50
ἐκώλυσεν ὑπὸ πάντων πολεμουμένους πάλαι διεφθάρθαι. Ἐνταῦθα καὶ παρορμᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε μὴ ἐκλυθῆναι Θεὸν ἔχοντα τοιοῦτον, μήτε τῆς παρ' ἑτέρων συμμαχίας δεῖσθαι, ἀλλ' ἑκοντὶ πάντα φέρειν γενναίως· ἐπεὶ καὶ οἱ πρὸς τὰ βιωτικὰ κεχηνότες, πρὸς τὴν ἐλπίδα τοῦ κέρδους ὁρῶντες ἐγχειροῦσι τοῖς πράγμασιν. Ἄρα ἔσχατός ἐστι λοιπὸν ὁ καιρός. Ἐν ὑστέροις γὰρ καιροῖς, φησὶν, ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν. Τί οὖν; ἡμεῖς οὐ κωλύομεν, φησὶ, γαμεῖν; Οὐ κωλύομεν, μὴ γένοιτο, βουλομένους, ἀλλὰ τοὺς μὴ βουλομένους γαμεῖν προτρέπομεν ἐπὶ τὴν παρθενίαν. Ἕτερόν ἐστι κωλῦσαι καὶ ἕτερον κύριον ἀφεῖναι τῆς προαιρέσεως· ὁ μὲν γὰρ κωλύων, καθάπαξ τοῦτο ποιεῖ· ὁ δὲ ὡς ἐπὶ μείζονα τὴν παρθενίαν ἐνάγων, οὐ κωλύων γαμεῖν τοῦτο ποιεῖ, ἀλλὰ προτρέπων παρθενεύειν. Κωλυόντων, 62.561 φησὶν, γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Καλῶς εἶπεν, Ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ἄρα τὰ πρότερα τύπος ἦν· οὐδὲν γὰρ φύσει ἀκάθαρτον, ἀλλὰ παρὰ τὴν συνείδησιν τοῦ μεταλαμβάνοντος γίνεται. Καὶ τίνος οὖν ἕνεκεν τῶν πολλῶν αὐτοὺς βρωμάτων ἀπήγαγε· Τὴν πολλὴν ἐκκόπτων τρυφήν. Ἀλλ' εἰ μὲν εἶπεν, ὅτι ∆ιὰ τρυφὴν μὴ ἐσθίετε, οὐκ ἂν ἠνέσχοντο· νῦν δὲ εἰς νόμου αὐτὸ κατέκλεισεν ἀνάγκην, ἵνα τῷ μείζονι φόβῳ μᾶλλον ἀπόσχωνται. Ἐπεὶ ὅτι τοῦ υἱὸς ἀκαθαρτότερόν ἐστιν ὁ ἰχθὺς, παντί που δῆλον· ἀλλ' ὅμως ἐκείνων οὐκ ἀπήγαγεν. Ὅσον δὲ αὐτοῖς χαλεπὸν ἦν ἡ τρυφὴ, ἄκουε καὶ τοῦ Μωϋσέως λέγοντος· Ἔφαγε, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Ἔστι δὲ καὶ ἄλλη αἰτία. Ἵνα γὰρ στενοχωρηθέντες λοιπὸν ἐπὶ βόας ἔλθωσι, καὶ σφάττωσι πρόβατα, εἰκότως διὰ τὸν Ἆπιν καὶ τὸν μόσχον τῶν λοιπῶν ἀπεῖρξεν· ἀκάθαρτος γὰρ ἐκεῖνος, ἀχάριστος, μιαρὸς καὶ βέβηλος. γʹ. Ταῦτα ὑποτίθεσο, ταῦτα μελέτα· τὸ γὰρ, Ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, τοῦτό ἐστι. Μὴ τοῖς ἄλλοις μόνον παραίνει, φησὶν, ἀλλὰ καὶ αὐτὸς ἐν αὐτοῖς ἔχε τὴν μελέτην. Ἐντρεφόμενος γὰρ, φησὶ, τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. ∆ιὰ τί μὴ εἶπεν, Ἀνέχου τῶν τοιούτων, ἀλλὰ, Παραιτοῦ; Τὴν τελείαν ἀποφυγὴν αἰνιττόμενος διὰ τούτου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδὲ εἰς γυμνασίαν ποτὲ καθῇς σεαυτὸν διαλεγόμενος πρὸς ἐκείνους, ἀλλὰ ταῦτα τοῖς αὐτοῦ παραίνει. Οὐ γὰρ ἔστι πρὸς τοὺς διεστραμμένους μαχόμενον ὀνῆσαί τί ποτε, πλὴν εἴ ποτε οἰόμεθά τινα βλάβην γίνεσθαι, ὡς δι' ἀσθένειαν παραιτουμένων ἡμῶν τὴν πρὸς ἐκείνους διάλεξιν. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· τουτέστι, πρὸς βίον καθαρὸν, πρὸς πολιτείαν ἀρίστην. Ὁ δὲ γυμναζόμενος, καὶ καιροῦ μὴ ὄντος ἀγώνων, αὐτὸς ὡς ἀγωνιζόμενος ἅπαντα ποιεῖ, πάντων ἀπέχεται, ἐναγώνιός ἐστιν, ἱδρῶτας ἔχει πολλούς. Γύμναζε, φησὶ, σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. Καὶ τίνος ἕνεκεν, φησὶν, ἐμνήσθη ταύτης τῆς σωματικῆς γυμνασίας; Ἀπὸ συγκρίσεως τὴν ὑπερχὴν ταύτης δηλῶν, ὅτι ἐκείνη μὲν καὶ πόνους ἔχουσα πολλοὺς, οὐδὲν ἔχει τὸ κέρδος, οὐδὲ ἄξιον λόγου, αὕτη δὲ διηνεκὲς καὶ ἄφθονον. Ὥσπερ ὅταν λέγῃ, Κοσμεῖν ἑαυτὰς μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν. Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα. Παῦλος ὠνειδίζετο, καὶ σὺ ἀσχάλλεις; Παῦλος ἐκοπία, καὶ σὺ τρυφᾷν βούλει; Ἀλλ' οὐκ ἂν ἐκεῖνος τρυφῶν τοσούτων ἐπέτυχεν