1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

50

Καὶ τοὺς ἱερεῖς. Μὴ νομίσητε ἀπὸ τοῦ ἀξιώματος ἔχειν παραμυθίαν· τοῦτο μάλιστα ὑμᾶς ἀπόλλυσι. Καὶ διασκορπιῶ αὐτούς ... Καὶ τοὺς πατέρας αὐτῶν ... Καὶ οὐκ ἐπιποθήσω, καὶ οὐ φείσομαι. Ἐπειδὴ γὰρ πολλάκις εἰώθαμεν μετὰ τὴν τιμωρίαν ἐλεεῖν τοὺς τιμωρουμένους, Ἐγὼ, φησὶν, οὐδὲ τοῦτο ποιήσω. Κἂν μεγάλη ἡ τιμωρία ᾖ γερόντων ἀναλωμένων ἄλλ. ἀλωμένων, ἀλλ' ἐμὲ τοῦτο οὐκ ἐπικάμψει τὸν φιλάνθρωπον. Ἀκούσατε, καὶ ἐνωτίσασθε ... ὅτι Κύριος ἐλάλησε. Παρατήρει παρὰ πάντα τὸν προφήτην, πῶς καὶ ὅταν τιμωρίαν λέγῃ, τὴν αἰτίαν ἀεὶ τίθησι. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅταν εἴπῃ, ὅτι Οὐκ ἐλεήσω, οὐ φείσομαι, καὶ ὡς περὶ ἀπεγνωσμένων διελέχθη, πάλιν παραίνεσιν εἰσάγει. Ὁ γὰρ τοιαῦτα εἰρηκὼς, καὶ ἀποφαινόμενος, ἄκουσον τί φησιν· Ἀκούσατε, καὶ ἐνωτίσασθε. Μὴ ἁπλῶς ἀκούσητε, καὶ μὴ ἐπαίρεσθε· οὐδὲν γὰρ οὕτως ἀπόνοιαν ποιεῖ, ὡς τὸ μὴ προσέχειν τοῖς τοῦ Θεοῦ λόγοις. Μὴ γὰρ ἀνθρώπων εἰσὶν αἱ ἀπειλαὶ, ἃς πολλάκις καὶ διαψεύσασθαι δυνατόν; Θεός ἐστιν ὁ ἰσχύων, ὁ ἐπάγων ἀεὶ τὸ τέλος. ∆ότε τῷ Κυρίῳ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι. Πιστεύσατε τοῖς λεγομένοις· Μὴ γὰρ οὐ δώσετε αὐτῷ; Καὶ μετὰ ταῦτα· Ἀλλὰ πρὸ τῆς τῶν δεινῶν πείρας, πρὸ τοῦ συσκοτάσαι τὴν αἰχμαλωσίαν αἰνίττεται. Καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν. Τοιαύτη γὰρ τῶν δεινῶν ἡ φύσις· σκότος ἀεὶ εἴωθε καταχέειν τῶν ὀφθαλμῶν ἁπάντων. Καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος. Οὐ διαδέχεται, φησὶν, ἡ ἡμέρα. Οὐ γὰρ κατὰ φύσεως ἀκολουθίαν γίνεται, ἀλλὰ κατὰ συνηθειῶν ἴσ. συνάφειαν δεινῶν· ἐννόησον γὰρ οἷον ἦν ἀπάγε 64.889 σθαι αὐτοὺς αἰχμαλώτους, καὶ πατρίδος στερίσκεσθαι. Οὐ βούλεσθαι, ὡς Θεῷ δόξαν δοῦναι; κἂν ἵνα τὰ δεινὰ ἀποκρούσησθε. Ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν. Ἐννόησον μέγεθος συμφορᾶς, ὅταν μηδὲ δακρύειν ἐξῇ τὰ πάθη τὰ οἰκεῖα, ἀλλὰ καὶ ταύτην ὦσιν ἀφηρημένοι τὴν ἐξουσίαν. Ὅρα πῶς πανταχόθεν ἄλλ. πανταχοῦ ἐπαίρει τὸ μέγεθος τῶν κακῶν, ἵνα κἂν οὕτως αὐτῶν καθίκηται. Τί ταύτης τῆς ὀδύνης χεῖρον, μηδὲ δακρύειν δύνασθαι τὰ οἰκεῖα πάθη; Ἀλλ' οὐδὲν ἐκείνων τὴν σκληρότητα ἐμάλαξε καὶ τὸ τραχύ. Κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως. Τουτέστιν, οὐδὲ μετὰ ἀδείας ὑμῖν ἔξεστι πενθεῖν ἐν τῇ αἰχμαλωσίᾳ. Εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι· Ταπεινώθητε. Οὐ γὰρ αὐτοῖς διελέγετο, ἀλλὰ τῷ πλήθει. Ἐννόησον ὅση ἡ τοῦ προφήτου παῤῥησία, ὅταν διὰ τῶν ὑπηκόων τοιαῦτα σημαίνῃ τοῖς ἄρχουσιν· Ἑκόντες ποιήσατε, ὃ μικρὸν ὕστερον μετ' ἀνάγκης ἔσται. Μὴ γὰρ οὐ ταπεινωθήσεσθε; Ἀλλὰ νῦν παρ' ὑμῶν γενέσθω, ἵνα μὴ γένηται παρὰ τῶν πολεμίων. Τοῦτο καὶ ἐφ' ἡμῶν ἔστω· κρίνωμεν ἑαυτοῖς, ἵνα μὴ κρίνῃ ὁ Θεὸς ἡμῖν. Ἀνάλαβε τοὺς ὀφθαλμούς σου, Ἱερουσαλήμ. Πρὸς τὴν πόλιν αὐτὴν διαλέγεται νῦν. Τὰ μέλλοντα, ὡς παρόντα λέγει· καὶ συνεχὴς οὗτος ὁ λόγος. Καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν σου. Τουτέστιν, Ἐπικαλουμένη αὐτῶν τὴν βοήθειαν, καὶ εἰδωλολατροῦσα παρεσκεύασας αὐτοὺς ἄρχειν σου. Καὶ ἐδίδαξας αὐτούς. Πῶς, εἰπὲ, καὶ τίνι τρόπῳ; Ἀεὶ καταφεύγουσα πρὸς αὐτοὺς, δεικνύουσα, ὅτι ἀσθενής τις εἶ, καὶ τῆς βοηθείας ἠρήμωσαι τῆς παρὰ Θεοῦ. Τὰ ἀπόῤῥητα πάντα ἀπεκάλυψας· ταῦτα μάλιστά σε ἐποίησαν ἁμαρτεῖν, ὅτι συνεχῶς αὐτοὺς ἐποίεις καλεῖσθαι. Καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· ∆ιατί ἀπήντησέ μοι. Ὅρα, ποτὲ μὲν τῶν δεινῶν ἐπαίρει τὴν φύσιν, ποτὲ δὲ ἀπὸ τῆς αἰσχύνης, καὶ τῆς ἀδοξίας αὐτοὺς δάκνει· εἴωθε γὰρ καὶ ἐν τοῖς δεινοῖς οὐχ ἧττον λυπεῖν ἡμᾶς τὰ τῆς ἀδοξίας. Καὶ καθάπερ ἐπὶ γυναικὸς ἀσχημονούσης παρέστησεν. Οὐδὲν γὰρ παραιτεῖται λέγειν ὁ προφήτης τὸ δυνάμενον αὐτῶν καθικέσθαι· καὶ πάλιν· Τί λέγεις μετὰ τοσαύτας παραινέσεις, καὶ προφητείας; ἔτι καὶ ἀγνοοῦσι τὴν αἰτίαν τῶν συμβαινόντων; Ναί. Ἔθος γὰρ τοῖς κολαζομένοις τοῦτο θέλειν, ἀγνοεῖν τὰς αἰτίας, καὶ μάλιστα ὅταν ὑπερβάλῃ τὸ πλῆθος