1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

56

τοῦ ὑπεξουσίου βέλτιον, ὁ δὲ ἄν θρωπος αὐτεξούσιος, ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ὑπεξούσιος, ὁ ἄνθρωπος τοῦ Υἱοῦ βελτίων· ὅπερ ἄτοπον. Καὶ εἰ ὁ ὑπεξούσιος δὲ αὐτεξουσίους ποιεῖν οὐ δύναται (ὃ γὰρ αὐτὸς οὐκ ἔχει, ἄλλοις ἐκ προαιρέσεως διδόναι οὐ δύ ναται), ὁ Σωτὴρ, αὐτεξουσίους ποιήσας ἡμᾶς, οὐκ ἂν ὑπεξούσιος εἴη τινί. Εἰς τὸ αὐτό. Εἰ μηδὲν ὁ Σωτὴρ ἀφ' ἑαυτοῦ ποιεῖν ἠδύνατο, ἀλλ' ἐπιτάσσοντος τοῦ Πατρὸς, οὐδὲ ἀγαθὸς, οὐδὲ κακός. Οὐδενὸς γὰρ τῶν γενομένων αἴτιος. Καὶ πῶς οὐκ ἄτο πον ἀνθρώπους μὲν καὶ ἀγαθῶν καὶ κακῶν εἶναι ποιη 29.700 τὰς αὐτεξουσίως, τὸν δὲ Υἱὸν, Θεὸν ὄντα, μηδενὸς κατ' ἐξουσίαν εἶναι ποιητήν; Εἰς τὸ, «Ἐγώ εἰμι ἡ ἄμπελος.» Εἰ ἄμπελος, φασὶν, ὁ Σωτὴρ, κλήματα δὲ ἡμεῖς, γεωργὸς δὲ ὁ Πατήρ· τὰ δὲ κλήματα ὁμοφυῆ μὲν τῇ ἀμπέλῳ, ἡ δὲ ἄμπελος οὐχ ὁμοφυὴς τῷ γεωρ γῷ· ὁμοφυὴς μὲν ἡμῖν ὁ Υἱὸς, καὶ μέρος ἡμεῖς αὐ τοῦ, οὐχ ὁμοφυὴς δὲ ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλὰ κατὰ πάντα ἀλλότριος. Πρὸς οὓς ἐροῦμεν οὐ τῆς θεότητος αὐτοῦ, ἀλλὰ τῆς σαρκὸς εἰρηκέναι ἡμᾶς κλήμα τα, κατὰ τὸν Ἀπόστολον τὸν εἰπόντα· Ἡμεῖς γάρ ἐσμεν σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέ ρους· καὶ πάλιν· Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστι; καὶ ἐν ἄλλοις· Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· καὶ, Καθὼς ἐφορέσα μεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Εἰ ἀνδρὸς κεφαλὴ ὁ Χρι στὸς, Χριστοῦ δὲ κεφαλὴ ὁ Θεὸς, ἄνθρωπος δὲ τῷ Θεῷ Χριστῷ οὐχ ὁμοούσιος (οὐ γὰρ Θεὸς), Χρι στὸς δὲ Θεῷ ὁμοούσιος (Θεὸς γάρ)· οὐκ ἄρα ὡς ἀνδρὸς κεφαλὴ Χριστὸς, οὕτω Θεὸς Χριστοῦ. Ἡ γὰρ κτίσεως φύσις καὶ ἡ κτιστικὴ θεότης εἰς ἓν καὶ ταὐτὸν οὐ συμβαίνουσιν. Οὐκοῦν ὁ μὲν ὡς Πατὴρ κεφαλὴ Χριστοῦ, ὁ δὲ ὡς ποιητὴς, ἡμῶν. Εἰ τὸ θέλημα τοῦ Πατρός ἐστι τὸ πιστεύειν ἡμᾶς εἰς τὸν Υἱὸν αὐτοῦ (Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον), οὐκ ἐκ θελήματος ὁ Υἱός· ἐπεὶ τὸ πιστεύειν ἡμᾶς εἰς αὐτὸν ἢ σὺν αὐτῷ, ἢ πρὸ αὐτοῦ, εὑρίσκεται. Εἰς τὸ, «Οὐδεὶς ἀγαθός.» Εἰ μὴ ἀγαθὸς ὁ Σωτὴρ, ἀνάγκῃ κακός· ἁπλοῦς γὰρ, καὶ οὐκ ἐνδεχόμενός τι τῶν ἐν μέσῳ. Καὶ πῶς οὐκ ἄτοπον τὸν τῶν ἀγαθῶν ποιητὴν κακὸν εἶ ναι; καὶ εἰ ἡ ζωὴ ἀγαθὸν, τὰ δὲ ῥήματα τοῦ Υἱοῦ ζωή ἐστιν, ὡς αὐτὸς εἶπε· Τὰ ῥήματα, ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστι· πῶς, Ἀγαθὲ διδάσκαλε, ἀκούσας παρὰ τοῦ Φαρισαίου, Οὐδεὶς, φησὶν, ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός; Οὐ γὰρ ἀγα θὸς ἀκούσας μόνον, εἶπεν, Οὐδεὶς ἀγαθὸς, ἀλλὰ, δι 29.701 δάσκαλος ἀγαθός. Ὡς πρὸς πειράζοντα οὖν ἀπ εκρίνατο, ὥς φησι τὸ Εὐαγγέλιον, ἢ ὡς ἀγνοήσαντα, ὅτι Θεὸς ἀγαθός ἐστι, καὶ οὐχ ἁπλῶς διδάσκαλος ἀγα θός. Εἰς τὸ, «Πάτερ, δόξασόν με.» Εἰ δοξασθῆναι παρὰ τοῦ Πατρὸς αἰτῶν ὁ Υἱὸς, θεϊκῶς καὶ οὐκ ἀνθρωπίνως ᾔτει· ὃ οὐκ εἶχεν ᾔτει. Καὶ ψεύδεται ὁ εὐαγγελιστὴς εἰπών· Ἐθεασάμεθα τὴν δόξην αὐτοῦ· καὶ ὁ Ἀπόστολος· Οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· καὶ ὁ ∆αβίδ· Καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Οὐ προσθήκην οὖν δόξης αἰτεῖ, ἀλλὰ τῆς οἰκονομίας τὴν φανέρωσιν γενέσθαι. Εἰς τὸ αὐτό. Εἰ τὴν δόξαν ἣν εἶχε πρὸ τοῦ τὸν κόσμον γενέσθαι ἀληθῶς παρὰ τοῦ Πατρὸς ᾔτει, ἀποβαλὼν αὐτὴν ᾔτει. Οὐ γὰρ ἂν ὃ εἶχε λαβεῖν ἐπεζήτει. Εἰ δὲ τοῦτο, οὐ τὴν δόξαν ἀποβεβλήκει μόνον, ἀλλὰ καὶ τὴν θεό τητα. Ἀχώριστος γὰρ ἡ δόξα τῆς θεότητος. Ψι λὸς οὖν κατὰ Φωτεινὸν ἦν ἄνθρωπος ἄρα. Φαίνεται οὖν τὰ τοιαῦτα κατ' οἰκονομίαν τῆς ἀν θρωπότητος, οὐ κατ' ἔλλειψιν τῆς θεότητος εἰ ρηκώς. Εἰς τὸ, «Πρωτότοκος πάσης κτίσεως.» Εἰ πρὸ τῆς κτίσεως ὁ Υἱὸς οὐ γέννημά ἐστιν, ἀλλὰ κτίσμα· πρωτόκτιστος ἂν ἐλέγετο, καὶ οὐ πρωτότο κος. Εἰ, ἐπειδὴ πρωτότοκος τῆς κτίσεως εἴρηται, πρωτόκτιστός ἐστι, καὶ πρωτότοκος εἰρημένος τῶν νεκρῶν, προτελευτήσας ἂν εἴη τῶν νεκρῶν. Εἰ δὲ πρωτότοκος νεκρῶν εἴρηται, διὰ τὸ αἴτιος εἶναι τῆς ἐκ νεκρῶν ἀναστάσεως· οὕτω καὶ πρωτότοκος κτίσεως, διὰ τὸ αἴτιος εἶναι τοῦ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγεῖν τὴν κτίσιν. Εἰ τὸ πρωτότοκος εἰ ρῆσθαι τῆς κτίσεως,