51
καὶ τοῦ βαρβαρικοῦ στρατοπέδου, καὶ τῆς παραδόξου νίκης ἀπολαύσαντες, εἰς πλῆθος πάλιν ἐπέδοσαν καὶ εἰς βίου μῆκος, οὐδενὸς πολέμου θορυβοῦντος αὐτούς. Ὅταν δὲ εἴπῃ ὅτι Μακρυνεῖ ἢ τὸ πλῆθος τῶν ἀνθρώπων ἢ τὸ μῆκος τῶν ἐτῶν αἰνίττεται. Καὶ ἵνα μάθῃς ὅτι περὶ τῶν δύο φυλῶν ταῦτά φησιν, ἐπήγαγεν ὅτι Ἐπ' αὐτῆς ἐστι τὸ Ἐπιδέκατον, Ἐπιδέκατον λέγων τὸ ἐπάνω τῶν δέκα, τὸ περισσὸν τῶν δέκα, ὅπερ ἦσαν αἱ δύο φυλαί. Ταύτῃ καὶ Παῦλος τῇ λέξει κέχρηται λέγων· Ἐπάνω πεντακοσίοις ἀδελφοῖς, τουτέστι, πλείοσι πεντακοσίων. Καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος. Τουτέστι, αἱ δύο φυλαί. Καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ τῆς θήκης αὐτῆς. Ὥσπερ γὰρ ἀτερπὴς ἐκεῖνος ὁ καρπὸς ἐκπεσὼν τῆς θήκης, οὕτω καὶ οὗτοι καταγέλαστοι καὶ ἐπονείδιστοι ἔσονται τῆς πόλεως ἐκπεσόντες καὶ τῆς δόξης ἐκείνης γυμνωθέντες ἅπαντες. Σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς. Οὐ μὴν ἀνίατα τὰ κακὰ ἔσται, φησίν, οὐδὲ ἀτελεύτητα, ἀλλὰ τὸ σπέρμα αὐτῆς ἅγιον ἔσται, καὶ Στήλωμα, τουτέστι, βέβαιον, πεπηγός, ἀκίνητον, ἀναμένον τὴν τῶν πραγμάτων μεταβολήν. Τῆς μὲν γὰρ εὐπραγίας ἐκπεσοῦνται, αὐτοὶ δὲ οὐ πανωλεθρίαν ὑποστήσονται, ἀλλὰ μενοῦσι καὶ στήσονται, ἕως ἂν ἀπολάβωσι τὴν προτέραν πολιτείαν πάλιν καὶ ἐπὶ τὴν προτέραν ἐπανέλθωσιν ἁγιστίαν.
7.τ ΚΕΦΑΛ. Ζʹ
7.1 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ Ὀζίου βασιλέως Ἰούδα.
Ὅπερ πολλάκις εἶπον, τοῦτο καὶνῦν ἐρῶ, ὅτι τὸ παλαιὸν αἱ προφητεῖαι οὐ διὰ τοῦτο ἐγίνοντο, ἵνα ἁπλῶς οἱ Ἰουδαῖοι τὰ μέλλοντα μάθωσιν, ἀλλ' ἵνα μαθόντες, ἐντεῦθεν κερδάνωσι καὶ τῷ φόβῳ τῆς ἀπειλῆς γένωνται σωφρονέστεροι καὶ τῇ τῶν ἀγαθῶν ὑποσχέσει προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, ἑκατέρωθεν μανθάνοντες τοῦ Θεοῦ τήν τε δύναμιν καὶ τὴν περὶ αὐτοὺς κηδεμονίαν. Καὶ γὰρ ταύτης ἕνεκεν τῆς αἰτίας προελέγετο τὰ λεγόμενα, καὶ ἵνα μὴ νομίσωσιν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ συμβαίνοντα ἐπιέναι, κατά τινα ἀκολουθίαν φύσεως ἢ πραγμάτων φοράν, ἀλλὰ εἰδῶσιν, ὅτι ἄνωθεν καὶ ἐκ τῆς τοῦ Θεοῦ ψήφου ταῦτα ἑκάτερα γίγνεται· ὅπερ αὐτοὺς τὰ μέγιστα εἰς θεογνωσίαν ὠφέλει. Ἀλλ' ἐπειδή, καθάπερ καὶ ἔμπροσθεν ἔφθην εἰπών, ἡ προφητεία οὐκ ἐν αὐτῷ τῷ καιρῷ τὴν ἀπόδειξιν εἶχεν, ἀλλὰ τὰ μὲν ῥήματα τότε ἐλέγετο, τὰ δὲ πράγματα μακροῖς ὕστερον ἔμελλον ἐκβήσεσθαι χρόνοις, ἐνίων τῶν ἀκουόντων πολλάκις καὶ προαπερχομένων καὶ οὐ δυναμένων δικάσαι τῇ τῶν λεγομένων ἀκολουθίᾳ, ὅρα τί ποιεῖ καὶ πραγματεύεται ὁ Θεός. Προφητείαν προφητείαις συνάπτει μακροτέραις ἐγγυτέραν, τὴν ἐπὶ τῆς γενεᾶς αὐτῶν γενομένην τῶν μακρὸν ὕστερον ἐσομένων μεγίστην ἀπόδειξιν παρεχόμενος. Ἐπὶ δὲ τῶν εὐαγγελίων καὶ ἑτέρως μεθοδεύει τουτὶ τῆς ὠφελείας τὸ εἶδος, θαύματα προφητείαις συνάπτων καὶ θάτερον θατέρῳ κατασκευάζων. Οἷον τι λέγω· προσῆλθεν αὐτῷ ὁ λεπρός ποτε καὶ ἐκαθάρθη καὶ μετ' ἐκεῖνον πάλιν ὁ τοῦ ἑκατοντάρχου παῖς ἀπηλλάγη τῆς χαλεπῆς ἀρρωστίας ἐκείνης καὶ σημεῖα ταῦτα μεγάλα ἦν· ἀλλ' ὅμως οὐκ ἔστη μέχρι τῶν σημείων, ἀλλὰ καὶ προφητείαν προστέθεικεν. Ἐπειδὴ γὰρ ὁ ἑκατόνταρχος τὴν θαυμαστὴν ἐκείνην καὶ μεγάλην ἐπεδείξατο πίστιν, δι' ἧς τὸν παῖδα ἀπήλλαξε τῆς ἀρρωστίας, ἐπήγαγεν ὁ Χριστὸς λέγων· Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, οἱ δὲ υἱοὶτῆς βασιλείας ἐκβληθήσονται ἔξω. Ταῦτα δὲ ἔλεγε, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τὴν τῶν Ἰουδαίων ἀποβολὴν προαναφωνῶν· ὃ δὴ νῦν ἐπὶ τῶν ἔργων ἐξέβη καὶ τοῦ ἡλίου φανερώτερον ἅπασι δείκνυται· ἀλλὰ τότε τέως ἄδηλον ἦν καὶ τοῖς ἀπίστοις οὐκ εὐπαράδεκτον. ∆ιὰ δὴ τοῦτο σημεῖον προέλαβε τὸ τότε ἐκβάν, τῷ μετὰ ταῦτα συμβησομένῳ πολλὴν προαποτιθέμενος τὴν πίστιν· ὥσπερ οὖν καὶ αὐτὴ ἡ προφητεία, ἐπὶ τῶν ἔργων φαινομένη νῦν, τῷ σημείῳ