1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

49

κελευσθῆναι ἑπτὰ διατρίβει περὶ τὸν ποταμὸν ἡμέρας, ἀναδυόμενος καὶ ὀκνῶν. ∆ιὸ καὶ τὴν παραβολὴν ἐκείνην προσέθηκεν ὁ Θεὸς λέγων· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ· καὶ ὅτι Τὴν ψυχὴν αὐτῶν ἐκ χειρός σου ἐκζητήσω. Ἰωνᾶς δὲ οὐ μόνον παρῃτήσατο, ἀλλὰ καὶ ἐδραπέτευσε. Τί οὖν; τολμηρότερος πάντων ὁ Ἡσαΐας καὶ Μωϋσέως τοῦ μεγάλου; Καὶ τίς ἂν τοῦτο εἴποι; Πόθεν οὖν κελευόμενος ἐκεῖνος ἀνεδύετο, οὗτος δὲ μὴ φανερῶς ἐπιταγεὶς εἰσεπήδησεν; Οὐδὲ γὰρ εἶπεν· Ἄπελθε· ἀλλὰ τοῦ Θεοῦ λέγοντος· Τίνα ἀποστελῶ; ἥρπασε τὸ ἐπίταγμα. Τινὲς μὲν οὖν φασιν, ὅτι ἐπειδὴ ἥμαρτε, τὸν Ὀζίαν οὐκ ἐλέγξας κατατολμῶντα τῶν ἀδύτων, ὑπὲρ ἐκείνης βουλόμενος ἀπολογήσασθαι τῆς ἁμαρτίας, τῇ μετὰ ταῦτα προθυμίᾳ τῆς ὑπακοῆς ἐπεπήδησε ταχέως, ὥστε ἐξιλεώσασθαι τὸν Θεόν. ∆ιὰ γὰρ τοῦτο καὶ ἀκάθαρτα τὰ χείλη αὐτοῦ ἔλεγεν εἶναι διὰ τὸ ἀπαρρησίαστον. Ἀλλ' οὐκ ἂν ἀνασχοίμην τῶν ταῦτα λεγόντων· ἀξιοπιστότερος γὰρ αὐτῶν ὁ Παῦλος, ὁ τολμήτην αὐτὸν καλῶν καὶ λέγων· Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει. ∆ιὰ γοῦν τοῦτο οὐδὲ τῷ κοινῷ, ὥς φασι, νόμῳ τὴν ζωὴν κατέλυσεν, ἀλλὰ χαλεπωτάτην ὑπέστη τιμωρίαν, τῶν Ἰουδαίων οὐκ ἐνεγκόντων αὐτοῦ τὴν παρρησίαν. Χωρὶς δὲ τούτων οὐδέ φησιν ἡ Γραφή που, ὅτι παρῆν, ἡνίκα τὰ κατὰ τὸν Ὀζίαν ἐγίνετο, καὶ παρὼν ἐσίγα, ἀλλ' οἴκοθεν καὶ παρ' ἑαυτῶν ταῦτα οἱ λέγοντες στοχάζονται. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι οὐκ ἦν ἴσον τὸ Μωϋσέως, καὶ τοῦτο. Ὁ μὲν γὰρ εἰς ἀλλοτρίαν ἐπέμπετο καὶ βάρβαρον χώραν καὶ πρὸς τύραννον, μαινόμενον καὶ λυττῶντα· οὗτος δὲ πρὸς τοὺς οἰκείους καὶ πολλὰ πολλάκις ἀκηκοότας καὶ ἐν πολλῷ παιδευθέντας χρόνῳ· καὶ οὐ τοσαύτης ἀνδρείας ἦν τὸ ὑπακοῦσαι ἐκεῖ τε καὶ ἐνταῦθα. Τινὲς δέ φασιν ὅτι καὶ ἕτερόν τι αὐτῷ τὴν προθυμίαν ἐποίησε ταύτην. Ἐπειδὴ γὰρ ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ λαοῦ ἐξωμολογήσατο καὶ τὰ Σεραφὶμ εἶδεν ἀποσταλέντα καὶ ἐκκαθάραντα αὐτοῦ τὰ χείλη, προσδοκήσας ὅτι καὶ τῷ λαῷ ταῦτα συμβήσεται καὶ ταῦτα ἀπελεύσεται ἀπαγγέλλων, προθύμως ἥρπασε τὸ λεχθέν. Ὥσπερ γὰρ ἦσαν φιλόθεοι, οὕτω καὶ φιλόστοργοι μάλιστα πάντων ἀνθρώπων οἱ ἅγιοι. Ἐλπίσας οὖν λύσιν τινὰ τῶν κακῶν ἀπαγγελεῖν, ἐπεπήδησε ταχέως καί φησιν· Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. Ἄλλως δὲ καὶ ψυχὴν σφόδρα πρὸς κινδύνους παρατεταγμένην εἶχε· καὶ δῆλον αὐτοῦ τοῦτο τὸ ἦθος διὰ πάσης τῆς προφητείας ἐστίν. Ἐπεὶ οὖν ὑπέσχετο ἀπελεύσεσθαι καὶ οὐκ ἐτόλμα λοιπὸν ἀνανεῦσαι, τότε ἀκούει τὰ λυπηρά. Καὶ γὰρ καὶ ὁ Θεὸς αὐτὸν σοφῶς μετεχείρισεν. Οὐ γὰρ ἐξ ἀρχῆς εἶπε· Πορεύθητι καὶ εἰπέ, ἀλλὰ πρότερον μετέωρον ποιήσας τὸ ἐπίταγμα καὶ ἄδηλον τῆς ἀποστολῆς τὸν τρόπον. Ἐπειδὴ ῥᾳδίως ὑπήκουσε, λέγει τὰ καταληψόμενα τοὺς Ἰουδαίους κακά. Τίνα δὲ ταῦτα ἦν; Πορεύθητι, φησί, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι καὶ ἰάσωμαι αὐτούς. Ταῦτα οὐδὲ ἑρμηνείας οἶμαι δεῖσθαι, τῶν ἀκριβῶς ταῦτα ἐπισταμένων, προλαβόντων καὶ ἐξηγησαμένων αὐτά, Ἰωάννου τε τοῦ υἱοῦ τῆς βροντῆς καὶ Παύλου τοῦ τὰ παλαιὰ καὶ τὰ καινὰ μετὰ ἀκριβείας εἰδότος. Ὁ μὲν γὰρ ἐν τῇ Ῥώμῃ πρὸς τοὺς συνελθόντας μέν, ἀποπηδήσαντας δὲ καὶ οὐκ ἀνασχομένους τῶν λεγομένων, δημηγορῶν ἔλεγε· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε. Ὁ δὲ τῆς βροντῆς υἱός, ἐπειδὴ θαύματα ἑώρων καὶ οὐκ ἐπίστευον καὶ δογμάτων ἤκουον, καὶ οὐ προσεῖχον (ἀνέστησε γὰρ Λάζαρον ὁ Χριστὸς καὶ ἀνελεῖν αὐτὸν ἐπεχείρουν· δαίμονας ἤλαυνε καὶ δαιμονῶντα ἐκάλουν· τῷ Πατρὶ προσῆγε καὶ πλάνον ὠνόμαζον καὶ τὰς ἐναντίας ἐδέχοντο δόξας), μνημονεύει τῆς προφητείας ταύτης λέγων· Καλῶς εἶπεν Ἡσαΐας ὁ προφήτης, ὅτι Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. 6.6 Ἐπειδὴ γὰρ τὰ ἔνδον ὄμματα τῆς διανοίας πεπήρωντο, οὐδὲν ὄφελος ἦν αὐτοῖς τῶν ἔξωθεν ὀφθαλμῶν,