1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

56

αἰχμαλώτους ἐργάσομαι. Εἴρηται δὲ ὡς παρὰ τοῦ προφήτου ἐκ προσώπου τοῦ Θεοῦ πρὸς τὸν λαόν. Κύριε, μνήσθητί μου, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν. Ἀρκεῖ γὰρ τὰ παρελθόντα. Ἂν δὲ καὶ ταῦτα προσθῇς, τίς προσέξει; λοιπὸν ἐπάγαγε τὸ τέλος Οὐ γάρ ἐστι διόρθωσις. Ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με. Γνῶθι ὡς. Ἔτι τῆς αὐτῆς ἔχεται εὐχῆς καὶ προφητείας ὁ προφήτης. ∆οκεῖ δὲ πάλιν ἀφιλόσοφος οὗτος ὁ λόγος εἶναι· ἀλλ' ἴδωμεν εἰ τῆς ἀσθενείας τῆς προφητικῆς, ἢ ἑτέρου τινός. Πρῶτον μὲν οὐκ ἀξιοῖ αὐτοὺς ἀναιρεθῆναι τέως, ἀλλ' αὐτόν τι μηδὲν παθεῖν δεινόν. Ἴδωμεν πότερον δι' ἑαυτὸν, ἢ διὰ τὸν τοῦ Θεοῦ λόγον. Τέως φησὶν, Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με. 64.908 Ὑπὲρ τῶν ἀθετούντων τοὺς λόγους σου, συντέλεσον αὐτούς. Ὁρᾷς πῶς οὐκ εἶπεν· Ἔσομαι ἐγώ. Ἀλλ' ὑπὲρ τοῦ λόγου δέδοικεν, ὑπὲρ τῆς προφητείας τρέμει, μὴ μῦθος αὐτοῖς εἶναι νομίζηται, καὶ διαπιστῆται. Ὁ λόγος ἀεὶ εἰς εὐφροσύνην ἔσται μοι. Οὐδείς με ἀπατεῶνα, οὐδὲ εἴρωνα νομίσει λοιπόν. Ὅτι γὰρ αὐτὰ ἄλλ. αὐτὸ ἑαυτοῦ σκοπεῖ, δῆλον ἐκ τῶν προτέρων ἱκεσιῶν, καὶ τῆς τοῦ Θεοῦ παραμυθίας, ἣν οὐκ ἂν ἐποιήσατο πρὸς αὐτὸν, εἰ μὴ σφοδρῶς αὐτὸν ᾔδει ἀντεχόμενον. Εἰ δὲ καὶ κατ' αὐτὸν ποιεῖται τὴν δέησιν, καὶ τοῦτο θαυμαστόν ἴσ. οὐ θαυμ.· τότε μεθιστάμενος, ὅτε καὶ ὁ Θεός. *Τέλεσον αὐτοὺς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμοί. Τουτέστι, ψεύδεσθαί με τὴν τιμωρίαν. Ὥστε φανῆναί με ἀληθεύοντα, καὶ δίκαιον προφήτην ὄντα, ἐπειδὴ τὸ σὸν ὄνομα ἐπικαλούμενόν με, οὐδὲ δυνατὸν διαψεύσασθαι. Ὁρᾷς πάλιν ὑπὲρ τοῦ ὀνόματος δεδοικότα; Προφήτης καλοῦμαι. Ἵνα μὴ ἡ δόξα σού τι πάθῃ, ἔπαθον ἐγὼ μυρία. Οὐδὲν ὤνησα, ἀλλὰ τοὐναντίον· ἑτέρως μεταχείρισαι. Οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ'. Ὁρᾷς ὅτι καὶ τοῦτο λέγει, ὅτι Ὅσα ἔδει γενέσθαι παρ' ἐμοῦ, γέγονεν. Οὐκ ἐκοινώνησα αὐτοῖς ὑβριζόμενος, οὐκ ἀπέστην ἴσ. ἐπέστην. Τί δεῖ γενέσθαι λοιπόν; διὰ τὸν φόβον τὸν σὸν πάντα ὑπέμεινα, καὶ γέγονεν οὐδέν. Καταμόνας ἐκαθήμην. Οὐδένα κοινωνὸν εἶχον τῶν λεγομένων. Πάντες ἠπίστουν· ἀλλ' ὅμως οὐδέν με τούτων παρέτρεψεν· οὐδὲν ἐνελείφθη τῶν παρ' ἐμοῦ. Ἵνα τί οἱ λυποῦντες κατισχύσουσί μου; Τίνος ἕνεκεν, φησὶ, συγχωρεῖς αὐτοῖς; τί τὸ πλέον; μὴ γὰρ ἡ ὠφέλεια γίνεται αὐτῶν; τί τὸ λοιπόν; Ἡ πληγή μου. Τῆς ψυχῆς δηλονότι. *Ἡ πληγή μου στερεὰ, πόθεν ἰαθήσομαι; Τουτέστιν, οὗτοι ἐχθραίνουσι, καὶ τὰ τῶν πολεμίων διαπράττονται. Τὴν ἔκβασιν τῶν ἐμῶν λόγων οὐχ ὁρῶ. Οὐδαμόθεν ἔχω παραμυθίαν. *Γινομένη ἐγενήθη μοι, ὡς ὕδωρ ψευδὲς, οὐκ ἔχον πίστιν. Τουτέστιν, ἡ προφητεία. Ἵνα εἴπῃ, ἐνομίσθη ψεύδεσθαι. Καὶ καθάπερ τὸ ὕδωρ στάσιν οὐκ ἔχει, οὕτως οὐδὲ τοῖς ἐμοῖς λόγοις ἀλήθειαν προσεῖναι νομίζουσι. Καθάπερ ὕδωρ παραῤῥεῖ, καὶ οὐχ ἕστηκεν, οὐδὲ μένει, οὕτω καὶ τὰ ἐμὰ ῥήματα νῦν ἐνταῦθα φαίνεται, νῦν ἐκεῖ. Καὶ μεταπηδᾷ, καὶ οὐκ ἔχει πίστιν. Ἢ εἰ μὴ τοῦτο, Τὰ δεινὰ οὕτως ἐπάλληλα, φησὶν, ἦν, ὥσπερ ὕδωρ ἐπαίρει, καὶ οὐ διέλιπεν. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος· Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε· πρὸ προσώπου μου στήσῃ. 64.909 Τουτέστι, Προσῆκόν σε πρὸς ἐμὲ ἀφορᾷν, μὴ πρὸς τὴν τῶν ἀνθρώπων ὑπόληψιν. Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε· καὶ πρὸ προσώπου μου στήσῃ. Ἐπειδὴ ἀπέστραπτο λοιπὸν τὴν προφητείαν· ἐπειδὴ πέρας λοιπὸν ἔχειν ἐνόμιζε τὸ πρᾶγμα· Μεταβαλοῦ, φησὶ, τῆς προαιρέσεως ταύτης, καὶ ὅρα ἐὰν σὺ ἐπιστρέψῃς, πρότερον τὰ παρὰ τοῦ προφήτου ζητεῖν. Ἔτι ἐλπίς ἐστι κερδηθῆναί τινας. Μὴ πρόσεχέ μου τοῖς ῥήμασι τοῖς ἀπόγνωσιν ἔχουσιν. Ἀπειλῆς ἕνεκεν ταῦτα λέγω καὶ φόβου· εἰσὶ τίμιοί τινες. Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, τούτοις, φησὶ, πρὸ προσώπου μου στήσῃ. Οὐ μικρὸν ἀξίωμα, ἀλλ' ἀγγελικὸν ἢ τιμήν· ἢ ἀσφάλειαν ἐπαγγέλλεται τὸ πρόσωπόν μου. Καὶ ἐὰν ἐξαγάγῃς