51
ἀλλοιώσεως γὰρ τῆς ὑποκειμένης ὕλης ἡ γένεσις. κατανοήσειε δ' ἄν τις τὸ λεγόμενον ἀποβλέπων εἴς τε τὰ φυτὰ πάντα καὶ τὰ ζῷα, τά τε χερσαῖα καὶ πτηνὰ καὶ ἔνυδρα. συνεχὴς γὰρ ἡ τούτων με ταβολή. ὅτι δὲ καὶ τῷ λογικῷ συνεισέρχεται τὸ αὐτεξούσιον ἐκ τῶν εἰρημένων περὶ τοῦ ἐφ' ἡμῖν εἶναί τι τοῖς μὴ παρέργως ἀκηκοόσιν εὔδηλόν ἐστιν. οὐδὲν δὲ ἴσως ἄτοπον καὶ νῦν ὑπομνῆσαι τῶν αὐτῶν, τῆς ἀκολουθίας ἐπιζητούσης αὐτά. τοῦ λογικοῦ τὸ μέν ἐστι θεωρητικόν, τὸ δὲ πρακτικόν· θεωρητικὸν μὲν τὸ κατανοοῦν ὡς ἔχει τὰ ὄντα· πρακτικὸν δὲ τὸ βουλευτικόν, τὸ ὁρίζον τοῖς πρακτοῖς τὸν ὀρθὸν λόγον. καὶ καλοῦσι τὸ μὲν θεωρητικὸν νοῦν· τὸ δὲ πρακτικὸν λόγον· καὶ τὸν μὲν σοφίαν, τὸν δὲ φρόνησιν. πᾶς δὲ ὁ βουλευόμενος, ὡς ἐπ' αὐτῷ τῆς αἱρέσεως οὔσης τῶν πρακτῶν βουλεύεται, ἵνα τὸ προκριθὲν ἐκ τῆς βουλῆς ἕληται καὶ ἑλόμενος πράξῃ. πᾶσα τοίνυν ἀνάγκη τὸν ἔχοντα τὸ βουλεύεσθαι καὶ κύριον εἶναι πράξεων. εἰ γὰρ μὴ κύριος εἴη πράξεων, περιττῶς ἔχει τὸ βουλεύεσθαι· εἰ δὲ τοῦτο, ἐξ ἀνάγκης παρυφίσταται τῷ λογικῷ τὸ αὐτεξούσιον· ἢ γὰρ οὐκ ἔσται λογικόν, ἢ λογικὸν ὂν κύριον ἔσται πράξεων· κύριον δὲ ὂν πράξεων, πάντως αὐτεξούσιον ἔσται. ἐδείχθη δὲ καὶ τὰ ἐξ ὑποκειμένης ὕλης γενητὰ τρεπτὰ ὄντα. ἐξ ἀμφοτέρων ἄρα συνάγεται τὸν ἄνθρωπον ἐξ ἀνάγκης αὐτεξούσιον καὶ τρεπτὸν εἶναι· τρεπτὸν μὲν ἐπειδὴ γενητός, αὐτεξούσιον δὲ ἐπειδὴ καὶ λογικός. ὅσοι τοίνυν αἰτιῶνται τὸν θεὸν ὅτι τὸν ἄνθρωπον οὐκ ἐποίησεν κακίας ἀνεπίδεκτον ἀλλ' αὐτεξούσιον λανθάνουσιν ἑαυτοὺς αἰτιώμενοι τὸν θεὸν ὅτι λογικὸν ἐποίησε τὸν ἄνθρωπον καὶ οὐκ ἄλογον· ἀνάγκη γὰρ τῶν δύο τὸ ἕτερον, ἢ ἄλογον γενέσθαι, ἢ λογικὸν ὄντα καὶ περὶ τὰ πρακτὰ στρεφόμενον αὐτεξούσιον εἶναι. ἐξ ἀνάγκης οὖν πᾶσα φύσις λογικὴ αὐτεξούσιός ἐστι καὶ τρεπτὴ κατὰ τὴν ἑαυτῆς φύσιν. ἀλλ' αἱ μὲν ἐξ ὑποκειμένης ὕλης γενόμεναι κατὰ δύο τρόπους τὸ τρεπτὸν ἔχουσιν, κατά τε τὴν ὕλην καὶ κατ' αὐτὸ τὸ γενέσθαι· ὅσαι δὲ οὐκ ἐξ ὑποκειμένης ὕλης ἐγένοντο καθ' ἕνα μόνον τρόπον τὸν τῆς γενέσεώς εἰσι τρεπταί. πάλιν δὲ τούτων τῶν ἀΰλων ὅσαι μὲν ἐν τοῖς περιγείοις εἰσί, τῇ κοινωνίᾳ τῇ πρὸς ἀνθρώπους περὶ τὰ πρακτὰ καταγινόμεναι, μᾶλλόν εἰσι τῶν ἄλλων τρεπταί· ὅσαι δὲ δι' ἀκρότητα φύσεως τῷ θεῷ κατὰ σχέσιν πλησιάζουσι καὶ τῇ τούτου κατανοήσει τὸ μακάριον καρποῦνται, καὶ πρὸς ἑαυτὰς καὶ τὸν θεὸν μόνον ἐστραμμέναι τῶν μὲν πρακτῶν καὶ τῆς ὕλης παντάπασιν ἑαυτὰς ἀπηλλοτρίωσαν, τῇ δὲ θεωρίᾳ καὶ τῷ θεῷ προσῳκείωσαν, μένουσιν ἄτρεπτοι· αὐτεξούσιοι μὲν οὖσαι διὰ τὸ λογικαὶ εἶναι, οὐ μὴν τρεπόμεναι διὰ τὰς προειρημένας αἰτίας. καὶ θαῦμά γε οὐδέν· καὶ γὰρ τῶν ἀνθρώπων ὅσοι θεωρητικοὶ γενόμενοι τῶν πρακτῶν ἑαυτοὺς ἐχώρισαν ἔμειναν ἄτρεπτοι. οἶμαι συναποδεδεῖχθαι τοῖς εἰρημένοις ὅτι τὴν ἀρχὴν αἱ λογικαὶ πᾶσαι φύσεις ἄριστα δεδημιούργηνται, καὶ εἴπερ οὕτω διέμειναν ὡς ἐξ ἀρχῆς ἐκτίσθησαν πάσης ἂν κακίας ἐκτὸς ἦσαν· γίνεται δὲ αὐταῖς ἡ κακία κατὰ προαίρεσιν· οὕτω γοῦν αἱ μείνασαι κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν τὸ μακάριον ἔχουσι. μόνοι δὲ ἄγγελοι τῶν ἀσωμάτων ἐτράπησαν, καὶ οὐδὲ αὐτοὶ πάντες ἀλλά τινες ἐξ αὐτῶν, ὅσοι ῥέψαντες πρὸς τὰ κάτω τῶν ἐπιγείων ἔφεσιν ἔσχον, τῆς πρὸς τὰ ἄνω καὶ τὸν θεὸν σχέσεως ἀποχωρήσαντες. οὐκοῦν ἐκ τῶν δεδειγμένων δῆλόν ἐστιν ὡς ἕνεκα μὲν τοῦ φύσει τρεπτοὺς ἡμᾶς εἶναι τὰς δυνάμεις τὰς προαιρετικὰς τρεπτὰς ἔχομεν, οὐ μὴν διὰ τὸ ἔχειν τρεπτὰς δυνάμεις τοῦ κακοὺς ἡμᾶς εἶναι τὸν θεὸν ἄν τις αἰτιάσαιτο. οὐ γὰρ ἐν ταῖς δυνάμεσίν εἰσιν αἱ κα κίαι, ἀλλ' ἐν ταῖς ἕξεσιν· αἱ δὲ ἕξεις κατὰ προαίρεσιν· κατὰ προαίρεσιν ἄρα κακοὶ γινόμεθα, καὶ οὐ κατὰ φύσιν ἐσμέν. μάθοι δ' ἄν τις ἀκριβέστερον τὸ λεγόμενον οὕτως. ἐν τοῖς προλαβοῦσιν δύναμιν ἐλέγομεν εἶναι ἀφ' ἧς ἕκαστον ὧν ποιοῦμεν ποιεῖν δυνάμεθα. πᾶσα δὲ προαιρετικὴ δύναμις ἡ αὐτὴ τῶν ἀντικειμένων ἐστίν· μία γὰρ καὶ ἡ αὐτὴ δύναμις τοῦ ψεύδεσθαι καὶ ἀληθεύειν, καὶ μία καὶ ἡ αὐτὴ δύναμις τοῦ σωφρονεῖν καὶ ἀκολασταίνειν. οὐκέτι δὲ ἡ αὐτὴ ἕξις τῶν ἀντικειμένων, οἷον τοῦ ἀκολασταίνειν καὶ σωφρονεῖν ἢ τοῦ ψεύδεσθαι καὶ