51
πλήθει τοσούτῳ εἰς ἕνα τὰ τῆς νίκης περιστήσεται, ὅμως κόπτονται καὶ ταλαιπωροῦσι, Καίτοι γε οὐδέν ἐστιν ἴσον ἐνταῦθα κἀκεῖ, οὐ μόνον διὰ τὸ τῶν ἀγώνων τέλος, ἀλλ' ὅτι ἀνάγκη ἐκεῖ στεφανωθέντα μόνον ἕνα ἀπελθεῖν· ἐνταῦθα δὲ οὐκ ἐν τούτοις ἡ ὑπεροχὴ καὶ ἡ ἐλάττωσις, ἐν τῷ τὸν μὲν ἀστεφάνωτον ἀναχωρῆσαι, τὸν δὲ ἐστεφανωμένον, ἀλλ' ἐν τῷ τὸν μὲν λαμπροτέρας, τὸν δὲ ἐλάττονος τυχεῖν τῆς ἀνακηρύξεως, πάντας δὲ ὅμως τυχεῖν. Ὅλως δὲ, εἴπερ ἐβουλόμεθα καὶ ἐξ ἀρχῆς διαπλάττειν τοὺς παῖδας, καὶ τοῖς βουλομένοις ῥυθμίζειν παραδιδόναι, οὐκ ἦν ἀπεικὸς αὐτοὺς ἐν τῇ πρώτῃ στῆναι τάξει τοῦ στρατοπέδου· οὐ γὰρ ἂν περιεῖδεν ὁ Θεὸς τοσαύτην προθυμίαν καὶ σπουδὴν, ἀλλ' ἐπέδωκεν ἂν τὴν αὐτοῦ χεῖρα, καὶ ἥψατο τοῦ ἀγάλματος· ἐκείνης δὲ ἐργαζομένης τῆς χειρὸς, ἀμήχανον διαπεσεῖν τι τῶν γινομένων, μᾶλλον δὲ ἀμήχανον μὴ πρὸς ἄκρον λαμπρότητος καὶ δόξης ἐλθεῖν, μόνον εἰ τὰ παρ' ἡμῶν ἕποιτο. Εἰ γὰρ γυναῖκες ἴσχυσαν πεῖσαι Θεὸν, συνεφάψασθαι αὐταῖς τῆς τῶν παίδων ἐπιμελείας, πολλῷ μᾶλλον ἡμεῖς, ἂν ἐθέλωμεν, τοῦτο δυνησόμεθα. Τὰς μὲν οὖν ἄλλας, ὥστε μὴ μακρὸν ποιῆσαι τὸν λόγον, παρήσω, καίτοι πολλὰς ἔχων εἰπεῖν, μιᾶς δὲ μόνον ἐπιμνησθήσομαι. κʹ. Ἄννα τις ἦν Ἰουδαία γυνή· αὕτη ἡ Ἄννα παιδίονἔτεκεν ἓν, καὶ οὐ προσδοκῶσα τέξεσθαι ἕτερον· καὶ γὰρ καὶ τοῦτο μόλις καὶ μετὰ πολλῶν ἔλαβε τῶν δακρύων· στείρα γὰρ ἦν. Ὁρῶσα δὲ τὴν ἀντίζηλον αὐτῆς διὰ τοῦτο πολλάκις ἐπεμβαίνουσαν αὐτῇ, οὐδὲ οὕτως ἔπαθέ τι τοιοῦτον οἷον ὑμεῖς, ἀλλ' ἐπειδὴ τὸν υἱὸν ἔσχεν ἐκεῖνον, τοσοῦτον εἴασε παρ' ἑαυτῇ μεῖναι χρόνον, ὅσον γαλακτοτροφηθῆναι ἔδει μόνον. Ἐπειδὴ δὲ οὐκέτι ταύτης ἐδεῖτο τῆς τροφῆς, λαβοῦσα αὐτὸν εὐθέως ἀνέθηκε τῷ Θεῷ, καὶ τῆς πατρῴας οὐκέτι ἐπιβῆναι παρεκάλεσεν οἰκίας, ἀλλ' ᾤκει διαπαντὸς ἐν τῷ ναῷ τοῦ Θεοῦ· καὶ εἴ ποτε αὐτὸν ἰδεῖν ἐπεθύμησεν, οἷα δὴ μήτηρ, οὐκ ἐκάλει παρ' ἑαυτὴν τὸ παιδίον, ἀλλ' αὐτὴ πρὸς ἐκεῖνον ἀνέβαινε μετὰ τοῦ πατρὸς, καθάπερ ὄντος ἀναθήματος ἀπεχομένη λοιπόν. Καὶ οὕτω γενναῖος καὶ μέγας ὁ νεανίας ἐγένετο ἐκεῖνος, ὡς τὸν Θεὸν ἀποστραφέντα τὸ τῶν Ἑβραίων γένος διὰ τὴν κατακεχυμένην κακίαν, καὶ οὐ χρῶντα αὐτοῖς, οὐδὲ ὄψιν τινὰ φαίνοντα λοιπὸν, ἐπισπάσασθαι πάλιν διὰ τῆς ἀρετῆς, καὶ πεῖσαι παρέχειν τὰ αὐτὰ, ἅπερ καὶ πρότερον, καὶ τὴν προφητείαν ἀποπτᾶσαν ἀνακαλέσασθαι πάλιν. Καὶ ταῦτα ἴσχυσεν οὐκ ἐφ' ἡλικίας γενόμενος, ἀλλ' ἔτι παιδίον ὢν μικρόν· Οὐκ ἦν γὰρ, φησὶν, ὅρασις διαστέλλουσα, καὶ ῥῆμα τίμιον ἦν. Ἀλλ' ὅμως καὶ τούτων τοιούτων ὄντων, ἔχρα αὐτῷ συνεχῶς ὁ Θεός. Τοσοῦτόν ἐστι κέρδος ἀεὶ τῶν οἰκείων παραχωρεῖν κτημάτων αὐτῷ, καὶ πάντων ἐξίστασθαι οὐχὶ χρημάτων μόνον, οὐδὲ κτημάτων, ἀλλὰ καὶ τῶν τέκνων αὐτῶν. Εἰ γὰρ ἐπὶ τῆς ἡμετέρας ψυχῆς κελευόμεθα τοῦτο ποιεῖν, πολλῷ μᾶλλον ἐπὶ τῶν ἄλλων ἁπάντων. Τοῦτο γὰρ καὶ ὁ πατριάρχης ἐποίησεν Ἀβραὰμ, μᾶλλον δὲ πολλῷ μεῖζον· διὸ καὶ μετὰ πλείονος δόξης ἀπέλαβε τὸν υἱόν. Καὶ γὰρ τότε μάλιστα ἔχομεν τὰ ἡμέτερα παιδία, ὅταν αὐτὰ τῷ ∆εσπότῃ παραδῶμεν. Πολλῷ γὰρ μειζόνως αὐτῶν ἐκεῖνος προστήσεται, ἐπειδὴ καὶ μειζόνως κήδεται. Οὐχ ὁρᾶτε καὶ ἐν ταῖς οἰκίαις τῶν 47.384 πλουτούντων ταῦτα γινόμενα; Καὶ γὰρ ἐκεῖ τοὺς μὲν κάτω μετὰ τῶν πατέρων οἰκοῦντας, οὐχ οὕτως ὄντως λαμπροὺς ἔστιν ἰδεῖν, οὐδὲ τοσαύτην ἔχοντας δύναμιν· ὅσους δ' ἂν τῶν γονέων ἀποστήσαντες οἱ δεσπόται προσνείμωσιν αὐτῶν τῇ διακονίᾳ καὶ τῇ φυλακῇ τῶν ταμιείων, οὗτοι δὴ καὶ εὐνοίας ἀπολαύουσι πλείονος καὶ παῤῥησίας, καὶ τοσοῦτον τῶν ὁμοδούλων εἰσὶ λαμπρότεροι, ὅσον τῶν οἰκετῶν οἱ δεσπόται. Εἰ δὲ ἄνθρωποι περὶ τοὺς διακονουμένους οὕτως εἰσὶ χρηστοὶ καὶ εὔνοι, πολλῷ μᾶλλον ἡ ἄπειρος ἀγαθότης, τοῦτ' ἔστιν, ὁ Θεός. Ἐῶμεν τοίνυν αὐτοὺς ὑπηρετεῖν, οὐκ εἰς ναὸν ἄγοντες καθάπερ τὸν Σαμουὴλ, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν μετὰ τῶν ἀγγέλων, μετὰ τῶν ἀρχαγγέλων. Ὅτι γὰρ μετ' ἐκείνων διακονήσονται πάντως καὶ ὑπηρετήσουσιν οἱ ταύτης ἐπειλημμένοι τῆς φιλοσοφίας παντί που δῆλόν ἐστι. Καὶ οὐχ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑμῶν μετὰ πλείονος προστήσονται τῆς