55
μύρῳ Τεσσαρεσκαιδεκατῖται, Ναυατιανοί, Ἀρειανοί, Μακεδονιανοί, Ἀπολινα-ρισταί, ὁμοῦ πέντε· οἱ δὲ μήτε βαπτιζόμενοι μήτε χριόμενοι, ἀλλὰ μόνον ἀναθεματίζοντες τὴν ἰδίαν καὶ πᾶσαν ἄλλην αἵρεσιν, Μελετιανοί, Νεστοριανοί, Εὐτυχιανισταὶ καὶ οἱ τούτων ὁμόστοιχοι μέχρι τῆς δεῦρο αἱρέσεως, τῷ ἀριθμῷ οὐχ ὑποβαλλόμενοί μοι κατὰ τὸ παρὸν διὰ τὸ πολυσχεδὲς τῶν Ἀκεφάλων καὶ τὸ ὑπερτενὲς τῆς ἐπιστολῆς. Τὸ δὲ εἰρηκέναι σε μὴ διακρῖναι τὸν κανόνα, ἀλλ' ὁριστικῶς ἀποφάναι τοὺς ἀπὸ αἱρετικῶν χειροτονηθέντας ἢ βαπτισθέντας οὔτε κληρικοὺς εἶναι δυνατὸν οὔτε πιστούς, ἐκεῖνο λογίζου, ὅτι αἱρετικοὺς ὁ ἀποστολικὸς κανὼν ἐκείνους ἔφη, τοὺς μὴ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτισθέντας ἢ βαπτίζοντας. καὶ τοῦτο ἐκ θείας φωνῆς τοῦ Μεγάλου Βασιλείου διδασκόμεθα· φησὶ γὰρ αἱρέσεις μὲν τὰς παντελῶς ἀπερρηγμένας καὶ κατ' αὐτὴν τὴν πίστιν ἠλλοτριωμένας, σχίσματα δὲ τοὺς δι' αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας, παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. καὶ τοῦ μὲν πρώτου αὐτὸς ἐπιφέρων ἓν παράδειγμα φησὶ πρὸς τὸν Ἅγιον Ἀμ-φιλόχιον· τίνα οὖν λόγον ἔχει τὸ τῶν Πεπουζηνῶν βάπτισμα ἐγκριθῆναι, τῶν βαπτιζόντων εἰς πατέρα καὶ υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ παραδεδομένα ἡμῖν βαπτισθέντες. τούτους οὖν καὶ τοὺς κατ' αὐτοὺς ὁ κανὼν καὶ οἱ πατέρες, ὥς φησιν ὁ θεῖος Βασίλειος, αἱρετικοὺς ὠνόμασαν. τοῦ δὲ δευτέρου παράδειγμα πάλιν φησὶν ὁ Ἅγιος Βασίλειος· οἱ Καθαροί, καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσίν. Εἰ δὲ φαίης· καὶ πῶς λέγονται αἱρετικοὶ καὶ οὗτοι καὶ πάντες οἱ μεταγενέστεροι; τοῦτο λέγομεν καὶ νοοῦμεν, οἱ μὲν πρῶτοι κυρίως αἱρετικοὶ διὰ τὸ εἰς αὐτὸ τὸ καίριον τῆς τριαδικῆς ἡμῶν πίστεως ἠσεβηκέναι, οἱ δὲ δεύτεροι κατὰ κατάχρησιν καὶ ὡς ἐκ τῶν πρώτων παρηγμένοι, ὁμολογοῦντες δ' ὅμως εἰς τριάδα καὶ πιστεύειν καὶ βαπτίζειν, ἐν ἰδιώματι οἰκείῳ τῆς ἑκάστης ὑποστάσεως καὶ οὐχὶ μιᾶς τῶν τριῶν ὑπαρχούσης, κἂν ἐν ἄλλοις ᾑρέτιζον· τοῦ τρίτου παράδειγμα αὐτὸς ὁ ἅγιος πάλιν φησίν, οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς ἐπεσχέθη τῆς λειτουργίας καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλ' ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν. καί γε ὡς οἱ δεύτεροι ὁμώνυμοι τοῖς πρώτοις, οὕτω καὶ οἱ τρίτοι ὁμώνυμοι τοῖς δευτέροις. ἀμέλει τοὺς Μελετιανοὺς σχισματικοὺς οἱ πάλαι καλοῦσι Μελετίῳ τῷ σχισματικῷ συναπαχθέντες, καίτοι μὴ ὄντας κακοδόξους· ἀναθεματίζοντες γὰρ τὸ ἴδιον σχίσμα, ὥς φασι, δεδεγμένοι εἰσὶ τῇ καθολικῇ ἐκκλησίᾳ. Ἔοικε δὲ σειρά τις εἶναι δαιμονόπλοκος ἡ καθόλου αἵρεσις, ἑτέρα τῆς ἑτέρας ἐχομένη καὶ ὡς ἐκ κορυφῆς μιᾶς ἐξηρτημένων ἁπασῶν τῆς ἀσεβείας καὶ ἀθεΐας, κἂν ἑτερωνυμίᾳ καὶ χρόνῳ καὶ τόπῳ καὶ ποσότητι καὶ ποιότητι καὶ δυνάμει καὶ ἐνεργείᾳ διαφέρωσιν. ἐπεὶ μηδὲ ἓν καὶ τὸ αὐτὸ σῶμα ἓν μόνον μέλος, ἀλλὰ καὶ πολλά, καὶ διάφοροι αἱ τούτων πρὸς ἄλληλα ἐνέργειαι, δυνάμεις, ἰδιότητες, θέσεις τε καὶ τιμαί. Περὶ τῶν ἑτέρων σου ἐρωτήσεων· ἡ πρώτη, περὶ πρεσβυτέρου τοῦ ὀρθοδοξοῦντος, ἀλλ' ὅμως μνημονεύοντος φόβῳ διωγμοῦ τὸν αἱρετικὸν ἐπίσκοπον προαπεκρίθη σοι, πλὴν καὶ αὖθις· εἰ μὴ συλλει τουργεῖ αἱρετικῷ καὶ εἰ μὴ μεταδιδοῖ τοῖς τοιούτοις, δεκτέον τὸν τοιοῦτον εἰς συνεστίασιν καὶ ψαλμῳδίαν καὶ εὐλογίαν βρωμάτων (καὶ τοῦτο κατ' οἰκονομίαν), οὐ μέντοι εἰς θείαν μετάληψιν. δεῖ δὲ ἐπερωτᾶν τῆς αἱρέσεως κρατούσης πάντως, ὁμολογίαν δὲ δεχομένοις ἀρκεῖσθαι, οὐκ οἶδα εἰ μὴ προδήλως ψευδολόγος αὕτη· τὸ γὰρ φαίειν σε διδάσκεσθαι ἡμᾶς παρὰ τῶν πατέρων, μὴ ἐπερωτᾶν, περὶ καιροῦ οὗ μὴ ἔστιν αἵρεσις μαινομένη καὶ περὶ τῶν μὴ προδήλως κατεγνωσμένων. τοιοῦτον δὲ πρεσβύτερον σπάνιον εὑρεῖν νῦν μὴ μιγνύμενον καὶ συγκοινωνοῦντα αἱρετικοῖς. Ἡ δευτέρα, περὶ φιλοχρίστου προσκαλουμένου εἰς τὸ εὐκτήριον αὐτοῦ ποιῆσαι παννυχίδα, καὶ εἰ δεῖ ἐν αὐτῷ λειτουργῆσαι, καὶ μεθ' ὧν