1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

56

κολάζεσθαι, οὔτε τῶν κατὰ τὸν ὀρθὸν λόγον, οὔτε τῶν κατὰ νόμον πάντως ἀποβαινόντων. ἔνθα δὲ μήτε νόμος μήτε λόγος κρατεῖ πῶς ἄν τις φαίη θεὸν εἶναι τὸν ἐπιμελούμενον; καὶ γὰρ συμβαίνει τοὺς χρηστοὺς ὡς ἐπὶ τὸ πλεῖστον ἀδικεῖσθαι καὶ ταπεινοῦσθαι καὶ μυρίοις κακοῖς περιβάλλεσθαι· τοὺς δὲ πονηροὺς καὶ βιαίους αὔξεσθαι δυναστείᾳ καὶ πλούτῳ καὶ ἀρχαῖς καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον ἀγαθοῖς. ἐμοὶ δὲ δοκοῦσιν οἱ ταῦτα λέγοντες πολλὰ μὲν καὶ ἄλλα τῶν κατὰ τὴν πρόνοιαν ἀγνοεῖν θεωρημάτων, μάλιστα δὲ τῆς ψυχῆς τὸ ἀθάνατον. θνητὴν γὰρ αὐτὴν ὑπολαμβάνοντες εἶναι, τῇ ζωῇ ταύτῃ τὰ κατὰ τὸν ἄνθρωπον περιγράφουσιν· ἔπειτα διεστραμμένας ἔχουσι τὰς περὶ τῶν ἀγαθῶν κρίσεις. οἴονται γὰρ τοὺς πλοῦτον περιβεβλημένους καὶ κομῶντας ἀξιώμασιν καὶ τοῖς ἄλλοις ὑλικοῖς ἀγαθοῖς ἐναβρυνομένους εὐδαίμονας εἶναι καὶ μακαρίους· τὰ δὲ τῆς ψυχῆς ἀγαθὰ παρ' οὐδὲν τίθενται, πολλῷ τῷ μέτρῳ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ὑπερέχοντα. κρείττονα γὰρ τὰ τῶν κρειττόνων ἀγαθά. τοσούτῳ τοίνυν ἀρεταὶ πλούτου τε καὶ ὑγείας καὶ τῶν ἄλλων ὑπερφέρουσιν ὅσῳ ψυχὴ σώματος. τοιγάρτοι καὶ μόναι καὶ σὺν τοῖς ἄλλοις αἱ ἀρεταὶ μακάριον ποιοῦσι τὸν ἄνθρωπον· μετὰ μὲν τῶν ἄλλων κατὰ πλάτος, μόναι δὲ καὶ καθ' ἑαυτὰς κατὰ περιγραφήν. τῶν γὰρ ὄντων τὰ μὲν κατὰ περιγραφὴν νοεῖται, ὡς δίπηχυ, τὰ δὲ κατὰ πλάτος, ὡς σωρός. σωροῦ γὰρ κἂν δύο μεδίμνους ἀφέλῃς, τὸ λειπόμενον μένει σωρός· καὶ τῆς κατὰ πλάτος δὲ μακαριότητος ἂν ἀφέλῃς τά τε τοῦ σώματος καὶ τὰ τῶν ἐκτὸς ἀγαθά, καταλείπῃς δὲ μόνας τὰς ἀρετάς, μένει καὶ οὕτω τὸ μακάριον· ἡ γὰρ ἀρετὴ καὶ καθ' ἑαυτὴν αὐτάρκης ἐστιν πρὸς εὐδαιμονίαν. πᾶς οὖν ἀγαθὸς μακάριος, καὶ πᾶς κακὸς ἄθλιος, κἂν πάντα συλλήβδην ἔχῃ τὰ λεγόμενα τῆς τύχης ἀγαθά. ὅπερ ἀγνοοῦντες οἱ πολλοὶ μόνους μακαρίους εἶναι νομίζουσι τοὺς εὐ σωματοῦντάς τε καὶ πλουτοῦντας. διὸ μέμφονται τὴν πρόνοιαν, τὴν οὐ μόνον ἐκ τῶν φαινομένων διοικοῦσαν τὰ καθ' ἡμᾶς, ἀλλὰ καὶ κατὰ τὴν οἰκείαν πρόγνωσιν. εἰδὼς γὰρ ὁ θεὸς ὅτι τῷ νῦν χρηστῷ καὶ ἀγαθῷ συμφέρει πένεσθαι καὶ ὅτι διαφθείρει τὴν γνώμην αὐτοῦ πλοῦτος ἐπεισελθών, ἐν τῇ πενίᾳ φυλάττει συμφερόντως αὐτόν· εἰδὼς δὲ πολλάκις τὸν πλούσιον χαλεπώτερον ἐσόμενον εἰ σπανίσειε χρημάτων, λῃστείαις γὰρ ἐπιχειρήσειν ἢ μιαιφονίαις ἤ τισιν ἄλλοις μείζοσι κακοῖς, ἐᾷ τὸν πλοῦτον καρποῦσθαι. οὐκοῦν καὶ πενία πολλάκις ἡμῖν ἐλυσιτέλησεν, καὶ τέκνα θάψαι καὶ φυγεῖν οἰκέτας· πικροτέρα γὰρ τῆς ἀπωλείας αὐτῶν ἐγένετο ἂν ἡ σωτηρία, φαύλων μὲν τῶν τέκνων, λῃστῶν δὲ τῶν οἰκετῶν γενομένων. ἡμεῖς μὲν γὰρ οὐδὲν τῶν ἐσομένων εἰδότες πρὸς τὰ παρόντα δὲ μόνα βλέποντες οὐκ ὀρθῶς τὰ συμβαίνοντα κρίνομεν· τῷ δὲ θεῷ καὶ τὰ μέλλοντα ὡς παρόντα ἐστίν. ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς καταγινώσκοντας εἴρηται, πρὸς οὓς καὶ τὸ τῆς γραφῆς ἁρμόσειεν ἂν εἰπεῖν· μὴ ὁ πηλὸς ἐρεῖ. πῶς γὰρ οὐ φευκτός ἐστιν ἄνθρωπος ἀντινομοθετῶν τῷ θεῷ καὶ ἀντιπαρακελευόμενος τοῖς τῆς προνοίας ἔργοις, ὁ μηδὲ ταῖς ἀνθρωπίναις νομοθεσίαις ἀντιλέγειν τολμῶν; παραλιπόντες οὖν τὰ τοιαῦτα πλημμελήματα, μᾶλλον δὲ ἀσεβήματα, δείξωμεν ὡς οὐ καλῶς αὐτοῖς ἀπρονόητα λέγεται τὰ καθ' ἕκαστα, τῶν καθόλου καὶ γενικῶν προνοίας τυγχανόντων. τρεῖς γὰρ ταύτας αἰτίας μόνας ἄν τις φαίη τοῦ μὴ γίνεσθαι πρόνοιαν τῶν καθ' ἕκαστα· ἢ γὰρ ἀγνοεῖν τὸν θεὸν ὅτι καλὸν καὶ τούτων ἐπιμελεῖσθαι, ἢ μὴ βούλεσθαι, ἢ μὴ δύνασθαι. ἀλλ' ἄγνοια μὲν καὶ ἀμαθία παντάπασιν ἀλλοτριώτατον τῆς μακαρίας οὐσίας. αὐτὸ γὰρ γνῶσίς ἐστι καὶ σοφία καὶ ἐπιστήμη. πῶς δ' ἂν καὶ λάθοι τὸν θεὸν ἃ μηδ' ἄνθρωπος εὖ φρονῶν ἀγνοήσειεν, ὡς τῶν κατὰ μέρος πάντων διαφθειρομένων, καὶ τὰ καθόλου διαφθαρήσεται; ἐκ γὰρ τῶν κατὰ μέρος πάντων τὰ καθόλου συνίσταται. ἐξισάζει γοῦν τὰ εἴδη πᾶσιν ὁμοῦ τοῖς κατὰ μέρος, καὶ ἀντιστρέφει, καὶ συνδιαφθείρεται καὶ συνδιασῴζεται. οὐδὲν δὲ κωλύει πάντα τὰ ἄτομα ἀπολέσθαι μηδεμιᾶς ἄνωθεν κηδεμονίας τυγχάνοντα. τούτων οὖν ἀπολλυμένων καὶ τὰ