1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

56

τεθνεώτων οὐδὲν κρείττονες ἔσονται. Καὶ ἵνα μάθῃς, ἄκουε πῶς ἔστι καὶ ἀποθανόντα ζῇν. Ὁ Θεὸς, φησὶν, οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων. Ἀλλὰ τοῦτο, φησὶν, αἴνιγμα πάλιν. Οὐκοῦν ἀμφότερα ἐπιλυσώμεθα. Τέθνηκέ τις ζῶν, ὅταν ἐν σπατάλῃ διάγῃ. Πῶς; 62.568 Τῇ γαστρὶ ζῇ μόνῃ, ταῖς δὲ ἄλλαις αἰσθήσεσιν οὐδαμῶς· οἷόν πως, οὐχ ὁρᾷ ἃ χρὴ ὁρᾷν, οὐκ ἀκούει ἃ χρὴ ἀκούειν, οὐ φθέγγεται, ἃ δεῖ φθέγγεσθαι, οὐδὲ τὰ τῶν ζώντων ἐνεργεῖ· ἀλλ' ὥσπερ ἐκεῖνος ὁ τεταμένος ἐπὶ τῆς κλίνης τοὺς ὀφθαλμοὺς μύσας, καὶ τὰ ὄμματα συνειλημμένος, τῶν ὄντων οὐδενὸς ἐπαισθάνεται, οὕτω καὶ οὗτος· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ πολλῷ χεῖρον. Ἐκεῖνος μὲν γὰρ καὶ τῶν ἀγαθῶν ὁμοίως, καὶ τῶν κακῶν ἀνεπαισθήτως ἔχει· οὗτος δὲ ἐκείνων αἰσθάνεται μόνων, τῶν κακῶν λέγω, πρὸς δὲ τὰ ἀγαθὰ τῷ κειμένῳ ὁμοίως ἐστὶν ἀκίνητος. Οὕτω μὲν οὖν καὶ τέθνηκεν. Οὐδὲν γὰρ αὐτὸν κινεῖ τῶν τῆς μελλούσης ζωῆς, ἀλλὰ καθάπερ εἰς κατάδυσίν τινα σκοτεινὴν καὶ ζοφώδη, καὶ ἄντρον πολλῆς ἀκαθαρσίας γέμον, λαβοῦσα εἰς τοὺς οἰκείους αὐτὸν κόλπους ἡ μέθη, διαπαντὸς ἐν σκότῳ ποιεῖ διατρίβειν, ὥσπερ τοὺς τεθνεῶτας. Ὅταν γὰρ τὸν πάντα χρόνον τὸν μὲν ἀριστῶν, τὸν δὲ μεθύων διατελῇ, οὐχὶ ἐν σκότῳ ἐστίν; οὐχὶ νεκρός ἐστι; Καὶ πρὸς αὐτὴν δὲ τὴν ἕω, ἣν δοκεῖ νήφειν, οὐκ ἔχει νῆψιν καθαρὰν, τῷ μήπω τὸν ἑσπερινὸν ἤδη κεκενῶσθαι οἶνον καὶ ἀπηντλῆσθαι, καὶ τοῦ μέλλοντος σφόδρα τῇ ἐπιθυμίᾳ κατέχεσθαι, καὶ τῷ δείλης καὶ μεσημβρίας ἐν κώμοις διάγειν, καὶ πᾶσαν τὴν νύκτα ἐν ὕπνῳ βαθεῖ, καὶ τοῦ ὄρθρου τὸ πλέον. Τοῦτον οὖν, εἰπέ μοι, μετὰ τῶν ζώντων ἀριθμήσομεν; Τί ἄν τις εἴποι τὸν πολὺν χειμῶνα τὸν ἀπὸ τῆς τρυφῆς, τὸν εἰς τὴν ψυχὴν, τὸν εἰς τὰ σώματα εἰσρεόμενον; Καθάπερ γὰρ ἡ συνεχὴς συννέφεια καὶ διηνεκὴς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαλάμψαι ποτέ· οὕτως οἱ τῆς τρυφῆς καὶ τοῦ οἴνου ἀτμοὶ, καθάπερ τινὰ σκόπελον τὸν ἐγκέφαλον ἀπολαβόντες, καὶ πυκνὸν ἐκεῖ στήσαντες νέφος, τὸ λογικὸν οὐκ ἀφιᾶσιν ἐκταθῆναί ποτε, ἐν πολλῇ σκοτομήνῃ κατέχοντες τὸν μεθύοντα. Πόσον οἴει λοιπὸν ἔνδον εἶναι τὸν χειμῶνα τοῦ ταῦτα παθόντος; πόσον τὸν θόρυβον; Καθάπερ γὰρ πλημμύρας γενομένης, καὶ τοῦ ὕδατος τῶν ἐργαστηρίων τὰ πρόθυρα ὑπερπηδήσαντος, τοὺς ἐνοικοῦντας ὁρῶμεν ἀεὶ θορυβουμένους, καὶ καδίσκους καὶ ἀμφορέας καὶ σπόγγους, καὶ ἕτερα πολλὰ ἐπινοοῦντας, ὥστε ἀπαντλῆσαι, ἵνα μὴ καὶ τοὺς θεμελίους διασήψῃ, καὶ τὰ σκεύη ἅπαντα ἄχρηστα ἐργάσηται· οὕτω καὶ ἡ ψυχὴ, ὅταν ὑπέραντλος γένηται τῇ πολλῇ τρυφῇ, θορυβοῦνται μὲν ἔνδον οἱ λογισμοὶ, τὸ δὲ ἤδη συναχθὲν οὐκέτι κενῶσαι ἰσχύοντες, τῷ πάλιν ἕτερον ἐπεισελθεῖν πολὺς ὁ χειμὼν τίκτεται. Μὴ γάρ μοι τὸ πρόσωπον ἴδῃς φαιδρὸν καὶ σεσηρὸς, ἀλλὰ τὰ ἔνδον ἐξέτασον, καὶ πολλῆς ὄψει γέμοντα τῆς κατηφείας· καὶ εἴ γε ἐνῆν τὴν ψυχὴν ἐκβαλόντα τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποβαλεῖν, εἶδες ἂν τὴν τοῦ σπαταλῶντος κατηφῆ, στυγνὴν, ὀδυνηρὰν, κατισχνωμένην. Ὅσῳ γὰρ ἂν τὸ σῶμα λιπαίνηται καὶ παχύνηται, τοσούτῳ μᾶλλον ἐκείνη κατισχνοῦται καὶ ἀσθενεστέρα γίνεται· καὶ ὅσῳ ἂν ἐκεῖνο θάλπηται, τοσούτῳ μᾶλλον αὕτη θάπτεται. Καὶ καθάπερ ἐπὶ τῆς κόρης τῶν ὀφθαλμῶν ἂν μὲν τοὺς ἔξωθεν ἐπικειμένους χιτωνίσκους ἔχῃ παχεῖς, οὐκ ἰσχύει τὸ διορατικὸν ἀφεῖναι καὶ ἀτενίσαι, τῆς ἀκτῖνος ἐκκρουομένης ὑπὸ τῆς παχύτητος, καὶ σκότος γίνεται πολλάκις· οὕτω καὶ τὸ σῶμα, ἐπειδὰν λιπαίνηται συνεχῶς, πολλὴν εἰκὸς τὴν παχύτητα περικεῖσθαι. 62.569 Ἀλλ' οἱ τεθνεῶτες, φησὶ, σήπονται καὶ διαφθείρονται, καὶ πολὺς ἀπ' αὐτῶν ἰχὼρ διαῤῥεῖ. Οὕτω καὶ ἐπὶ τῆς σπαταλώσης ἔστιν ἰδεῖν, τὸ ῥεῦμα, τὸ φλέγμα, κόρυζα, λὺγξ, ἔμετοι, ἐρυγαί· τὰ γὰρ ἄλλα, ἃ καὶ αἰσχρὸν εἰπεῖν, παρίημι. Τοσαύτη γὰρ τῆς τρυφῆς ἡ τυραννὶς, ὅτι ἃ μηδὲ εἰπεῖν ἀνεχόμεθα, ταῦτα ποιεῖ αὐτὰς ὑπομένειν. δʹ. Ἔτι οὖν ἐρωτᾷς, πῶς διαῤῥεῖ τὸ σῶμα πάντοθεν; Ἀλλ' ἐσθίει καὶ πίνει; Ἀλλ' οὐκ ἔστι τοῦτο ζωῆς ἀνθρωπίνης τεκμήριον, ἐπεὶ καὶ τὰ ἄλογα ἐσθίει καὶ πίνει. Νεκρᾶς