐπιτελεῖσθαι (καὶ γὰρ αὐτὴ τῆς ἀνάγκης ἐστί)· τῆς δὲ φύσεως γένεσις, αὔξησις, φθορά, φυτὰ καὶ ζῷα· τῆς δὲ τύχης τὰ σπάνια καὶ ἀπροσδόκητα (ὁρίζονται γὰρ τὴν τύχην σύμπτωσιν καὶ συνδρομὴν δύο αἰτίων ἀπὸ προαιρέσεως τὴν ἀρχὴν ἐχόντων ἄλλο τι παρ' ὃ πέφυκεν ἀποτελούντων, ὡς τάφρον ὀρύσσοντα θησαυρὸν εὑρεῖν.