54
μετανοοῦσιν ἀνόνητα, στένουσιν ἄπρακτα. 10.5.2 Τοὺς δὲ παρὰ τούτων αἰκισθέντας διεδέξατο μνήμη ἄληκτος, ἀγήρως ἔπαινος. Τὰ γὰρ διηγήματα καὶ τὰς τιμὰς οἱ μεθηλικέστεροι παρὰ τῶν πρεσβυτέρων ὑποδεχόμενοι καὶ πάππος ἐκγόνῳ ἢ πατὴρ παιδὶ παρα διδόντες τὴν εἰς αὐτοὺς θεραπείαν ἀθάνατον ποιοῦσι τὸν ἔπαινον· καὶ ὥσπερ τινὰ κληρονομίαν ἄσυλον τὰς ἑορτὰς ταύτας ἐν διαδοχαῖς σώζει ὁ βίος, ἢ μᾶλλον καὶ κληρονομίας τιμιώτερον χρῆμα. Κληρονομίας μὲν γὰρ τὰ καλὰ ἢ λῃστὴς ἀφείλετο ἢ πολέμιος λάφυρον ἔλαβεν ἢ περίστασις πραγμάτων ἐκένωσεν, ἁγίων δὲ ἀνδρῶν ἑορτὴν οὐδεὶς ἐκκόψει ἐνιαυτοῦ, μέχρις ἂν ὦσιν ἐνιαυτοὶ καὶ χρόνος τρέχῃ καὶ οὐρανὸς ἔχῃ τὸν ἥλιον καὶ γῆ βόσκῃ τὰ ἴδια ζῷα καὶ θάλασσα τὰ ἐξαίρετα. 10.5.3 Τὸ δὲ ἀληθέστερον εἰπεῖν, καὶ τῶν στοιχείων παυσαμένων τούτων, κἄν τισι μὴ δοκῇ, μαρτύρων καὶ δικαίων οὐ σβεσθήσεται δόξα οὐδὲ συναπολήξει τῇ δημι ουργίᾳ τὰ κατ' ἐκείνους· ἀλλὰ τότε καὶ μᾶλλον ἀνθήσουσι πρὸς τὴν ἄφθαρτον ζωὴν μετακοσμηθείσης τῆς ἀνθρωπότητος. 10.6.1 Ἔξεστιν δὲ τοῖς ἀπίστοις καὶ περὶ τῆς μελλούσης ἐλπίδος ἡμῶν ἀμφιβάλλουσιν ἀπὸ τῶν ἐν τῷδε τῷ βίῳ πραττομένων τῆς ἀγαθῆς προσδοκίας ἡμῶν λαβεῖν βέβαια τὰ ἐνέχυρα. Ἰδοὺ γὰρ πεπλήρωται πᾶς τῆς οἰκουμένης κύκλος τῶν ἀθλητῶν τοῦ Χριστοῦ καὶ πᾶς τόπος ἔχει τῶν ἁγίων τὴν μνήμην· πάντες δὲ καιροὶ κρείττονα τῶν ἀπὸ γῆς δώρων καὶ βλαστημάτων τὰ τῶν ἀγωνιστῶν τοῖς ἑορτάζουσι χαρίζονται διηγήματα. Ὡς εἴ τις ἦν σπουδαῖος τῶν μαρτύρων φίλος, ἔθετο δὲ φροντίδα τοῖς τῶν ὅλων πανηγυρίζειν πάθεσιν, οὐκ ἂν ἡμέραν παρῆλθεν τοῦ ἐνιαυτοῦ ἀνεόρταστον. Πᾶσαι γὰρ ἔχουσι κρείττονα τοῦ ἡλιακοῦ κύκλου κόσμον τὰ τῶν γενναίων ἀνδραγαθήματα. 10.6.2 Ἐπειδὴ γὰρ ὁ τοῖς καλοῖς ἀντιτεταγμένος σφοδρὸν πρὸς τὸ μυστήριον τῶν χριστιανῶν ἐπηρείσατο, πάντας δὲ πάσσων τῇ κόνει τοῖς ἰδίοις φρονήμασι χωννύειν ἐσπούδαζεν καὶ μάτην ἐνασχολεῖν τοῖς ἐπιτηδεύμασι τοῦ πηλοῦ, ἀρίστων ἀνδρῶν πλῆθος ὁ Θεὸς ἀλείψας τοῖς παραγγέλμασι καὶ παιδοτριβήσας πρὸς καρτερίαν καὶ δύναμιν ἀντέστησεν τῷ ἀναιδεῖ καὶ ἐπιβούλῳ τῆς ἀνθρωπότητος. Οὗτοι δὲ καινὸν ἠγωνίσαντο καὶ οὐ τὸν συνήθη ἀγῶνα. Οὐ γὰρ τύπτοντες ἢ ῥηγνύντες ἐκράτησαν, ἀλλὰ πάσχοντες ἠρίστευσαν καὶ σφαζόμενοι. 10.7.1 Καὶ ποῖον ἐρεῖς, ὁ ἀκροατής, κράτος πολέμου; Τίς δὲ εὐδοκίμησις αὕτη τὸ στρεβλωθῆναι καὶ μαστιχθῆναι καὶ πρός γε διὰ πυρὸς ἢ ξίφους ἢ κακώσεως δεσμωτηρίων καταλῦσαι τὸν βίον; Ἀλλὰ μάθε, ὡς οἱ ὑπὲρ εὐσεβείας πόλεμοι ἀπ' ἐναντίου κατορθοῦνται τῶν ἄλλων. Οἱ μὲν γὰρ ἐν τῷ φονεῦσαι τὴν ἀριστείαν ἔχουσι, οἱ δὲ διὰ τοῦ παθεῖν καὶ πεσεῖν ἀναιροῦνται τὴν νίκην. Παρρησία δὲ δικαίων ἐκτελεῖ τὰς ὑπὲρ τοῦ κόσμου πρεσβείας· καὶ ἔλαθεν ὁ ἐχθρὸς τοῖς ἐναντίοις περιπεσὼν ἢ ἐβούλετο. Ὅσους γὰρ ἔσφαξε μαρτυρήσαντας, τοσούτους ἀνθρώπων βοηθοὺς παρεσκεύασεν. 10.7.2 Καὶ ἐπὶ πάσης δὲ πράξεως τοῦτο πάσχων εὑρίσκεται· ὅθεν ἐμποδίζειν οἴεται τὴν εὐσέβειαν, ἐκεῖθεν κατασκευάζει τῆς εὐσεβείας τὴν αὔξησιν. Τῷ γὰρ μωρῷ καὶ ἄφρονι εἰς τοὐναντίον ὁ σοφὸς Θεὸς περιίστησι τὰ βουλεύματα. Καὶ τοῦτο τοῖς πράγμασιν ἑκάστου καιροῦ παρακολουθοῦντες εὑρίσκομεν, τὴν ἔκθεσιν τοῦ Μωσέως, τὴν πρᾶσιν τοῦ Ἰωσήφ. Εὐθὺς ἐν ἀρχῇ τὸν δεύτερον ἄνθρωπον Ἄβελ ἐφόνευσεν, ἵνα τῶν εὐσεβῶν ἐκκόψῃ τὸ σπέρμα, καὶ τὸ ἔμπαλιν ἐγένετο. Ἔκτοτε γὰρ ἀνδροφόνοι μισοῦνται σφοδρῶς, ἐξ οὗ Κάϊν παρὰ τοῦ Θεοῦ κατηράθη. Τὸ τοῦ Χριστοῦ, ὅτι ἐνήργησεν εἰς Ἰουδαίους ὁ σατανᾶς, ἵνα σταυρώσωσιν αὐτόν. 10.7.3 Τὸ αὐτὸ δὴ καὶ ἐπὶ τοῖς μάρτυσι πέπονθεν, ὧν καταφρονοῦσι πολλοὶ ὑπὸ ἰδίας ἀνοίας ἐξευτελίζοντες αὐτῶν τὸ ἀξίωμα. Οὐκ ἄνθρωπός ἐστιν; Οὐκ ἐδαπανήθη τὸ σῶμα; Οὐκ ἐν ὀλίγοις λειψάνοις καὶ τούτοις ἐγκεχωσμένοις αὐτῶν ἡ μνήμη; Μάλιστα δὴ ταῦτα Ἕλληνες καὶ Εὐνομιανοί φασιν· εἴπωμεν δὲ πρὸς ἀμφοτέρους. 10.8.1 Ἡμεῖς μάρτυρας οὐ προσκυνοῦμεν, ἀλλὰ τιμῶμεν ὡς γνησίους προσκυνητὰς Θεοῦ· οὐ σέβομεν ἀνθρώπους, θαυμάζομεν δὲ