55
Χήρας τίμα, τὰς ὄντως χήρας, φησίν. Ἄρα ἔστι μὴ ἔχειν μὲν ἄνδρα, μὴ εἶναι δὲ χήραν. Ὥσπερ γὰρ τὴν παρθένον οὐ τοῦτο ποιεῖ παρθένον, τὸ μὴ ὡμιληκέναι γάμῳ, ἀλλὰ πολλῶν καὶ ἑτέρων δεῖ, τοῦ ἀμέμπτου, τοῦ εὐπροσέδρου· οὕτω καὶ χήραν οὐχ ἡ τοῦ ἀνδρὸς ἐρημία ποιεῖ ἁπλῶς, ἀλλ' ἡ μετὰ σωφροσύνης ὑπομονὴ, ἡ ἐκ πάντων μόνωσις. Τὰς τοιαύτας χήρας τιμᾷν παραινεῖ, εἰκότως· πολλῆς γὰρ δέονται τιμῆς μεμονωμέναι· ἄνδρας οὐκ ἔχουσι τοὺς προστησομένους· τὸ πρᾶγμα ἐπονείδιστον εἶναι δοκεῖ καὶ δυσοιώνιστον παρὰ τοῖς πολλοῖς. ∆ιὰ τοῦτο πολλῆς αὐτὴν βούλεται παρὰ τοῦ ἱερέως ἀπολαύειν τιμῆς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ καὶ ἀξία ἐστίν. Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Ὅρα τοῦ Παύλου τὸ συνετὸν, πῶς πολλαχοῦ ἀπὸ ἀνθρωπίνων προτρέπει λογισμῶν. Οὐ γὰρ ἔθηκεν ἐνταῦθα μέγα 62.567 τι καὶ ὑψηλὸν, ἀλλ' ὅπερ ἐστὶν εὐσυνείδητον· Καὶ ἀμοιβὰς, φησὶν, ἀποδιδόναι τοῖς προγόνοις. Πῶς; Τῆς ἀνατροφῆς, τῆς αὐξήσεως. Οἷον, ἀπέλαυσας πολλῆς τῆς ἐπιμελείας· ἀπῆλθον ἐκεῖνοι· οὐκ ἠδυνήθης αὐτοῖς ἀποδοῦναι τὴν ἀμοιβήν· οὐ γὰρ δὴ καὶ αὐτὴ ἐγέννησας αὐτοὺς, οὐδὲ ἀνέθρεψας· ἐν τοῖς ἐκγόνοις αὐτοῦ ἀμείβου, ἀποδίδου τὸ ὀφείλημα διὰ τῶν παίδων. Μανθανέτωσαν, φησὶν, πρῶτον τὸν οἶκον ἴδιον εὐσεβεῖν. Ἐνταῦθα τὸ εὖ ποιεῖν φησὶν ἁπλούστερον. Εἶτα ἵνα μᾶλλον ἐπάρῃ, ἐπήγαγε· Τοῦτο γάρ ἐστιν ἀποδεκτὸν ἐνώπιον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ εἶπε, Τὰς ὄντως χήρας, λέγει τίς ἐστιν ἡ ὄντως χήρα. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Εἴ τις, φησὶ, μὴ κοσμικὸν ἐπανῄρηται βίον, καὶ ἐν χηρείᾳ οὖσα, αὕτη ὄντως χήρα ἐστίν· ἡ ἐπὶ τὸν Θεὸν ἐλπίζουσα ὡς χρὴ, ἡ δεήσει προσανέχουσα, καὶ προσκαρτεροῦσα νυκτὸς καὶ ἡμέρας, αὕτη χήρα ἐστίν· οὐχ ὡς καὶ τῆς τέκνα ἐχούσης οὐχὶ χήρας οὔσης· καὶ γὰρ καὶ ἐκείνην θαυμάζει τὴν παιδοτροφοῦσαν, ὡς χρή· ἀλλ' εἴ τις τέκνα μὴ ἔχει, τουτέστιν, ἡ μεμονωμένη οὖσα. Εἶτα παραμυθεῖται αὐτὴν, ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτό ἐστι χήραν μάλιστα εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυθίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν τέκνων ἀπεστερημένη οὖσα τύχῃ· ἔχει γὰρ τὸν Θεὸν ἀντὶ πάντων. Οὐ γὰρ μὴ ἔχουσα τέκνα ἐλάττων ἐστὶν, ἀλλὰ τὸ λεῖπον αὐτῇ διὰ τὴν τῶν παίδων ἀπουσίαν πληροῖ τῇ παραμυθίᾳ. Ὃ οὖν λέγει, τοιοῦτό ἐστι· Μὴ ἄλγει, ἐὰν ἀκούσῃς, ὅτι δεῖ παιδοτροφεῖν, ὡς οὐκ ἔχουσα τέκνα, ὡς ἐκ τούτου ἐλαττουμένου σοι τοῦ ἀξιώματος· ὄντως εἶ· Ἡ χήρα δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. γʹ. Ἐπειδὴ γὰρ πολλαὶ τέκνα ἔχουσαι τὴν χηρείαν αἱροῦνται, οὐχ ἵνα τοῦ βίου τὰς ἀφορμὰς περικόψωσιν, ἀλλ' ἵνα μᾶλλον αὐτὰς ἐξάψωσιν, ἵνα μετὰ πλείονος αὐθεντίας ἅπαντα πράττωσι, καὶ κοσμικαῖς μᾶλλον ἐκδοῖεν ἑαυτὰς ἐπιθυμίαις, διὰ τοῦτό φησιν, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε. Τί λέγεις; καὶ χήρα γυνὴ οὐκ ὀφείλει σπαταλᾷν; Οὒ, φησίν. Εἰ τοίνυν καὶ τῆς ἡλικίας, καὶ τῆς φύσεως ἀσθενούσης οὐδὲ οὕτως ἀναγκαία ἡ σπατάλη, ἀλλὰ θανάτου γίνεται πρόξενος, θανάτου τοῦ αἰωνίου, τί ἂν εἴποιεν ἄνδρες σπαταλῶντες; Εἰκότως δέ φησιν, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Ἀλλ' ἵνα μάθῃς, φέρε ἴδωμεν τί τῶν ζώντων ἔργον ἐστὶ, καὶ τί τῶν τεθνηκότων, καὶ ποῦ τάξομεν ταύτην. Οἱ ζῶντες τὰ τῆς ζωῆς ἐνεργοῦσι, τῆς μελλούσης, τῆς ὄντως ζωῆς. Τίνα δέ ἐστι τῆς μελλούσης ζωῆς, περὶ ἣν ἡμᾶς ἠσχολῆσθαι προσήκει τὸν ἅπαντα χρόνον, ἄκουε τοῦ Χριστοῦ λέγοντος· ∆εῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Οἱ ζῶντες οὐχὶ τούτῳ διεστήκασι τῶν νεκρῶν μόνον, τῷ τὸν ἥλιον ὁρᾷν, καὶ πνεῖν τὸν ἀέρα· οὐ τούτῳ φαμὲν, ἀλλὰ τῷ ἀγαθόν τι ποιεῖν· ἐπεὶ εἰ μὴ τοῦτο προσῇ, τῶν