52
τῷ τότε γενομένῳ πολλὴν παρέχει τὴν βεβαίωσιν. Τί γὰρ ἂν εἴποι ὁ ἄπιστος; ὅτι οὐκ ἐκαθάρθη ὁ λεπρός; Βλεπέτω τῆς προφητείας τὴν ἀλήθειαν, καὶ ἀπὸ ταύτης καὶ τῷ σημείῳ πιστευέτω. Τί δὲ ἂν εἴποιεν οἱ τότε Ἰουδαῖοι; ὅτι ἃ προλέγει οὐκ ἔστιν ἀληθῆ; Ὁράτωσαν τὸν λεπρὸν καθαιρόμενον καὶ ἀπὸ τῶν ἐπ' ἐκείνου γενομένων καὶ περὶ τῶν μελλόντων μὴ ἀπιστείτωσαν, μέγιστον λαμβάνοντες ἐνέχυρον ἐκεῖνοι μὲν τῆς προφητείας τὸ σημεῖον, οἱ δὲ νῦν τοῦ σημείου τὴν προφητείαν. Εἶδες πῶς θάτερον διὰ θατέρου κατασκευάζεται; Τοῦτο καὶ ἐπὶ τῆς Παλαιᾶς γινόμενον ἴδοι τις ἄν. Ἐπεὶ γὰρ καὶ ὁ Ἱεροβοὰμ τὴν χαλεπὴν ἐκείνην ἐμάνη μανίαν καὶ δαμάλεις ἔστησε χρυσᾶς, ἐλθὼν ὁ προφήτης τά τε μέλλοντα προανεφώνησεν καὶ σημεῖον εὐθέως ἔδωκεν. Ἵνα γὰρ μηδεὶς ἀπιστῇ τοῖς μετὰ τριακόσια συμβησομένοις ἔτη, τὸν βωμὸν ἔρρηξε καὶ τὴν πιότητα ἐξέχεε καὶ τὴν χεῖρα τοῦ βασιλέως ἐξήρανεν, ἀπὸ τῶν πρὸ τῶν ὀφθαλμῶν γινομένων τῶν μετὰ πολὺν χρόνον συμβησομένων σαφῆ παρεχόμενος τὴν ἀπόδειξιν. Καὶ πολλὰ τοιαῦτα ἴδοι τις ἂν καὶ ἐν τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ γινόμενα, τοῦ Θεοῦ διαφόρως τὴν ἡμετέραν οἰκονομοῦντος σωτηρίαν. Ὃ δὴ καὶ ἐνταῦθα γέγονε καὶ μετὰ πλείονος τῆς περιουσίας· οὐ γὰρ δὴ σημεῖον μόνον, ἀλλὰ καὶ προφητείαν ὁμοῦ καὶ σημεῖον συνέπλεξεν. Ἀλλ' ὥστε σαφέστερα γενέσθαι τὰ λεγόμενα, αὐτὴν μετὰ ἀκριβείας τὴν ἱστορίαν ἐπέλθωμεν. Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦὈζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασὴν βασιλεὺς Ἀρὰμ και Φακὲς υἱὸς Ῥωμελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴπολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον ∆αυῒδ, λεγόντων· συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Ἔστι μὲν ἱστορία τὰεἰρημένα καὶ πραγμάτων διήγησις· ἀλλ' ὁ νοῦν ἔχων καὶ ὀξὺ βλέπων, πολὺ καὶ ἐντεῦθεν καρπώσεται τὸ κέρδος, τοῦ Θεοῦ τὴν πολλὴν σοφίαν καὶ τὴν ὑπὲρ τῶν Ἰουδαίων κηδεμονίαν καταμανθάνων. Οὔτε γὰρ ἐκ προοιμίων τὸν πόλεμον ἀνεχαίτισεν, οὔτε ἐπελθόντα κρατῆσαι τῆς πόλεως συνεχώρησεν, ἀλλὰ τὴν ἀπειλὴν ἀφεὶς γενέσθαι τὴν διὰ τῶν ῥημάτων, τὴν πεῖραν ἐκώλυσεν, ὁμοῦ μὲν ἐκείνους ἀφυπνίζων καὶ τῆς ῥᾳθυμίας ἀπαλλάττων, ὁμοῦ δὲ τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος, ὅτι δυνατὸν αὐτῷ καὶ πρὸς αὐτὸ τῶν δεινῶν τὸ τέλος ἐλθόντων, ὥσπερ οὐδὲ ἀρχὴν εἰληφότων, οὕτω τοὺς ἐμπίπτοντας ἀκεραίους διατηρῆσαι. Ὃ πολλαχοῦ ποιοῦντα αὐτὸν ἔστιν ἰδεῖν· οἷον ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας καὶ ἐπὶ τοῦ λάκκου τῶν λεόντων καὶ ἐφ' ἑτέρων μυρίων πραγμάτων. Καὶ γὰρ ἦλθον οὗτοι καὶ ἐπολιόρκησαν, καὶ τῶν τειχῶν ἁψάμενοι καὶ τὴν διάνοιαν τῶν ἔνδον οἰκούντων κατασείσαντες, οὐδὲν ἴσχυσαν περαιτέρω.
7.2 Ἔστι δὲ κἀντεῦθεν ἰδεῖν τῶν δέκα φυλῶν τὴν παρανομίαν, ὅτι οὐ μόνον ἐμφύλιον ἀνείλοντο πόλεμον, οὐδ' ὅτι πρὸς τοὺς ἀδελφοὺς ἐστασίασαν, ἀλλ' ὅτι καὶ ἀλλοφύλοις καὶ ἀλλογενέσιν ἑαυτοὺς συνῆψαν καὶ οἱ μηδὲ ἁπλῶς κοινωνεῖν αὐτοῖς ἐπιτραπέντες καὶ συμμάχους ἐκάλουν, καὶ συνεφράττοντο καὶ κατὰ τῆς πόλεως ἵσταντο. Τὸν γὰρ Ῥασὴν ἀλλόφυλον ὄντα κατὰ τῆς μητροπόλεως ἤγειρον. Καὶ ἦν τὰ τῆς μάχης ἀνώμαλα. Παρὰ μὲν γὰρ ἐκείνοις πλῆθος ἄπειρον καὶ πόλεις καὶ ἔθνη καὶ δῆμοι· ἐνταῦθα δὲ τούτων οὐδέν, ἀλλὰ πόλις μία ἡ μητρόπολις, ὥστε ἐκ περιουσίας φανῆναι τοῦ Θεοῦ τὴν ἰσχύν. Οὐδενὸς γὰρ ὅπλα κινοῦντος, οὐδὲ ἐξιόντος καὶ παραταττομένου, ἐξέπιπτον ἐκεῖνοι τῶν πονηρῶν τούτων ἐγχειρημάτων. Οὐ γὰρ ἠδυνήθησαν, φησί, πολιορκῆσαι αὐτήν. Καίτοι τί τὸ κωλῦον ἦν; Οὐδὲν ἕτερον, ἀλλ' ἢ τοῦ Θεοῦ χεὶρ ἀοράτως αὐτοὺς ἀποκρουομένη. Πλὴν ἀλλ', ὅπερ εἶπον, τὸν μὲν πόλεμον ἀπεκρούσατο, τὸν δὲ φόβον οὐκ εὐθέως ἀνεῖλεν. Ἀνηγγέλη γάρ, φησίν, εἰς τὸν οἶκον ∆αυΐδ, ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ. Ὅταν μέλλῃ τι παράδοξον ὁ Θεὸς ποιεῖν, οὐκ εὐθέως ἐπάγει τὸ θαῦμα, ἀλλὰ πρότερον τοὺς μέλλοντας ἀπολαύειν ἐν αἰσθήσει τῶν δεινῶν ἀφίησι γενέσθαι, ἵνα μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν μηδεμίαν ἀγνωμοσύνην