52
τιμωρίας πρόσεστιν ἡ αἰσχύνη. Καὶ τὸ ἐν αὐτῷ ἴσ. δι' αὐτὸ κολάζεσθαι. Καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον. Τίνος ἕνεκεν τὰ ἄλογα κολάζεται; διὰ τοὺς ἀνθρώπους, εἰς διόρθωσιν τούτων, ἐπειδὴ καὶ δι' αὐτοὺς γέγονεν. Ὄναγροι ἔστησαν ἐπὶ νάπας. Ἰστέον, ὅτι τὰ ἐρημότερα οὗτοι νέμονται. Τί ἐστιν, εἵλκυσαν ἄνεμον; τὸν ἀπὸ τοῦ δίψους παραμυθούμενοι καύσωνα. Εἶδες ὀργὴν ∆εσπότου; εἶδες φιλανθρωπίαν ὁμοῦ μετὰ ὀργῆς; φείδεται τῶν παίδων, καὶ εἰς τοὺς δούλους τὴν ὀργὴν ἀφίησιν, ἵνα κἂν οὕτω σωφρονισθῶσιν. Ἅτε γὰρ ἀπρονόητα ὄντα ταῦτα τὰ ζῶα, αἰσθάνεται πρῶτα τοῦ λιμοῦ. Καὶ οὐ λέγει τὰ ἥμερα ζῶα βοῦς καὶ πρόβατα, ἀλλὰ τὰ ἄγρια δεικνὺς τὴν ἐπίτασιν· διότι δι' αὐτοὺς καὶ ταῦτα γεγένηται, εἰ καὶ μὴ εἰς χρῆσιν, ἀλλ' εἰς θεογνωσίαν. *Ὄναγροι ἔστησαν ἐπὶ νάπαις, εἵλκυσαν ἄνεμον, ὡς δράκων. Ἄγριον, τὸ ζῷον ὁ ὄναγρος, καὶ ἐπιβαίνων πεδιάσιν, καὶ διαφθείρων καρπούς. Λέγει τοίνυν, ὅτι ἐκ τῆς ἀβροχίας εἰς ἀσθένειαν ἦλθε καὶ τοῦτο τὸ ζῶον. Τὸ δὲ, Εἵλκυσαν ἄνεμον ὡς δράκων, ὁ Ἑβραῖός τινα τοιαύτην τὴν ἔννοιαν ἔχει· Εἵλκυσαν ἄνεμον ὡς ζῶον ὑπ' ἀνέμου συλλαμβάνον. Φασὶ δὲ τοιαύτην εἶναι τὴν σφίγγα. Ὥσπερ γὰρ ἐκείνη ἥδεται τῇ τοῦ ἀνέμου προσβολῇ ὡς ἐν συνουσίᾳ γιγνομένη, οὕτω, φησὶ, καὶ οἱ ὄναγροι πρὸς τὸν ἄνεμον εἱστήκεισαν ὑπὸ τῆς ἐνδείας παραμυθίαν ἔχοντες τοῦ ἀνέμου τὴν φοράν. Μᾶλλον δ' ἄν τις οὕτω νοήσοιτο, Εἵλκυσαν ἄνεμον ὡς δράκων, τουτέστιν, ἀπὸ τῆς ἐνδείας ὠγκῶντο· ἐπιλειπούσης γὰρ τῆς τροφῆς, ἀναβοᾷν ἔθος τοῖς ἀλόγοις, οἷον ὄνοις, ἵπποις, καὶ τοῖς τοιούτοις. Τοῦτο δὲ ποιεῖν καὶ ὁ ὄναγρος εἴωθε. Τὸ οὖν, Εἵλκυσαν ὡς δράκων, τουτέστιν, ὡς οὗτος 64.896 συρίζων ἐπὶ πολὺ τὴν φωνὴν ἐκπέμπει, οὕτω καὶ οἱ ὄναγροι βοήσουσιν ὑπὸ τῆς ἐνδείας ἐξάκουστον. Λέγουσι δὲ Σύροι τὸ, ὡς δράκων, μὴ ἔχειν. Τινὲς δέ φασιν, ὅτι ὁ δράκων πέφυκε τῷ ἀνέμῳ τρέφεσθαι· παρέβαλεν οὖν τούτῳ τῷ ζώῳ τοὺς ὀνάγρους, ἵνα δείξῃ τὴν ἐκ τῆς ἀβροχίας συμφοράν. Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν. Ὅρα τὴν ἱκετηρίαν ἀπὸ τοῦ προφήτου γεγενημένην, καὶ ἐξ αὐτῶν δὲ ἐκείνων ὡς ἀπὸ τῆς συμφορᾶς σωφρονισθέντων. Μέγα γὰρ ὄντως τειχίον ἡ ἁμαρτία καὶ καθάπερ στρατιῶται τινὲς πένητας, καὶ ἀσθενεῖς ἀνθρώπους ἀπείργουσι τῶν ἀρχόντων, βουλομένους ἐντυχεῖν ῥάβδοις ἀποδιώκοντες· οὕτω καὶ αὗται ποιοῦσιν. Ὅταν γὰρ οἴκοθεν οὐδὲν ἔχωμεν, αὕτη καταλείπεται συγγνώμη, ἴσ. εἰς συγγ. ἡ φιλανθρωπία τοῦ Θεοῦ. Ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου. Οὐκ ἐναντίον ἀνθρώπων. Ὅταν γὰρ ὁ Θεὸς ἐξετάζῃ, πολλαὶ φαίνονται αἱ ἁμαρτίαι. Οὐκ ἐπειδὴ πικρότερον ἐξετάζει τῶν ἀνθρώπων· μὴ γένοιτο. Πῶς οὖν φαίνονται πλείους; ὅτι ἄνθρωποι μὲν ἀγνοοῦσιν, αὐτὸς δὲ ἐπίσταται. Οὐκοῦν δυνάμεθα ἕκαστος οὕτω σώζεσθαι, εἰ μέλλοιμεν ἐπὶ τὸ ὄνομα αὐτοῦ καταφεύγειν ἅπαντες. Ὅτι σοι ἡμάρτομεν. Τί ἐστι σοί· τῷ μὴ παροξυνομένῳ κατὰ τοὺς ἀνθρώπους. Σοὶ τῷ ∆εσπότῃ, τῷ δυναμένῳ φείσασθαι, τῷ ὑπερορῶντι τὰ ἁμαρτήματα. Ὑπομονή. Τουτ' ἔστι· Σὺ ποιεῖς ἡμᾶς ὑπομεῖναι ὁ μόνος Θεὸς, οἱ δὲ ἀνθρωποὶ τιμωροῦνται καὶ τὴν δύναμιν ἴσ. κατὰ τὴν δύναμιν αὐτοῦ, καὶ τὴν φιλανθρωπίαν. Ἐνταῦθα δὲ λέγει· Τὰς πληγὰς ταύτας οὐδεὶς δύναται λῦσαι. Ἐπεὶ οὖν καὶ δύνασαι σὺ μόνος, ἄνες. Νόμος οὗτός σοι τοῦτο καὶ ἀνθρώποις πολλάκις λέγομεν, Σαυτὸν μίμησαι διὰ σαυτόν. Μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν; Οὕτως, φησὶν, ἡμᾶς εἴασεν, ὥσπερ ὁ καταλύων οὐδενὸς φροντίζει. Οὐκ ἄρα ὑπνοῖ ὁ Θεός. Ὁρᾷς πῶς λανθανόντως σοι ἐκφαίνει τὸ ἀπαθές; Πάρεστί σοι τὸ δύνασθαι· ἀλλὰ δύνασαι μὲν, αἱ δὲ ἁμαρτίαι ἡμῶν ἀνθίστανται· ἀλλὰ κἂν διὰ σέ. Καὶ σὺ ἐν ἡμῖν, Κύριε. Καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμᾶς. Οὐκέτι ἐπὶ τοὺς Πατέρας καταφεύγει, ἀλλ' ἐπὶ τὸ ὄνομα τοῦ Θεοῦ· τοῦτο καὶ οἱ περὶ Μωυσῆν ποιοῦσιν ἵνα μὴ ὑβρισθῇ. Οὕτως λέγει Κύριος· Ἠγάπησαν κινεῖν πόδας αὐτῶν. Τουτέστιν, οὐδὲν βέβαιον παρ' αὐτοῖς, ἀεὶ μεταπηδῶσι. Τοῦτο καὶ Ἡλίας φησίν· Ἕως πότε χωλανεῖτε ἐπ'