1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

54

διακειμένων, ὅτι προφήτης, καὶ ἱερεὺς οἱ μάλιστα τῶν κακῶν αἴτιοι εἰς αἰχμαλωσίαν ἀπάγονται, διδασκόμενοι, καὶ διδάσκοντες τοῦ Θεοῦ ἰσχύν. Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασα τὸν Ἰούδαν, καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχῆ μου; Ὅρα πάλιν τὸν προφήτην ὑπὲρ αὐτὸν ποιούμενον τὸν λόγον. Ἐγένετο γὰρ ἡ πληγὴ πρὸς τὸ μέγεθος τῶν τιμωριῶν. Τί, φησὶν, ἀπέγνως εἰς τέλος τοῦ λαοῦ; καὶ τὸν Ἰούδαν λέγει, καὶ τὸ ὄνομα τοῦ τόπου. Οὐ τοὺς ἀνθρώπους μόνον, ὅτι ἐπλήγησαν, ἀνιᾶται. Μὴ ἀποδοκιμάζων. Ταῦτα περὶ τῆς διὰ Χριστὸν ὑστάτης ἐγκαταλείψεως ἔοικε λέγεσθαι· τῶν δὲ κακῶν τὸ μέγεθος, καὶ τοῦ χρόνου τὸ μῆκος προσέοικέν πως ἀποδοκιμασίᾳ καὶ ἀπωσμῷ· ἀλλ' ὁ Παῦλος· Οὐκ ἀπώσατο, φησὶ, τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. Μετὰ τὸ πλήρωμα γὰρ τῶν ἐθνῶν πᾶς Ἰσραὴλ σωθήσεται. Ἡ πρόθεσις ἄρα τοῦ Θεοῦ τὴν μετὰ ταῦτα παρίστησιν ἐλπίδα. Ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά. Ἕτερα προσεδοκήσαμεν, ὅτι δεδώκαμεν δίκην ἱκανήν. Ἔγνωμεν, Κύριε, ἁμαρτήματα ἡμῶν. Ἐπὶ τὸ λειπόμενον φάρμακον καταφεύγει, τῶν ἁμαρτημάτων τὴν γνῶσιν. Ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον σου. Τίνος ἕνεκεν τῶν πατέρων ἐμνημόνευσεν; Τοσαύτη παρ' ἡμῖν ἡ ῥᾳθυμία τῶν οἰκείων, ὅτι καὶ τὰ τῶν πατέρων εἰς ἡμᾶς ἀνατρέχει. Τουτέστιν, οὐδὲ ἐκεῖθεν ἡμῖν σωτηρίας ἐλπίς· οὐκ ἔχομεν καταφυγεῖν ἐπὶ τοὺς προγόνους· πάντοθεν προδεδόμεθα. Κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς. 64.901 Νῦν οὖν, φησὶν ὁ προφήτης, εἰ καὶ ἡμεῖς τοιαύτης ἀνάξιοι δίκης, ἀλλ' οὖν διὰ τὴν σὴν δόξαν ἐπίσχες σου τὴν ὀργὴν, Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Μὴ ἀπολέσῃς θρόνον δόξης σου. Μὴ διασκεδάσῃς τὴν διαθήκην σου. Τὰ βασίλεια λέγει, τὰ προστάγματα εἰσάγει. Μὴ διασκεδάσῃς τὴν διαθήκην σου. Καὶ μὴν τοῦτο εἶχεν ἡ διαθήκη. Ἐὰν μὴ διασκεδάσωσι τὴν διαθήκην μου, τὸν ἔλεόν μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν. Οὐ τὸ μὴ λαβεῖν πεῖραν τῶν δεινῶν ἀξιοῖ, ἀλλὰ τὸ μὴ εἰς τέλος ἀποῤῥιφῆναι. Μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων; Κἂν γὰρ ἀποῤῥίψῃς, μὴ ἔστι πρὸς ἕτερον καταφυγεῖν; φησί. Καὶ τοῦτο παρακαλείτω σε. Ὅτι σὺ τούτου μόνος Κύριος εἶ. Καὶ ὑπομενοῦμέν σε, Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα. Μάλιστα γὰρ ὑμῖν ἐν ταῖς θλίψεσι δεῖ, ὥστε μὴ ἀκαρτερήτους εἶναι. Καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ εἶ αὐτός; Οἴδαμεν ὅτι οὔτε στοιχεῖον αὐτὸ παρ' ἑαυτὸ δύναταί τι. Μὴ γὰρ ἔστιν ἑτέρωθι βλέψαι; Οὐχὶ σὺ εἶ αὐτὸς Κύριος; Μὴ γὰρ δὴ μεταβάλλῃ συγχωρῶν τὰ ἁμαρτήματα;

ΚΕΦΑΛ. ΙΕʹ.

Καὶ εἶπε Κύριος πρός με· Ἐὰν στῇ Μωϋσῆς, καὶ Σαμουήλ. Ἐπειδὴ εἰκὸς ἦν αὐτὸν λογίζεσθαι, ὅτι ἐκείνους μὲν εἰδωλολατρήσαντας, ἴσχυσεν ἐξελέσθαι ὁ Μωϋσῆς, καὶ ὁ Σαμουήλ· κἀκεῖνοι μὲν ἐκ μιᾶς ἐντυχίας τὸ πᾶν, ἐγὼ δὲ τοσαυτάκις προσελθὼν, οὐδὲν ἐργάζομαι, ἀλλ' ἐξαποροῦμαι πολλάκις, ἵνα μὴ ταῦτα λέγῃ, ἄκουσον πῶς αὐτὸν παραμυθεῖται. Ἐὰν στῇ, φησὶ, Μωϋσῆς, καὶ Σαμουὴλ, τούτους οὐδὲ ἐκεῖνοι δυνήσονται ἐξελέσθαι. Ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν. Οὐδὲν τούτων αὐτοὺς ἔκαμψεν, οὐδὲν τούτων αὐτοὺς ἐπεσπάσατο, οὐδὲν βελτίους ἐποίησεν· ἀλλ' ἔμειναν ἀδιόρθωτοι. Καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς. Ὥστε μηδένα τόπον ἀγνοεῖν τὰ κατ' αὐτούς. ∆ιὰ Μανασσῆν. Ὁρᾷς τῆς μετανοίας τὴν ἰσχύν; οὗτος ὁ Μανασσῆς δι' ὃν πανταχοῦ τῆς οἰκουμένης διασπείρονται Ἰουδαῖοι· καὶ οὔτε Μωϋσῆς, οὔτε Σαμουὴλ ἱκανοὶ αὐτοὺς ἐξελέσθαι· οὗτος διὰ μετανοίας ἑαυτὸν ἐξείλετο, καὶ κατήλλαξε τῷ Θεῷ. *Οὐ διὰ τὰς ἐκείνου ἁμαρτίας λέγει ἐπαγαγεῖν αὐτοῖς τὰ κακὰ, ἀλλ' ὅτι ταῖς ἐκείνου εἰδωλολατρίαις ἐνέμειναν. 64.904 Τίς φείσεται ἐπὶ σοὶ,