1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

56

ἀνοίγων ἐν παρρησίᾳ τὸ στόμα, ἐπευφραινόμενος τῇ θέᾳ τῶν ἀγγέλων, τῇ δόξῃ τοῦ Θεοῦ, μακαρίζων ἑαυτὸν τῶν μαστίγων, τῶν δεσμῶν, τῶν στρεβλώσεων, τῆς ἐπικερδοῦς τελευτῆς, ὅτι τῆς ἀτελευτήτου ζωῆς αὐτῷ γεγένηται πρόξενος. 10.11.1 Ἀλλ' ὅταν τούτων ἀκούσῃς, οἶδα ἃ φρονεῖς καὶ λέγεις· «∆εκτικὸς κἀγὼ τῶν ὁμοίων. Ἂν ζήσω κατ' ἀρετήν, οὐ χείρων οὐδὲ ἀτιμότερος τῶν νῦν θαυμαζομένων ἔσομαι». Μάλιστα μὲν οὖν ἀλαζόνος ταῦτα τὰ ῥήματα δικαιοῦτος ἑαυτὸν κατὰ τὸν μεγάλαυχον Φαρισαῖον καὶ πάσης ταπεινότητος ξένα. Πρόδηλον δέ, ὡς ὁ μὴ πρότερον ταπεινωθεὶς εἰς ὕψος οὐκ ἀναβαίνει· ἀπόφασις γάρ ἐστι δεσποτική. 10.11.2 Ἵνα δὲ τίς σοι συγχωρήσῃ, ὅτι γενήσῃ τοιοῦτος, οὐ θέλεις, εἰπέ μοι, αἰδεσθῆναι τοὺς τὴν ὁδόν σοι τῆς εὐσεβείας τέμνοντας, τοὺς ὁδηγοὺς τῶν καλῶν, τοὺς διδασκάλους τῆς ἀρετῆς, τοὺς παιδεύσαντάς σε καρτερίαν καὶ θανάτου καταφρόνησιν; Παρὰ τῶν μαθητῶν τοῦ βίου τούτου εὐγνωμοσύνην διδάχθητι, ὅτι ὅμοιοι γινόμενοι τῶν διδαξάντων καὶ οὐδὲν τῆς τέχνης ἐλλείποντες ὅμως τῶν διδασκόντων φιλοῦσι τὰ στήθη, αἰδοῦνται, εὐφημοῦσι, τῶν πρωτείων παραχωροῦσι, θεραπεύουσι ὡς πατέρας. 10.12.1 Πολλὰ καὶ τελευτήσαντες ἅγιοι δύνανται καὶ ἀπελθόντες τοῦ βίου εὐεργετοῦσιν ἀνθρώπους· καὶ μάρτυς τῶν λεγομένων Ἐλισσαῖος πάλαι μὲν ἀπελθὼν τοῦ βίου καὶ κοιμηθείς, ἀθάνατον δὲ καὶ ἀχώριστον τὴν τοῦ Θεοῦ χάριν λαβὼν τῷ χώματι παρεδρεύουσαν καὶ τοῖς ἀψύχοις ὀστέοις. Οἶδας γάρ, ὁ φιλόπονος τῶν Γραφῶν μαθητής, ὅτι νεκρός τις παρὰ τῶν οἰκείων εἰς τὴν ἐκφορὰν κομιζόμενος λῃστῶν ἀθρόον ἢ πολεμίων κατα λαβόντων, οἷα φιλεῖ συμβαίνειν ἐν συνοχῇ καὶ θορύβῳ, ἐπιρριφθεὶς τῷ τάφῳ τοῦ τρισμακαρίου προφήτου ἀθρόον ἐψυχώθη καὶ πρὸς τοὺς ζῶντας ἀνέλυσεν. 10.12.2 Τί οὖν ἐροῦμεν πρὸς τὸ γενόμενον; Μὴ αἴσθησιν εἶχε τῶν πραττομένων ὁ δίκαιος; Μὴ εὐχὴν ἀνέπεμψεν ὑπὲρ τοῦ νεκροῦ ὡς ὑπὲρ τοῦ παιδαρίου τῆς Σωμανίτιδος; Ἀλλ' οὐδὲν τοιοῦτον δίδωσιν ἡμῖν ἐννοεῖν ἡ τῶν πραγμάτων ἀλήθεια. Ἔκειτο γὰρ πρὸ πολλῶν τῶν χρόνων ὁ δίκαιος ἀναλυθέντος τοῦ σώματος πρὸς τὸν συγγενῆ χοῦν καὶ τὴν ὁμόφυλον κόνιν. Πρόδηλον δὲ καθέστηκεν, ὡς δοξάζων ὁ Θεὸς ἀεὶ καὶ μετὰ τελευτὴν τοὺς ἰδίους ἀνθρώπους περὶ τὰς θήκας αὐτῶν καὶ τὰς ἀναπαύσεις θαυματουργεῖ τὰ παράδοξα, ἵνα οἱ ζῶντες ἀεὶ καὶ μεθηλικέστεροι ἐνέχυρον ἔχοντες τῆς ἀγαθῆς ἐλπίδος τὰς εἰς τοὺς ἀπελθόντας τιμὰς προθύμως τὸν τῆς ἀρίστης πολιτείας ἐξανύωσι βίον. 10.12.3 Ὡσαύτως καὶ Ἡλίας ὁ τοῦ προφήτου τούτου καθηγεμὼν μετὰ 10.12.3 τοὺς φλογώδεις ἵππους καὶ τὸ πύρινον ἅρμα ἐν ἄλλῃ βιωτεύων ζωῇ καὶ ἀπελθὼν ἐξ ἀνθρώπων εἰς τὸν χῶρον ὃν ἔλαχεν, ἱκανὸν τῆς ἑαυτοῦ δυνάμεως σύμβολον ἀφῆκεν τὴν μηλωτήν. Καίτοι πόσου τινὸς ἀξία ὑπῆρχεν ἐκείνη; Οὐ γὰρ ἦν ἄλλο τι ἢ δέρμα νεκρὸν καὶ φαῦλον ἐκ παλαιό τητος. Ὅμως δὲ καὶ ὁ Ἰορδάνης αὐτὴν ὑπεστέλλετο καὶ δίχα τὸ ὕδωρ ἐτέμνετο καὶ διακεκριμένον εἱστήκει ὥσπερ ἐπὶ τοῦ Ἰησοῦ τὸ παλαιόν, ὃς ἦν τύπος τοῦ μέλλοντος. 10.12.4 Παρῆν δὲ καὶ ἀπὼν ὁ Θεσβίτης καὶ τὸ ἔνδυμα τοῦ φιλοσόφου ἐδεξιοῦτο τὸν μαθητήν, ἀσφαλῆ τοῦ ποταμοῦ χαριζομένης τὴν περαίωσιν τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ τὰ ἐνδύματα τῶν ἁγίων τιμώσης ὡς ἔμψυχα. Καὶ ἵνα δειχθῇ καθαρῶς ὅτι τὸ περὶ τὸν ποταμὸν θαυματούργημα οὐ διὰ τὴν αἰτίαν ἐγένετο τοῦ πλήττοντος τὸ ὕδωρ, ἀλλὰ διὰ τὴν τιμὴν τοῦ οἰχομένου καὶ ἀναληφθέντος, πατά ξαντος τὸ ὕδωρ τοῦ Ἐλισσαίου ἔρρει τὸ ὕδωρ συνήθως οὐδὲν πεπονθὸς καινόν. 10.12.5 Ἐπειδὴ δὲ ἀποτυχὼν ἐπεβόησεν· Ποῦ δή ἐστιν ὁ Θεὸς Ἡλίου, καὶ βοήσας ἐκ δευτέρου καθίκετο, εὐθὺς ὁ ποταμὸς διασχὼν τὸ ῥεῖθρον γυμνὴν ἔδειξε τὴν ξηρὰν καὶ πεζεύσας ὁ προφήτης εἰς τὸ πέραν ἀφίκετο. 10.13.1 Ὁ δὲ Ἰωσὴφ τὸν Ἰακὼβ τελευτήσαντα οὐχ ὡς πατέρα τοσοῦτονἰδιαζόντως ἀγαπῶν, ὅσον ὡς κοινὸν τοῦ ἔθνους πατριάρχην τιμῶν, μετὰ τῆς πολυθρυλήτου θεραπείας ἐκείνης ἀπήγαγεν ἐξ Αἰγύπτου τὸ λείψανον, ὥστε τὸν Μωϋσέα μετὰ τῆς τοῦ κόσμου γενέσεως καὶ τῆς