1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

52

παῤῥησίας. Εἰ γάρ τινες διὰ πατέρας παραμυθίας ἔτυχόν τινος, πολλῷ μᾶλλον διὰ παῖδας πατέρες. Ἐκεῖ μὲν γὰρ τὸ τῆς φύσεως μόνον δικαίωμα ἦν, ἐνταῦθα δὲ καὶ τὸ τῆς ἀνατροφῆς, πολλῷ τῆς φύσεως μεῖζον ὄν. Καὶ ταῦτα ὑμῖν ἀμφότερα ἀπὸ τῶν θείων πιστώσομαι Γραφῶν. Τὸν γὰρ Ἐζεκίαν ἐνάρετον μὲν ὄντα καὶ εὐσεβῆ, οὐκ ἔχοντα δὲ τοσαύτην παῤῥησίαν ἀπὸ τῶν κατορθωμάτων, ὥστε καὶ πρὸς τοσοῦτον κίνδυνον στῆναι, ἀπὸ τῆς τοῦ πατρὸς ἔφησε σώζειν ἀρετῆς ὁ Θεός. Ὑπερασπιῶ γὰρ, φησὶ, τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι' ἐμὲ, καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου. Καὶ Τιμοθέῳ δὲ περὶ γονέων ἐπιστέλλων ἔλεγεν ὁ Παῦλος, ὅτι Σωθήσονται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. Καὶ τὸν Ἰὼβ δὲ ὥσπερ ἀπὸ τῶν ἄλλων ἐπῄνεσεν ἡ Γραφὴ, οἷον ὅτι δίκαιος καὶ ἀληθινὸς καὶ θεοσεβὴς ἦν, οὕτω καὶ ἀπὸ τῆς περὶ τοὺς παῖδας ἐπιμελείας. Αὕτη δὲ ἦν οὐ χρυσὸν συνάγειν αὐτοῖς, οὐδὲ ἐπιδόξους ποιεῖν καὶ λαμπροὺς, ἀλλὰ τί; Ἄκουσον τῆς Γραφῆς λεγούσης· Ὅταν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου αὐτῶν, ἀπέστελλεν Ἰὼβ, καὶ ἐκαθάριζεν αὐτοὺς, καὶ ἀνιστάμενος τῷ πρωῒ προσέφερε περὶ αὐτῶν θυσίαν κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ Ἰὼβ ἐν τῇ καρδίᾳ αὐτοῦ, Μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν. Ἆρα ἔσται τις ἡμῖν ἀπολογία λοιπὸν τοιαῦτα τολμῶσιν; Εἰ γὰρ ὁ πρὸ τῆς χάριτος, ὁ πρὸ τοῦ νόμου, ὁ μηδεμιᾶς ἀπολαύσας διδασκαλίας, τοσαύτην τῶν παίδων ἐποιεῖτο πρόνοιαν, ὡς καὶ ὑπὲρ τῶν ἀδήλων τρέμειν ἁμαρτημάτων, τίς ἡμᾶς ἐξαιρήσεται λοιπὸν τοὺς ἐν τῇ χάριτι, τοὺς καὶ τοσούτων διδασκάλων τετυχηκότας, τοὺς τοιαῦτα ὑποδείγματα ἔχοντας καὶ τοσαύτας παραινέσεις, οὐ μόνον ὑπὲρ τῶν ἀδήλων οὐ δεδοικότας, ἀλλὰ καὶ τῶν δήλων καταφρονοῦντας, καὶ οὐ καταφρονοῦντας μόνον, ἀλλὰ καὶ τοὺς βουλομένους αὐτὰ διορθοῦν ἐλαύνοντας; Καὶ τὸν Ἀβραὰμ δὲ, καθάπερ ἔφθην εἰπὼν, μετὰ τῶν ἄλλων κατορθωμάτων καὶ τοῦτο λαμπρὸν ἐποίει. καʹ. Τοσαῦτα οὖν ἔχοντες ὑποδείγματα, κατασκευάζωμεν τῷ Θεῷ διακόνους, καὶ λειτουργοὺς δοκίμους. Εἰ γὰρ ἀθλητάς τις πόλεσι τρέφων, ἢ στρατιώτας βασιλεῦσιν ἀσκῶν, μεγάλῃ τιμηθήσεται τιμῇ, πόσην ἡμᾶς εἰκὸς λαβεῖν δωρεὰν, οὕτω γενναίους καὶ μεγάλους ἄνδρας, μᾶλλον δὲ ἀγγέλους τῷ Θεῷ τρέφοντας; Πάντα οὖν 47.385 πράττωμεν, ὥστε αὐτοῖς ἀφεῖναι τὸν τῆς εὐσεβείας πλοῦτον, τὸν μένοντα, καὶ συναποδημοῦντα, καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ μέγιστα ὀνῆσαι δυνάμενον. Ὁ μὲν γὰρ βιωτικὸς οὔτε συμμεταστήσεται, καὶ ἐνταῦθα δὲ προαπολεῖται, καὶ τοὺς ἔχοντας πολλάκις προσαπολεῖ· οὗτος δὲ καὶ ἐνταῦθα κἀκεῖ βέβαιος ἔσται, καὶ διατηρήσει μετὰ πολλῆς ἀσφαλείας τοὺς κεκτημένους αὐτόν. Καὶ γὰρ οὕτως ἔχει· ὁ μὲν τὰ ἐν τῇ γῇ προτιμῶν τῶν πνευματικῶν, κἀκείνων ἐκπεσεῖται καὶ τούτων· ὁ δὲ τῶν οὐρανίων ἐπιθυμῶν, καὶ τῶν ἐπὶ γῆς τεύξεται πάντως. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ ταῦτα παρασχεῖν μέλλοντος Κυρίου. Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς τιμῆς; Φρόντιζε, φησὶν, ὑπὲρ τῶν πνευματικῶν, ἐμοὶ δὲ ἄφες πάντα τὰ σά. Ὥσπερ ἂν εἴ τις πατὴρ φιλόστοργος οἰκίας ἐπιμέλειαν καὶ οἰκετῶν προστασίαν καὶ τῶν ἄλλων ἁπάντων μεταχειρίζοιτο, τῷ παιδὶ φιλοσοφίᾳ μόνῃ σχολάζειν παραινοίη· οὕτω δὴ καὶ ὁ Θεός. Πειθώμεθα τοίνυν, καὶ ζητῶμεν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οὕτω πανταχοῦ τούς τε παῖδας δοκίμους ὀψόμεθα, καὶ αὐτοὶ μετ' ἐκείνων ἐσόμεθα λαμπροὶ, καὶ τῶν παρόντων ἀπολαυσόμεθα, ἂν τῶν μελλόντων καὶ οὐρανίων ἐρῶμεν μόνον. Ταῦτα πειθομένοις μὲν ὑμῖν μέγαν οἴσει τὸν μισθὸν, ἀντιλέγουσι δὲ καὶ ἀπειθοῦσι χαλεπωτέραν τὴν τιμωρίαν. Οὐ γὰρ ἔνι καταφυγεῖν εἰς ἀπολογίαν, οὐδὲ εἰπεῖν ὅτι ὁ ταῦτα διδάσκων οὐδεὶς ἦν. Μάλιστα μὲν οὖν καὶ πρὸ τῶν ἡμετέρων λόγων ἡ ἀπολογία αὕτη ἀνῄρητο, τῆς τε φύσεως ἐχούσης ἀκριβὲς τὸ κριτήριον τῶν καλῶν, καὶ τῶν οὐ τοιούτων, τῆς τε φιλοσοφίας ταύτης πανταχοῦ προκειμένης, τῶν τε ἐν τῷ βίῳ κακῶν ἱκανῶν ὄντων καὶ τοὺς