52
ἐπισκεψώμεθα. τήκεται ὁ χαλκός, ὁ πηλὸς πήγνυται, ὁ κηρὸς ἀναλίσκεται, τὰ λοιπὰ τῶν ζῴων εἰ ἐν αὐτῷ γένοιτο φθείρεται, ἡ σαλαμάνδρα ζῳογονεῖται, τὸ στυππεῖον καίεται, τὸ ἀμίαντον ὥσπερ ἐν ὕδατι τῇ φλογὶ καταπλύνεται· τοσαύτη ἡ ταὐτότης τῶν ἔργων ἐκ τῆς μιᾶς ἐνεργείας. τί δὲ ὁ ἥλιος; ἆρ' οὐχὶ καὶ αὐτὸς ἐκ τῆς αὐτῆς δυνάμεως ὁμοίως ἐπιθάλπων τὰ πάντα τὸ μέν τι τῶν φυτῶν ηὔξησε, τὸ δὲ κατεμάρανε, πρὸς τὴν ὑποκειμένην 1.1.388 δύναμιν ὑπαλλάσσων τῆς ἐνεργείας τὸ τέλος; τὸ μὲν γὰρ ἐπὶ τῆς πέτρας ἐξήρανε, τὸ δὲ ἐκ τῆς βαθείας γῆς ἑκα τοντάχουν ἐποίησεν. εἰ δὲ εἰσέλθοις εἰς τὰ τῆς φύσεως ἔργα καὶ ἴδοις ἐν τοῖς σώμασιν ὅσα φιλοτεχνοῦσα ἐργά ζεται, μᾶλλον ἂν τὸ περιεσκεμμένον καταμάθοις τοῦ λέ γοντος, ὅτι 20ἡ αὐτὴ ἐνέργεια τὴν ταὐτότητα τῶν 1.1.389 ἔργων ἀποτελεῖ20. μία ἐνέργεια τῆς συλλήψεώς ἐστιν ἡ αἰτία, ἀλλὰ τὸ σύγκριμα τοῦ ἔνδον οἰκονομουμένου πολυ ειδές, ὡς ἂν μὴ δυνηθῆναι ῥᾳδίως τινὰ τὴν διαφορὰν τῶν ἐν τῷ σώματι ποιοτήτων ἀπαριθμήσασθαι. μία πάλιν ἐν έργεια ἐπὶ τῶν νηπίων ἡ τοῦ γάλακτός ἐστιν ὁλκή, τὸ δὲ ποικίλον τῶν ἀποτελεσμάτων τῆς τοιαύτης τροφῆς τίς ἂν 1.1.390 διεξέλθοι λόγος; ἡ μὲν γὰρ καθάπερ διὰ σωλῆνος ἐκ τοῦ στόματος ἐπὶ τοὺς ἀποκριτικοὺς διεξέρχεται πόρους, ἡ δὲ ἀλλοιωτικὴ τῆς φύσεως δύναμις ἑκάστῳ τῶν μελῶν καταλ λήλως προσάγει τὸ γάλα, διὰ τῆς πέψεως εἰς μυρίας δια φορὰς τὴν τροφὴν κερματίζουσα καὶ τοῖς ὑποκειμένοις ὁμο 1.1.391 φυὲς ἀπεργαζομένη τὸ ἑκάστῳ κατάλληλον. ἐκ γὰρ τῆς αὐτῆς τρέφονται βρώσεως ἀρτηρίαι φλέβες ἐγκέφαλος μή νιγγες μυελὸς ὀστᾶ νεῦρα σύνδεσμοι τένοντες σάρκες ἐπι φάνεια χόνδροι πιμελαὶ τρίχες ὄνυχες ἱδρῶτες ἀτμοὶ φλέγμα χολὴ καὶ ὅσα λοιπὰ περιττὰ καὶ ἀχρεῖα τῆς αὐτῆς αἰτίας 1.1.392 ἐξῆπται. κἂν τὰ τῶν μελῶν εἴπῃς ὀνόματα τά τε ὀργανικὰ καὶ τὰ αἰσθητήρια καὶ ὅσα ἄλλα πληροῖ τὸν τοῦ σώματος ὄγκον, ἐκ μιᾶς καὶ τῆς αὐτῆς κατὰ τὴν τροφὴν ἐνεργείας εἰς τὰς τοσαύτας διαφορὰς ἀλλοιοῦται. εἰ δέ τις καὶ τὰς τέχνας ἀναλογίσαιτο, εὑρήσει καὶ διὰ τούτων τὸ κατεξη τασμένον τοῦ δόγματος· μίαν γὰρ ὡς ἐπὶ τὸ πολὺ τῶν διὰ χειρός τι ποιούντων ἐπὶ πάσης τέχνης ὁρῶμεν ἐνέργειαν, αὐτὴν λέγω τῆς χειρὸς τὴν κίνησιν, ἀλλὰ τίς ἡ κοινωνία 1.1.393 τῶν ἀποτελεσμάτων, σκοπήσωμεν. τί κοινὸν ἔχει ναοῦ κατα σκευὴ πρὸς ἱμάτιον, τῆς ἐν ἑκατέρῳ τέχνης κινήσει χειρὸς ἐνεργουμένης; κινεῖ τὴν χεῖρα καὶ ὁ τοιχωρύχος, κινεῖ καὶ ὁ φρεωρύχος, καὶ γῆ μεταλλεύεται καὶ φονεύεται ἄνθρωπος· κινήσεως χειρὸς ἔργα τὰ πάντα. ὅ τε γὰρ πολεμιστὴς ἐπὶ τῆς μάχης διὰ χειρὸς ἐνεργεῖ τὴν τῶν ἐναντίων σφαγήν, καὶ ὁ γεωπόνος πάλιν τῇ χειρὶ διὰ τῆς δικέλλης ἐπιθρύπτει 1.1.394 τὴν βῶλον. πῶς οὖν ἡμῖν ὁ δογματιστὴς ἀποφαίνεται 20τὰς αὐτὰς ἐνεργείας τὴν ταὐτότητα τῶν ἔργων ἀποτελεῖν20; ἐὰν δὲ δοθῇ τι καὶ ἀληθὲς ἔχειν τὰ εἰρη μένα, πάλιν καὶ διὰ τούτου τὸ κατὰ τὴν οὐσίαν οἰκεῖον τοῦ τε υἱοῦ πρὸς τὸν πατέρα καὶ τοῦ πνεύματος πρὸς τὸν υἱὸν πλέον συνίσταται. εἰ μὲν γὰρ ἦν τις τῶν ἐνεργειῶν παραλλαγή, ὡς ἄλλως μὲν τοῦ πατρός, ἑτέρως δὲ τοῦ υἱοῦ τὸ δοκοῦν ἐργαζομένου, καλῶς εἶχεν ἐκ τοῦ παρηλλαγμένου τῶν ἐνεργειῶν καὶ τὸ τῆς ἐργασθείσης ὑφ' ἑκατέρου τούτων 1.1.395 οὐσίας παρηλλαγμένον τεκμαίρεσθαι. εἰ δὲ ᾧ τρόπῳ ἐνεργεῖ ὁ πατήρ, πάντα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ, κατά τε τὴν αὐτοῦ τοῦ κυρίου φωνὴν καὶ κατὰ τὸν εἰκότα λόγον (οὐ γὰρ ὁ μὲν ἀσωμάτως, ὁ δὲ διὰ σώματος, οὐδὲ ἐκεῖνος μὲν ἐκ τῆσδε τῆς ὕλης, ἐκ δὲ τῆς ἑτέρας ὁ ἕτερος, οὐδὲ ἐν χρόνῳ οὐδὲ ἐν τόπῳ ἄλλος ἄλλῳ τὸ δοκοῦν κατεργάζεται, οὐδ' αἱ τῶν ὀργάνων διαφοραὶ τὸ παρηλλαγμένον κατασκευάζουσιν· 1.1.396 ἀλλ' ἀρκεῖ μόνη θελήματος κίνησις καὶ προαιρέσεως ὁρμή, σύνδρομον ἔχουσα καὶ ἐπακολουθοῦσαν πρὸς τὴν τῶν ὄντων ὑπόστασιν τὴν ὑφιστῶσαν τὰ πάντα δύναμιν), καὶ ἐν πᾶσιν ὁμοίως ὁ πατὴρ ἐξ οὗ τὰ πάντα καὶ ὁ υἱὸς δι' οὗ τὰ πάντα κατὰ ταὐτὸ τῆς ἐνεργείας εἶδος ἐργάζονται, πῶς οὗτος τὴν κατὰ τὰς οὐσίας διαφορὰν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἀποδεικνύειν οἴεται διὰ τοῦ παρηλλαγμένου τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐνεργείας ἀπ' ἀλλήλων