1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

49

Φωκᾶ καταλαβὼν ἐκ τοῦ τόπου πληροῦμαι τῆς μνήμης πάντων ὁμοῦ τῶν ἐπ' αὐτῷ λεγομένων διηγημάτων· βλέπω τὸν κηπουρὸν τὸ ἐπιτήδευμα, τὸν ἄπλαστον τὴν ψυχήν, τὸν φιλόξενον, τὸν τῆς παραλίας ἐξαίρετον, τὸν τῆς μεσογείου εὐεργέτην, τῶν ἁγίων τὸν ἅγιον καὶ τῶν δεδοξασμένων διὰ Χριστὸν ἐνδοξότερον. 9.3.1 Ἱερὸς μὲν γὰρ καὶ θεσπέσιος ἅπας ὁ τῶν γενναίων μαρτύρων κατάλογος, πάθει τὴν ὑπὲρ πάθους ἀποδοὺς χάριν, αἵματι δὲ τὴν ὑπὲρ αἵματος τῷ Σωτῆρι τῶν ὅλων ἀμοιβὴν ἐκπληρώσας. Πλὴν ἐν αὐτοῖς τούτοις οὐ μία τῶν πάντων ἡ δόξα, οὐδὲ πρὸς ἓν μέτρον ἴσα τὰ γέρα τοῖς ὅλοις ἀποκεκλήρωνται, ἀλλὰ τὸ πρῶτον καὶ δεύτερον οὐδὲ ὁ τῶν ἁγίων ἐκφεύγει κατάλογος. Αἴτιον δὲ οἶμαι τούτου τὸ λίαν ἀπηκριβώμενον τοῦ κριτοῦ καὶ ἀπρόσκλιτον. 9.3.2 Ἐφορᾷ γὰρ καὶ τιμωριῶν μεγέθη καὶ καρτερίας ἐνστάσεις, καὶ βασανίζων τὸ ἀγώνισμα τὰς πρὸς ἀξίαν ἀμοιβὰς διανέμει τοῖς ἀθληταῖς. Καὶ παράδοξον οὐδαμῶς εἰ παρὰ Θεοῦ οὕτως τιμᾶται τὸ δίκαιον, ὁπότε καὶ παρ' ἡμῖν στρατηγοὶ καὶ ἀγωνοθέται οὐκ ἴσοι γίνονται τοῖς ἀριστεῦσιν ἢ τοῖς ἀγωνισταῖς, ἀλλὰ δὴ ἑκάστῳ κατὰ τὸ μέτρον τοῦ κατορθώματος τὰς δωρεὰς ἀναλογούσας ἐπιφημίζουσιν. 9.4.1 Ταῦτα δὲ διῆλθον, ἵνα δείξω ὡς ὁ σήμερον ἡμῖν παρασχὼν τοῦ συλλόγου τὴν ἀφορμὴν τῶν ἑταίρων καὶ συναγωνιστῶν ἐστι περιφανέστερος. Οἱ μὲν γὰρ ἄλλοι οὐ πάντες παρὰ πᾶσι γνωρίζονται, οὐδὲ βεβοημένην ἔχουσι τὴν ἀνδραγαθίαν· Φωκᾶν δὲ οὐκ ἔστιν ὃς ἀγνοεῖ· ἀλλ' ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου πᾶσιν ὀφθαλμοῖς ἐφήπλωται, οὕτως καὶ ἡ τοῦ μάρτυρος τούτου φήμη πᾶσαν ἀκοὴν περιήχησε· καὶ ἵνα συνελὼν εἴπω, ὅσοι τὸν ∆εσπότην ἐγνώρισαν Χριστόν, οὗτοι καὶ τὸν πιστὸν δοῦλον ἐγνώρισαν· μᾶλλον δέ, εἰ δοκεῖ, τῶν κοινῶν πρὸς τοὺς ἄλλους ἐγκωμίων ἀφέμενος τὰ ἐξαίρετα τοῦ μάρτυρος διηγήματα ὑμῖν τοῖς φιλομάρτυσι διηγήσομαι. Ἤνεγκε τοίνυν τὸν ἅγιον ἄνδρα, τὸ μέγα χριστιανῶν ὄφελος, ἡ γείτων Σινώπη, πόλις ἀρχαία καὶ γνώριμος, εὔπορος καρτερῶν καὶ φιλοσόφων ἀνδρῶν. Μὴ γάρ μοί τις λογιζέσθω νῦν τὸ τῆς θρησκείας διάφορον, ἀλλ' εἰ σπουδαίων ὅλως ἀνδρῶν τροφὸς καὶ μήτηρ ἐδείχθη. Ἐπιτήδευμα δὲ αὐτῷ τοῦ βίου κήπου γεωργία καὶ ἐπιμέλεια, ὅνπερ αὐτοῦ που πρὸ τῆς πύλης τοῦ ἄστεος ἐπὶ τοῦ στόματος τοῦ Ἰσθμοῦ κεκτημένος ἤσκει φιλοπόνως, ἑαυτῷ καὶ τοῖς δεομένοις παραμυθίαν τοῦ βίου. 9.5.2 Ἤνοιγε δὲ καὶ τοῖς ξένοις μάλα προθύμως τὴν μικρὰν καὶ πενομένην ἑστίαν. Ἐποικῶν δὲ τῇ λεωφόρῳ κοινὰ τοῖς ἐπιδημοῦσι προετίθει τὰ ὄντα· καὶ νέος ἦν Λώτ, οὐ Σοδομιτῶν, ἀλλὰ Σινωπέων. Τοῦ δὲ χρόνου προελθόντος τὴν ἐντολὴν εὗρεν οὐκ ἄμισθον· ἀπὸ γὰρ τῆς φιλοξενίας ἐκέρδανε τοῦ ζωοποιοῦ θανάτου τὴν πρόφασιν· ὅθεν δὲ καὶ ὅπως μικρὸν ἀναλαβόντος ἀκούσατε. 9.6.1 Τοῦ λόγου τῆς εὐσεβείας ἡμῶν καταγγελθέντος καὶ τοῦ θεσπεσίου κηρύγματος πρὸς πᾶσαν ἀκοὴν ἐξελθόντος, γνωρίζοντος δὲ Χριστὸν καὶ τὰ ἐκείνου μυστήρια, ἐφρύαξαν ἔθνη, κατὰ τὸν ψαλμόν, καὶ οἱ βασιλεῖς καὶ ἄρχοντες συνήγοντο ἐπὶ τὸ αὐτό· καὶ οἱ τῆς πλάνης λαοὶ ὠργίζοντο τοῦ Ἰησοῦ βασιλεύσαντος. Ἐζητεῖτο δὲ πᾶς χριστιανὸς ὡς κακοῦργος καὶ ὁ ἐγγὺς ἐκολάζετο καὶ ὁ μακρὰν ἀνιχ νεύετο. 9.6.2 ∆ιὸ καὶ Φωκᾶν οὔτε ἡ εὐτέλεια τοῦ ἐπιτηδεύματος καὶ ὁ κηπουρὸς ἔκρυψεν, ἀλλὰ καὶ οὗτος ὡς γνήσιος μάλιστα τοῦ Χριστοῦ μύστης ἐμηνύθη. Καὶ δὴ καὶ ἦλθον ἐπ' αὐτὸν οἱ τοῦ δυστήνου τοῦδε βίου καὶ ῥέοντος κελευσθέντες ἀπαγαγεῖν ἄκριτον, ἀναπολόγητον. Καὶ γὰρ ἦν τὸ ἔγκλημα τοιοῦτον, ὃ λαμπρᾷ τῇ φωνῇ ὁ γεννάδας καθωμολόγει· καὶ μηδενὸς ἐρωτῶντος ἔργοις ἐδείκνυε, πυνθανομένου δὲ περιχαρῶς ἐξεβόα. 9.7.1 Ἐλθόντες γ' οὖν οἱ τῆς ἐκείνου τιμωρίας δήμιοι καὶ τῆς ἡμετέρας ἑορτῆς αἴτιοι παρ' αὐτῷ τῷ ζητουμένῳ κατέλυσαν, οὔτε γινώσκοντες οὔτε γινωσκόμενοι. Ἐν ἀπορρήτῳ δὲ τέως εἶχον τῆς ἐπιδημίας τὴν πρόφασιν, ἵνα πρότερον ἐκδιδαχθέντες παρὰ τῶν ἔξω τῆς πόλεως τίς ὁ Φωκᾶς καὶ ὅποι διάγων, ἀθρόον ἐπιστάντες συλλάβωσιν, ὡς οἱ Ἑβραῖοι ποτε ἐν τῷ κήπῳ μετὰ Ἰούδα τὸν