50
Ὡς ἔγωγε δι' ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, ὅτι τε φθαρτὸν τὸ ἀνθρώπινον σῶμα ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπέδειξε καὶ σοφίαν· τὸ γὰρ εὐτελὲς τῆς οὐσίας, τοῦτο δείκνυσι μάλιστα τῆς τέχνης τὸ εὔπορον καὶ εὐμήχανον· ὅτι ἐν πηλῷ καὶ τέφρᾳ τοσαύτην ἐνέθηκεν ἁρμονίαν, καὶ τοιαύτας αἰσθήσεις, οὕτω ποικίλας καὶ παντοδαπὰς, καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν· καὶ γὰρ ἀπὸ γῆς, τῆς ὕλης ἧς γίνεται κέραμος καὶ πλίνθος μόνον, ἴσχυσεν ὀφθαλμὸν οὕτω ποιῆσαι καλὸν, καὶ τοσαύτην ἐκθεῖναι τούτῳ δύναμιν, ὡς μικρᾶς κόρης ἀντιλήψει τοσαῦτα ὁρᾷν καὶ περιλαμβάνειν σώματα. «Ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος; θησαυροὺς δὲ χαλάζης ἑώρακας; ἀπόκεινται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμων καὶ μάχης.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Θησαυροὺς λέγει, οὐχ ὅτι ἀποθῆκαί εἰσιν, ἀλλ' ὅτι ἑτοίμως οὕτως, ὥσπερ καὶ ἐκ θησαυρῶν ἐκβάλλων, δείκνυσιν αὐτὰ ὅταν βούληται. Οἶσθα οὖν, φησὶ, πῶς τὴν μὴ φαινομένην χιόνα καὶ χάλαζαν ἐκφαίνεσθαι παρασκευάζω; ἢ δυνατὸς εἶ τούτοις κατὰ πολεμίων χρήσασθαι, ὅπερ ἐγὼ ποιεῖν ἱκανός; Ὁρᾷς ὅτι τοῦτο βούλεται τὸ εὔκαιρον δηλῶσαι, ὡς ἄρα κατὰ καιρὸν τοῦτο γίνεται, καὶ οὐχ ἁπλῶς· κέχρηται γὰρ τῇ χιόνι καὶ τῇ χαλάζῃ κατὰ πολεμίων, καὶ ὅταν τινὰς βού 64.649 ληται τιμωρήσασθαι. Εἶτα καὶ περὶ τῶν ἄλλων ἁπάντων διέξεισιν, ὑετῶν, λέγω, καὶ πάχνης, καὶ ἀνέμων. «Ἀποστελεῖς δὲ κεραυνοὺς, καὶ πορεύσονται; ἐροῦσι δέ σοι, Τί ἐστιν;» Ὁρᾷς καὶ κεραυνοὺς ἀποκρινομένους· οὐχ ὅτι οἱ κεραυνοὶ ἐροῦσι· Τί ἐστιν; ἀλλ' ὅτι πάντα, καθάπερ ἔμψυχα, οὕτως ὑπακούει τῷ Θεῷ. «Τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, ἡ ποικιλτικὴν ἐπιστήμην;» Σεβήρου, Χρυσοστόμου καὶ Γρηγορίου τοῦ Θεολ. Ἀπαριθμούμενος τὴν οὐρανοῦ καὶ γῆς ποίησιν, καὶ θαλάσσης κλεῖθρα, καὶ ἀστέρων θέσιν, καὶ ὑετοῦ ῥύσιν, καί τ' ἄλλα δι' ὧν κυβερνᾷ τὴν ἡμετέραν ζωὴν, Τίς, φησὶ, γυναῖκας, καίτοι τὰ ἄλλα ἀσθενεῖς οὔσας, ἐσόφισεν εἰς ὑφασμάτων κατασκευὴν, καὶ εἰς τὸ ταῦτα καταποικίλλειν ταῖς τῶν ἐρίων βαφαῖς τε καὶ χρώμασιν; Ἀναμίγνυσι δὲ ἡ θεία Γραφὴ τοῖς μεγάλοις τὰ μικρὰ, καὶ γυναικῶν θαυμάζει σοφίαν τὴν ἐν ὑφάσμασι, Τίς ἔδωκε, λέγουσα, γυναιξὶν ὑφάσματος σοφίαν, καὶ ποικιλτικὴν ἐπιστήμην; Ζώου λογικοῦ τούτου, καὶ περιττοῦ τὴν σοφίαν, καὶ μέχρι τῶν οὐρανίων ὁδεύοντος· οὐ γὰρ ἡ τυχοῦσα σοφία αὕτη ποικίλη τις οὖσα, οὐδὲ μικρὰ ἡ χρῆσις. Οὐκ ἀτημέλισται οὖν ἡ περὶ τοὺς ἱστοὺς φιλοτεχνία, οὐδὲ ἀπέῤῥιπται ὡς περιττὴ, ἀλλ' ἔνεστι κἀν τούτοις θεία σοφία, καὶ ἣν οὐκ αἰσχύνεται Θεὸς ἰδίαν ἀποκαλεῖν, οὐκ ἄλλον λέγων εἶναι ταύτης δοτῆρα καὶ χορηγὸν ἀλλ' ἑαυτόν. «Θηρεύσεις δὲ λέουσι βορὰν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; ∆εδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες.» Τίνος δὲ ἕνεκεν ταῦτά φησι; ὅτι εἰ τῶν περιττῶν τοσαύτην ποιοῦμαι πρόνοιαν, τῶν οὐδὲ εἰς δουλείαν ὑμῖν χρησίμων, οὐ πολλῷ μᾶλλον ὑμῶν; τί γὰρ τοσοῦτον ὄφελος ἀνθρώπῳ ἐκ τῶν τοιούτων;
ΚΕΦ. ΛΘʹ
«Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων,
ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔλυσας, ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς;» Καλῶς δὲ εἶπεν, ἐφύλαξας· ἐπειδὴ γὰρ ἀεὶ ἐν φυγῇ, καὶ φόβῳ καὶ, ἀτονίᾳ τὸ ζῶον ἀεὶ πηδῶν καὶ ἐναλλόμενον, πῶς, φησὶν, οὐκ ἀμβλώσκει, ἀλλὰ πλήρης ὁ τόκος ἐξέρχεται; Τὸ δὲ, Ὠδῖνας αὐτῶν ἔλυσας, ἐμφαντικῶς εἴρηται· αὐτομάτως γὰρ ἀποκύουσιν, οὐ δεόμεναι μαιεύσεως. Τὸ δὲ, Ἐξέθρεψας αὐτῶν τὰ παιδία ἔξω φόβου; σαφέστερον ὁ Θεοδοτίων