54
προνοίας ἕνεκα τὴν διαφορὰν τῆς μορφῆς παρηλλαγμένην ἐν τοῖς καθ' ἕκαστα; σκόπει γάρ, εἰ τὸν αὐτὸν πάντες ἔσῳζον ἀπαραλλάκτως χαρακτῆρα, πόση σύγχυσις τῶν πραγμάτων ἐγίνετο, πόση δὲ ἄγνοια καὶ σκότος κατεῖχε τὸν ἄνθρωπον, οὔτε τὸν οἰκεῖον γνωρίζοντα οὔτε τὸν ἀλλότριον ἢ πολέμιον ἢ φαῦλον ἀπὸ τοῦ φίλου καὶ χρηστοῦ διακρίνοντα· πάντα δὲ ἢν ἀληθῶς ὁμοῦ χρήματα κατὰ Ἀναξαγόραν. τούτου γὰρ οὕτως ὄντος οὐδὲν ἐκώλυεν ἀδελφαῖς καὶ μητράσι συγγίνεσθαι οὐδὲ ἁρπάζειν οὐδὲ ἄλλο τι ἀδικεῖν ἐμφανῶς, εἰ πρὸς τὸ παρὸν μόνον διέφυγεν· οὐ γὰρ ἂν ὀφθεὶς ἐγνωρίσθη μετὰ ταῦτα. οὐδ' ἂν νόμος ἢ πολιτεία συνετάττετο, οὐδὲ πατέρες καὶ παῖδες ἀλλήλους ἐγίνωσκον, οὐδ' ἄλλο τι συνέστη τῶν κατὰ τὸν ἄνθρωπον· τυφλὸς γὰρ ἂν ἦν ἕνεκα τῶν ἀνθρώπων ὁ ἄνθρωπος, μικρὰ τοῦ βλέπειν αὐτῷ παρεχομένου· πλὴν γὰρ ἡλικίας καὶ μεγέθους οὐδὲν ἄλλο διεγίνωσκεν. τοσούτων ἡμῖν ἀγαθῶν αἰτία γέγονεν ἡ πρόνοια, ποικίλλουσα τὴν μορφὴν τῶν ἀνθρώπων διὰ παντὸς καὶ πανταχῇ καὶ μηδένα χρόνον τοῦ ποιεῖν τοῦτο παραλείπουσα, ὃ καὶ μέγιστόν ἐστι τεκμήριον τοῦ τυγχάνειν προνοίας καὶ τὰ καθ' ἕκαστα, εἰ μέχρι καὶ τοῦ τύπου τῆς διαπλάσεως τοῦ χαρακτῆρος καὶ τῆς φωνῆς ἕκαστος γνωρί ζεται, εἰ καὶ μὴ δι' ἀκριβείας τὸ τοιοῦτον φυλάττεται ὡς τῆς μορφῆς ἀρκούσης. ἐξ ἐπιμέτρου γὰρ καὶ τοῦτο προσέθηκεν ἡμῖν ἡ πρόνοια καὶ τὴν χρωμάτων διαφοράν, ἵνα πολυτρόπως βοηθῆται τῆς ἀνθρωπίνης φύσεως ἡ ἀσθένεια. οἶμαι δὲ καὶ τὰ πολλὰ τῶν ζῴων τῶν κατ' εἶδος ὁμοσχημόνων οἷόν ἐστι κορώνη καὶ κόραξ, ἔχειν τινὰς κατὰ τὴν πρόσοψιν διαφορὰς αἷς γνωρίζει κατὰ συζυγίαν ἄλληλα. κορῶναι γοῦν καὶ κόρακες συναγελάζονται μὲν πολλοὶ πολλάκις· χωρίζονται δὲ πατὰ συζυγίαν, ἑκάστης καὶ ἑκάστου γνωριζόντων τὸ σύζυγον. πῶς δ' ἂν ἐγίνωσκον ἀλλήλους εἰ μή τις ἦν ἐν ἑκάστῳ χαρακτὴρ ἴδιος, ἡμῖν μὲν οὐκ εὐκρινής, εὐσύνοπτος δὲ φυσικῶς τοῖς ὁμοειδέσι; καὶ τὰ σύμ βολα δὲ καὶ φῆμαι καὶ κληδόνες καὶ διοσημεῖαι (πρὸς Ἕλληνας γὰρ ὁ λόγος) κατὰ τὸν οἰκεῖον λόγον, ὡς αὐτοί φασι, τῶν δηλουμένων ὑπ' αὐτῶν τὰς ἐκβάσεις διασῴζουσαι, πάντως που προνοίας λόγῳ καὶ σημαίνουσι, καὶ τοῖς σημαινομένοις τὰς ἐκβάσεις ἐπαληθεύουσιν. ἀλλ' ὅτι μέν ἐστι πρόνοια διά τε τούτων δῆλον καὶ διὰ τῶν ἑξῆς ῥηθησομένων· εἴπωμεν δὲ τί ἐστι πρόνοια. πρόνοια τοίνυν ἐστὶν ἐκ θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια. ὁρίζονται δὲ αὐτὴν καὶ οὕτως· πρόνοιά ἐστι βούλησις θεοῦ δι' ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβάνει. εἰ δὲ θεοῦ βούλησίς ἐστιν ἡ πρόνοια, πᾶσα ἀνάγκη κατὰ τὸν ὀρθὸν λόγον καὶ κάλλιστα καὶ θεοπρεπέστατα καὶ ὡς ἂν μόνως καλῶς ἔχοι τὰ γινόμενα γίνεσθαι, ὡς τὴν κρείττω τάξιν μὴ ἐπιδέχεσθαι. ἀνάγκη δὲ καὶ τὸν αὐτὸν εἶναι ποιητὴν τῶν ὄντων καὶ προνοητήν· οὔτε γὰρ ἀκόλουθον οὔτε πρέπον ἄλλον μὲν ποιεῖν, ἄλλον δὲ τῶν γινομένων ἐπιμελεῖσθαι· ἐν ἀσθενείᾳ γὰρ πάντως ὁρᾶται τὸ τοιοῦτον. πολλὴ δὲ καὶ τοῖς ζῴοις ἔμφασις ἐναπόκειται τῶν εἰρημένων· πᾶν γὰρ τὸ γεννῆσαν καὶ τῆς τροφῆς ἐπιμελεῖται τοῦ γεννηθέντος, ὁ δὲ ἄνθρωπος καὶ τῶν ἄλλων πάντων τῶν κατὰ τὸν βίον καθ' ὅσον οἷός τέ ἐστι προνοεῖ· τὰ δὲ μὴ προνοοῦντα δι' ἀσθένειαν οὐ προνοεῖ. δέδεικται οὖν θεὸς μὲν ὢν ὁ προνοητής, πρόνοια δὲ ἡ βούλησις αὐτοῦ. 42 περὶ τοῦ τίνων ἐστὶ πρό νοια Ὅτι μὲν οὖν ἐστι πρόνοια, καὶ τί ἐστιν εἴρηται· λείπεται δὲ εἰπεῖν τίνων ἐστι πρόνοια, πότερον τῶν καθόλου ἢ τῶν καθ' ἕκαστα, ἢ καὶ τῶν καθόλου καὶ τῶν καθ' ἕκαστα. Πλάτων μὲν οὖν καὶ τὰ καθόλου καὶ τὰ καθ' ἕκαστα πρόνοιαν διοικεῖν βούλεται, διαιρῶν τὸν τῆς προνοίας λόγον εἰς τρία. πρώτην μὲν γὰρ εἶναι τὴν τοῦ πρώτου θεοῦ· προνοεῖν δὲ τοῦτον προηγουμένως μὲν τῶν ἰδεῶν, ἔπειτα δὲ ξύμπαντος τοῦ καθόλου κόσμου, οἷον οὐρανοῦ καὶ ἀστέρων καὶ πάντων τῶν καθόλου, τουτέστι τῶν γενῶν, οὐσίας τε καὶ ποσότητος καὶ ποιότητος, καὶ τῶν ἄλλων τῶν τοιούτων καὶ τῶν τούτοις ὑποτεταγμένων εἰδῶν· τῆς δὲ γενέσεως τῶν ἀτόμων ζῴων τε καὶ φυτῶν καὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ τοὺς δευτέρους θεούς, τοὺς τὸν οὐρανὸν περιπολοῦντας, προνοεῖν (καὶ Ἀριστοτέλης δὲ τὴν τούτων