1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

49

καλοῦσιν. Τοιοῦτος ἦν ἀεὶ ὁ λόγος ἴσ. λαός εἴγε ἐβούλετο. Ὁ γὰρ Θεὸν περικείμενος, οὐκ ἂν ᾔσθετο πένθους, ἢ γήρως· ἐκεῖ γὰρ παρὰ τὴν χρῆσιν τὸ τριβῆναι γίνεται. Ἡμεῖς μὲν οὖν οὕτω χρώμεθα, ὥστε εἰ καὶ καινὸν εἴη κατατρίψαι· ὁ δὲ Θεὸς οὕτω χρῆται, ὥστε εἰ καὶ παλαιὸν εἴη ποιῆσαι νέον. Τοῦτο καὶ ἐπὶ τῆς καινῆς γέγονε, περιέθετο αὐτοὺς καὶ ἐποίησε νέους. *Ζώνην λέγει λινῆν· ἐπάγει γοῦν· Καὶ περίθου 64.885 περὶ τὴν ὀσφύν σου. Τὸν δὲ προφήτην εἰς τύπον λαμβάνει τοῦ Θεοῦ. Τὸ δὲ περίζωμα, εἰς τύπον τοῦ λαοῦ. Περίθου οὖν περὶ τὴν ὀσφύν σου, ὡς ἐγὼ τὸν λαόν μου συνῆψα ἐμοὶ διὰ τῶν νομίμων. Καὶ ἐν ὕδατι οὐ διελεύσεται. Ἀπὸ τοῦ ῥύπου μὴ ἀποῤῥύψῃς, ὡς οὐδὲ ἐγὼ ἀπεστράφην αἵμασιν εἰδωλολατρίας πεφυρμένον. Λάβε τὸ περίζωμα, καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην. Τίνος ἕνεκεν ἐν τῷ Εὐφράτῃ, καὶ βαδίζειν τοσαύτην ὁδὸν ἐπέτρεψεν; ὁ γὰρ Ἰορδάνης ποταμὸς οὐχὶ πλησίον ἦν; ἀλλ' ἵνα δείξῃ πόθεν ἔπεισι τὰ κακὰ, καὶ τίνος ἕνεκεν, καὶ πολλὰς ἀφίησιν ἡμέρας. Καὶ ἐπορεύθην, καὶ ἔκρυψα. Καὶ ἐγένετο καθ' ἡμέρας πολλάς. Ἵνα μάθῃς τὴν μακροθυμίαν· ἵνα γὰρ μὴ νομίσῃς, τὸ μῆκος τῶν ἡμερῶν πεποιηκέναι τὴν φθορὰν, καινόν ἐστι, καὶ ἐν λίθῳ κεῖται, ἔνθα οὔτε σκώληξ ἀπὸ ξύλου ἐξῄει. Κατέκρυψεν αὐτοὺς, τοῦτ' ἔστιν ἐν ἀσφαλείᾳ ἐποίησεν, ὥσπερ ἐν πέτρᾳ. Ὅτε ἀφ' ἑαυτοῦ ἀφεῖλεν, ἐφόβησεν, ἠπείλησεν, καὶ οὐδὲν ἐγίνετο πλέον, λοιπὸν διαφθείρονται. ∆είκνυσι ὅτι τῆς τοῦ Θεοῦ ὀργῆς, ἡ διαφθορά. Οὐχ ἅμα τὸ ἀρθῆναι ἀπὸ τῆς ὀσφύος ἀπώλοντο· οὐ γὰρ ἅμα ὅταν ἡμᾶς ἀποῤῥίψῃ ὁ Θεὸς, ἀναιρεῖ· οὐχ ἅμα τῷ νομισθῆναι αὐτοῦ ἀνάξιοι, κολαζόμεθα· ἀλλὰ φέρει πολὺν χρόνον, καὶ τότε ἐπάγει τὴν τιμωρίαν. Καὶ κτῆσαι σεαυτῷ. Οὐ παρά τινος ἔλαβεν, οὐκ εἰς οἰκείαν χρείαν· οὐδὲ γὰρ ἐδεῖτο ὁ προφήτης· οὐχ ἵνα σκέπηται, ἀλλ' ἵνα αὐτὸν οἰκειώσηται. Ὥσπερ οὖν ὁ προφήτης οὐδὲ περιβαλλόμενος ἐνδοξότερος ἦν, οὔτε ἀποθέμενος ἀδοξότερος ἦν, οὔτε ἐδεῖτο αὐτοῦ, οὕτως οὐδὲ ὁ Θεός. Ὅρα δὲ πῶς οὐ πάντα μανθάνει ἐφεξῆς, ἀλλὰ κατὰ μικρὸν, ἵνα μάθῃς αὐτοῦ τὴν ὑπακοήν. Εἶπεν· Κτῆσαι, καὶ περίθου. Οὐκ εἶπε, ∆ιατί; ἀλλ' ὑπήκουσε. Πάλιν εἶπεν· Ὕπαγε εἰς τὸν Εὐφράτην· οὐκ εἶπεν, ∆ιατί? ἀλλ' ἐπληροφορήθη, καὶ ἐπείσθη. Τοῦτο καὶ ἡμεῖς πράττωμεν. Οὐκ εἶπεν, Ἀσχημοσύνη ἐστὶ, γέλως ἐστίν· ἀλλὰ πάντα πείθεται. ∆ιὰ τοῦτο κατὰ μικρὸν αὐτῷ ἐπιτάσσει, ἵνα μάθῃ τὴν ὑπακοήν. Τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων. Ὁρᾷς πῶς ἡ ἐπίτασις τὴν τιμωρίαν ἐξήνεγκεν; Ὁρᾷς ἰατρείαν τὰ κακὰ ἀναιροῦσαν, οὐχ ἁπλῶς τοὺς ἀνθρώπους; Εἶτα λέγει τὴν κακίαν· Τοὺς μὴ βουλομένους ὑπακούειν τῷ λόγῳ μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων· καὶ ὅτι οὐ βούλονται· Ἰδοὺ οὐδὲ ἄλλοι βούλονται. Ἀλλ' οὗτοι εὐεργεσίας ἀπήλαυσαν. Τὰ ἔθνη οὐ περιέθηκα ἐμαυτῷ, τούτους δὲ ναὶ οὐ δι' ἐμαυτὸν, ἀλλὰ δι' αὐτούς. Καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτόν. Τὸ περίζωμα εἰκών ἐστι τοῦ λαοῦ, καὶ προφήτης τοῦ Θεοῦ· καὶ ὥσπερ τὰ πρῶτα κεκολλημένον τῇ τοῦ προφήτου ὀσφύϊ ἀδιάφθορον ἦν, ταύτης δὲ χωρισθὲν διεφθάρη, οὕτω καὶ ὁ λαὸς, ἡνίκα ᾠκείωτο τῷ 64.888 Θεῷ, ἔμενεν ἀβλαβὴς, τούτου δὲ ἀποστὰς, παντάπασι γέγονεν ἄχρηστος. Τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν, καὶ εἰς καύχημα, καὶ εἰς δόξαν. Ταῦτα λέγει οὐχ ὡς αὐτὸς δεόμενος δόξης, ἀλλὰ διὰ τοὺς ἀνθρώπους. Ἔστω· ἐμὲ οὐ βούλεσθε δοξάσαι, τίνος ἕνεκεν ἑαυτοὺς ἠτιμάσατε; Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου. Πάλιν ὑπόδειγμα· ὥσπερ ὁ ἀσκὸς πρὸς τοῦτο γεγένηται, ὥστε πληροῦσθαι, οὕτω καὶ ὑμᾶς ἀνάγκη ἐστὶ λοιπὸν, ὥσπερ πρὸς τοῦτο γενομένους, οὕτω πληρωθῆναι τῆς τιμωρίας. ∆ιὰ γὰρ τῶν δύο εἰκόνων δείκνυσιν, οὐχ ὅτι τιμωρεῖται, ἀλλ' ὅτι, μεθ' ὑπερβολῆς, καὶ ἀνιάτως. Καὶ ἐρεῖς ... Ἰδοὺ ἐγὼ πληρῶ ... καὶ τοὺς βασιλεῖς αὐτῶν. Μὴ νομίσητε ἔχειν ἀπὸ προγόνων ἀπολογίαν· τοῦτο μάλιστα ὑμῶν κατηγορεῖ.