51
τῶν δεινῶν. Ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· οὐδὲ γὰρ ῥῆξαι φωνὴν ἐξουσίαν ἕξεις λοιπόν. Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ. Τίνος οὖν ἕνεκεν ἐγκαλεῖς, τίνος ἕνεκεν πέμπεις προφήτας; Τίνος ἕνεκεν λέγεις, Οὐκ ἠθελήσατε 64.892 ἀκοῦσαί μου; εἰ φύσεώς ἐστιν ἡ πονηρία, τίνος ἕνεκεν μέμφῃ; Ὁρᾷς τὴν ἀτοπίαν; Ἀλλὰ παρὰ τὴν ἡμετέραν ἄνοιαν ἡ ἀτοπία. Ὃ γὰρ βούλεται εἰπεῖν τοῦτό ἐστιν, ὅτι Τὴν ἐκ προαιρέσεως κακίαν εἰς ἕξιν σχεδὸν μετεστήσατε. Τὸ γὰρ μαθεῖν οὐ φύσεώς ἐστιν. Ὁ μαθὼν πρότερον ἐν ἀγνοίᾳ ἦν, καὶ μανθάνει. Οὐκ ἄρα φύσει πονηρός· τὸ γὰρ φύσει οὐ δεῖται μαθήσεως. Οὐ μανθάνομεν ὅτι δεῖ καθεύδειν, οὐδὲ ὅτι δεῖ τὸ φῶς ὁρᾷν. Ταῦτα γὰρ φυσικὰ, καὶ διδάσκαλον οὐκ ἀναμένομεν, ἀλλὰ καὶ θελόντων, καὶ μὴ θελόντων ἔπεισιν. Ἔνθα δὲ μαθεῖν ἔστι, καὶ ἀγνοῆσαι ἔνι, καὶ ἐξ ἀγνοίας ἡ μάθησις. Τί οὖν ἐστι; Φησὶν ὑπερβολικῶς, ὥσπερ καὶ ἡμεῖς λέγομεν· Οὐ δύναται ὁ παῖς οὗτος εὐχρηστῆσαι· κακὴ φύσις· ἵνα κἂν οὕτως ἐρυθριάσαντες μεταβάλωνται. Καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα. Ὅρα καὶ τὴν εὐκολίαν πῶς δείκνυσιν ὁμοῦ, καὶ τὴν δύναμιν, καὶ τὸν θυμὸν ἐκπλῆσαι ἄλλ. ἐμπλῆσαι θέλων. Οὕτως ὁ κλῆρός σου, καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί. Τοιαῦτα καρπώσῃ τῆς ἀπειθείας, ἐπειδὴ οἱ ψευδοπροφῆται τὰ ἐναντία ἔλεγον. Ὡς ἐπελάθου μου, κἀγώ. Ὅρα τὴν αἰτίαν οὖσαν· Οὕτω καὶ ἐγὼ ποιήσω. Κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου. Σύ μοι τὴν ἀρχὴν ἔδωκας. Φιλεῖσθαι βούλομαι, καὶ οὐ θέλεις. ∆ιὰ τοῦτο ταῦτα ποιήσω, καθάπερ τις ζηλότυπος, μήτε κολάσαι βουλόμενος τὴν εἰς αὐτὸν ὑβρίζουσαν, μήτε πράως δυνάμενος ἐνεγκεῖν τὰ συμβάντα, οὐδενὸς φείδεται ῥήματος ἐν τοῖς πρὸς αὐτὴν, ταύτῃ ἴσ. λαλεῖ δὲ δὲ ὡς τὸν θυμὸν ἐκπληρῶν, καὶ τῷ μὲν μὴ κολάσαι τῷ φίλτρῳ χαριζόμενος, τῷ δὲ ὑβρίσαι ἀναπαύων ἑαυτόν· οὕτω καὶ ὁ Θεός. Καὶ αἱ μοιχεῖαί σου, καὶ ὁ χρεμετισμός σου, καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου. Τί ἐστι χρεμετισμός; τὴν μανίαν, τὴν παροίστρησιν αὐτῆς ἐμφαίνει. Ἐπὶ βουνῶν καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου. Οὐδὲν ἐν οἰκίᾳ, οὐδὲ λάθρα· δεδημοσιευμένη, καὶ πάνδημος ἡ πορνεία. Ἐμπομπεύει ἄλλ. ἐμπομπεύσει σου ἡ αἰσχύνη. Οὐαὶ σοὶ, Ἱερουσαλήμ. Ὅτι καὶ βούλεται κολάσαι, καὶ ἀλγεῖ ἐπὶ τοῖς κολαζομένοις αὐτοῖς, καὶ θρηνεῖ, καὶ ὀδύρεται, καὶ ἐλεεῖ.
ΚΕΦ. Ι∆ʹ.
Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας. Εἶπε μυρία, ἠπείλησεν, οὐκ ἐπίστευσαν διὰ εἰκόνων, ὡς τοῦ περιζώματος, ὡς τῆς ῥάβδου τῆς καρυΐνης, καὶ τῶν λοιπῶν. Ἄρχεται λοιπὸν τῶν τιμωριῶν. Ἐπένθησεν ἡ Ἰουδαία. Οὐκ εἶπεν, ἡ ἀγορὰ, ἀλλ' αἱ πύλαι, οὐδενὸς ὄντος τοῦ ἐξιόντος, ὃ μέγιστον ἐρημίας τεκμήριον. 64.893 Καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη. Τὸν Θεὸν ἐπεκαλοῦντο· ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ' ὕδωρ. Ὅρα τὴν τιμωρίαν πάντων ἁπτομένην· οὐ γὰρ δὴ λιμὸς ἐγένετο μόνον, ἀλλὰ καὶ αὐχμός. Ἐπειδὴ γὰρ εἰκὸς ἦν σιτίων ἀποκειμένων τὴν προσδοκίαν, ἀλλὰ μὴ τὴν πεῖραν εἶναι τοῦ λιμοῦ, τῇ τοῦ ὕδατος σπάνει προκατέλαβεν αὐτῶν τὴν διάνοιαν. Ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕροσαν ὕδωρ. Ἐπειδὴ γὰρ τοῦ ὕδατος ῥέοντος τοῦ πνευματικοῦ ταῖς διδασκαλίαις οὐ προσεῖχον, ἀπὸ τούτων αὐτοὺς σωφρονίζει, ὥστε μὴ εἰς πεῖραν ἐλθεῖν τῶν δεινῶν. Εἶτα λέγει καὶ τὴν τῶν ἀλόγων ἀνάγκην. Ἠσχύνθησαν οἱ γεωργοί. Εἰκότως. Τίνος ἕνεκεν ᾐσχύνθησαν, εἰπέ μοι; Μὴ γὰρ παρὰ τὴν αὐτῶν αἰτίαν; μὴ γὰρ τῆς αὐτῶν ῥᾳθυμίας ἴσ. μὴ γὰρ παρὰ τὴν αὐτῶν ῥᾳθυμίαν; τῆς ἄνωθεν ῥοπῆς γέγονε τὸ πρᾶγμα. Τίνος οὖν ἕνεκεν ᾐσχύνθησαν; ὅτι αὐτοὶ αἴτιοι διὰ τὰ ἁμαρτήματα αὐτῶν· τοῖς γὰρ ἁμαρτάνουσιν, οὐδεμιᾶς ἐλάττων