50
τοῦ κριτηρίου τῆς διανοίας διεφθαρμένου. ∆ιὰ τοῦτο βλέποντες οὐκ ἔβλεπον καὶ ἀκούοντες οὐκ ἤκουον· καὶ τὴν αἰτίαν προστίθησιν, ὅτι οὐχὶ τὰ αἰσθητήρια ἦν διεφθαρμένα, οὐδὲ ἡ φύσις λελωβημένη, ἀλλὰ ἡ καρδία πεπηρωμένη. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, φησί· πάχος δὲ διανοίας γίνεται ἀπό τε ἁμαρτημάτων, ἀπό τε βιωτικῶν ἐπιθυμιῶν. Καὶ ταύτην ἐξηγούμενος τὴν παχύτητα ὁ Παῦλος ἔλεγεν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκικοῖς· οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδ' ἔτι νῦν δύνασθε. Καὶ τὴν αἰτίαν προστίθησι λέγων· Ὅπου γὰρ ἐν ὑμῖν ἔρεις καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Ἐπεὶ οὖν κἀκεῖνοι φθόνῳ πολλῷ καὶ βασκανίᾳ τηκόμενοι καὶ ἑτέροις μυρίοις πολιορκούμενοι πάθεσι, παχὺ τὸ ὄμμα τῆς διανοίας εἰργάσαντο, καθαρὰ βλέπειν οὐκ ἔτι λοιπὸν ἠδύναντο. ∆ιὸ ἑτέρας περὶ τῶν ὁρωμένων δόξας ἐλάμβανον καὶ τὰς ἐναντίας. Ταῦτα οὖν μετὰ ἀκριβείας ὁρῶν ὁ προφήτης, προανεφώνησε καὶ τοῦ νοσήματος τὴν αἰτίαν. Σὺ δέ μοι σκόπει, ὡς δυοῖν προφητειῶν οὐσῶν, τὴν μὲν περὶ τῆς Ἐκκλησίας καὶ τῶν τῆς οἰκουμένης ἀγαθῶν τὰ Σεραφὶμ ἐδέξαντο λέγοντα· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ· τὴν δὲ περὶ τῆς ἁλώσεως καὶ τῶν τιμωριῶν τῶν Ἰουδαϊκῶν τῷ προφήτῃ κατέλιπον, ἵνα κἀντεῦθεν μάθῃς τῆς Ἐκκλησίας τὴν ὑπεροχήν. Καὶ εἶπον, ἕως πότε, Κύριε; Ὁρᾷς ὡς μάτην οὐδὲ εἰκῆ ἐστοχασάμεθα τῆς ὑπακοῆς τοῦ προφήτου τῆς μετὰ πολλῆς προθυμίας γεγενημένης; Ἐπειδὴ γοῦν τἀναντία ὧν προσεδόκησεν ἤκουσεν ἐρημίαν, πανωλεθρίαν, ἀξιοῖ τὸ γοῦν μέτρον μαθεῖν τῆς τιμωρίας· οὐδὲ γὰρ ἐτόλμα ὁλοκλήρου τῆς ὀργῆς αὐτοὺς ἐξαρπάσαι, διὰ τὸ προλαβόντα τὸν Θεὸν δεῖξαι ἀσύγγνωστα ἁμαρτάνοντας. Οὐ γὰρ συναρπαγῆς ἦν αὐτῶν τὰ τολμήματα, οὐδὲ γνώμης ἐπηρεαζομένης, ἀλλὰ ψυχῆς ἔργον ποιουμένης τὴν παρακοὴν καὶ διανοίας φιλονείκου, καθάπερ ἐκ μελέτης τινὸς καὶ σπουδῆς, ἀνθισταμένης τοῖς ὑπὸ τοῦ Θεοῦ κελευομένοις. Τοῦτο γοῦν αἰνιττόμενος ἔλεγε· Μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι καὶ ἰάσωμαι αὐτούς. Ὡσανεὶ δεδοικότες γάρ, φησί, μήποτέ τι τῶν δεόντων μάθωσιν, οὕτω μετὰ πολλῆς τῆς σπουδῆς τὴν διάνοιαν αὐτῶν ἐπήρωσαν. Ἐπεὶ οὖν καὶ ἡ κατηγορία βαρυτάτη καὶ ἡ τιμωρία ἀπαραίτητος, ὅπερ ἦν λειπόμενον, τοῦτο ζητεῖ μαθεῖν· ἀλλ' ἐν τάξει τοῦ μαθεῖν ἱκετηρίαν εἰσάγει. Ἐπειδὴ δὲ οὐδὲ ὑπὲρ τούτου φανερῶς ἱκετεῦσαι ἐτόλμα, διὰ τοῦτο μαθήσεως προσχήματι ἐρώτησιν ἐπινοεῖ λέγων· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους καὶ πληθυνθήσονται οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς καὶ ἔτι ἐπ' αὐτῆς ἐστι τὸ Ἐπιδέκατον. Καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. Σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς. Τὴν προφητείαν ἀπαρτίσας ἐκείνην, ἐπὶ τὴν ἱστορίαν πάλιν ἐξάγει τὸν λόγον, τήν τε ἅλωσιν τῶν δέκα φυλῶν προαναφωνῶν, τήν τε διὰ τὴν αἰχμαλωσίαν ἐκείνην ἐπὶ ταῖς δύο φυλαῖς μακροθυμίαν γεγενημένην· εἶτα καὶ τὴν τούτων αὐτῶν ἀπαγωγήν, ἐπειδὴ εἰς οὐδὲν δέον ἐχρήσαντο τῇ μακροθυμίᾳ· καὶ τὴν ἐκ τοῦ λειψάνου πάλιν ἀναφθησομένην αὐτοῖς εὐημερίαν. Ὅταν μὲν γὰρ λέγῃ· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, τῶν δέκα φυλῶν τὴν αἰχμαλωσίαν αἰνίττεται. Καὶ γὰρ ἄρδην ἠφανίσθησαν ἅπαντες καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀνάρπαστοι γενόμενοι πάντες εἰς τὴν ἀλλοτρίαν ἀπηνέχθησαν, ὡς καὶ τὰς πόλεις ἁπάσας ἑστάναι κενὰς ἀνθρώπων καὶ τὴν γῆν ἔρημον τῶν θεραπευόντων αὐτὴν εἰς ὠφέλειαν τῶν ὑπολειφθησομένων. Ὅταν μὲν οὖν λέγῃ· Ἕως ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, τότε λέγει καὶ τὴν αἰχμαλωσίαν. Ὅταν δὲ λέγῃ ὅτι Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοῦς ἀνθρώπους, ἢ τὴν ὁλοσχερῆ πάντων εὐπραγίαν αἰνίττεται ἢ τὴν μετὰ τὴν ἀπαγωγὴν τῶν δέκα φυλῶν γενομένην ταῖς δύο φυλαῖς εὐημερίαν. Ἀπαλλαγέντες γὰρ τοῦ Σεναχειρὶμ