1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

57

λοιπῆς ἱστορίας ἀνάγραπτον δοῦναι καὶ τοῦτο τῷ βίῳ διήγημα. 10.13.2 Ἰωσὴφ δὲ πάλιν ὕπαρ παρὰ τοῦ Ἰσραὴλ ὁδεύοντος ἐκ τῶν ὀφθαλμῶν, ὡς ἂν εἴποι τις, ἐκλάπη τοῦ Φαραώ, πανταχοῦ δὲ συμπαρῆν τῷ λαῷ τὸ σῶμα καὶ ἤγετο μετ' ἐπιμελείας ὡς ἀγαθόν τι καὶ ἀλεξίκακον φυλακτήριον ἀσφαλὲς τῶν ἑξήκοντα μυριάδων. Καὶ τοσαύτην εἶχον τὴν αἰδῶ περὶ τὴν λάρνακα τοῦ προπάτορος, ὅσην περὶ τὴν ἁγίαν κιβωτόν, ἣ τὸν τοῦ Θεοῦ νόμον ἐβάσταζεν. 10.13.3 ∆ιὸ καὶ ὁ ∆αβὶδ παρακαλῶν που τὸν Θεὸν ἵλεων εἶναι καὶ εὐμενῆ τῷ λαῷ, καὶ μυρίαις αὐτὸν ταῖς ἱκεσίαις ἐκλιπαρῶν, ἵνα τὴν συνεχῆ καὶ ἐπάλληλον τῶν συμφορῶν στήσας πληγὴν πάλιν ἐν ἀγαθῇ προνοίᾳ διοικῇ τὴν Ἱερουσαλὴμ ὡς τὸ πρότερον, οὕτως φησί· Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. ∆υσωπεῖ γὰρ τὸν Θεὸν τοῖς τῶν ἀγαπητῶν καὶ φίλων ὀνόμασιν καὶ λίαν εὐμηχάνως τὴν ἱκετηρίαν μεταχειρίζεται τοῦ δυσσε βήσαντος πλήθους τὰς ἁμαρτίας οἷον ἐγκρύπτων καὶ σκέπων ταῖς τῶν ἁγίων πατέρων προσηγορίαις. 10.14.1 Τοῦτον ἡμῖν ὑπαγορεύει τὸν νοῦν καὶ ὁ περὶ τὰ Σόδομα σωζόμενος λόγος. Ἀβραὰμ γὰρ Σοδομίτας παραιτούμενος, ἡνίκα δυσμεναίνων αὐτοῖς ὁ Θεὸς μετὰ προρρήσεως ἐπήγαγεν τὴν κόλασιν, τῇ φειδοῖ τῶν δικαίων ἠξίου σωθῆναι τὸν σύμπαντα δῆμον. Ἀρξάμενος γὰρ ἀπὸ τῶν πεντήκοντα εἰς τοὺς δέκα κατέληξεν καὶ πρὸς τὴν ἱκεσίαν εὐθέως ἔνευσεν ὁ Θεός, ὥσπερ ἐπί τινος ζυγοῦ καὶ πλαστίγγων ταῖς μυριάσι τῶν ἁμαρτωλῶν τὸ τῶν δέκα δικαίων ἀντιστήσας ἀξίωμα. 10.14.2 Ἵνα δὲ ἐπὶ πλέον ἐνδείξηται πᾶσιν ἡμῖν, ὅτι καὶ εἷς δίκαιος τίμιον πρᾶγμα καὶ Θεῷ φίλον, ἐπειδὴ ὁ μὲν δέκατος ἐξέλιπεν ἀριθμὸς καὶ εὑρέθη ταύτης τῆς ὀλιγότητος τῶν ὁσίων τῶν ἁμαρτωλῶν ὁ δῆμος πενόμενος, ἐχρῆν δὲ τοὺς παρανομή σαντας δοῦναι θρασύτητος δίκην, σφοδρῶς ἐλαύνεται τῶν καταδικασθέντων τόπων ὁ Λὼτ καὶ σώζεται παγγενεὶ εἰς τὸ γέρας τῆς ἰδίας δικαι οσύνης καὶ τοὺς οἰκείους πάντας παρὰ τοῦ Θεοῦ προσλαβών. 10.15.1 Μέγα οὖν κτῆμα δίκαιος· πρῶτον ὄφελος ἑαυτῷ, ἔπειτα τοῖς ἑξῆς τοῦ γένους θησαυρὸς διαρκὴς ἀγνοούμενος τῇ θέᾳ καὶ ἀεὶ συμπαρών, σιωπῶν καὶ παιδεύων τοὺς ἄλλους πράγμασι· πάλαι κείμενος καὶ ζῶν ταῖς εὐδοκιμήσεσιν. Ἀγαθὴ τῶν παίδων κληρονομία καὶ ἄσυλος, ἣν χρόνος οὐ δαπανᾷ καὶ λῃστὴς οὐκ ἀφαιρεῖται. Ἀσώματος γάρ ἐστι καὶ ἄϋλος, ἀσωμάτοις ἐμπολιτευομένη ψυχαῖς. 10.15.2 Ὁρᾷς ὡς καὶ οἱ ἔνδοξοι καὶ ἀοίδιμοι Ἰσραηλῖται πάντων ἀφῃρημένοι καὶ αὐτῆς τῆς γῆς ἐκπε σόντες τῆς πατρικῆς τῆς σεμνῆς προσηγορίας οὐκ ἀφῃρέθησαν οὐδὲ ἐγυμνώθησαν τοῦ καλεῖσθαι ἀπὸ τοῦ φιλοθέου προπάτορος, ἀλλὰ καὶ βαρβάροις δουλεύοντες διὰ τὴν δικαιοσύνην τῶν πατέρων ἠλευθερώθησαν καὶ ἐν ἐρήμῳ διαζῶντες διὰ τὴν εὐδοκίμησιν τῶν γεννησαμένων ἐτρά φησαν· καὶ ἁμαρτάνοντες συνεχῶς καὶ βλασφημοῦντες πολλάκις καὶ ἄξιοι νομισθέντες τῆς ὀλοθρευούσης κολάσεως διὰ τὸν Ἀβραὰμ φειδοῦς ἠξιώθησαν καὶ διὰ τὸν Ἰσραὴλ ἔτυχον συγγνώμης, θρασυκάρδιοι παῖδες εἰς τὰ γέρα τῶν πατέρων σωζόμενοι. 10.16.1 Καὶ οἶδάς γε, ὁ φιλομαθής, ὡς ἐν πρώτοις ὁ Θεός, ἡνίκα ἐκ τῆς ποιμαντικῆς ἐπὶ τὴν ἡγεμονίαν τῶν λαῶν ἐκάλει τὸν Μωϋσῆν, εὐθὺς ταῦτα πρὸς τὸν δοῦλόν φησιν· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Καὶ μικρὸν πρόσω τοῦ λόγου γενόμενος ταῦτα προστίθησιν· Συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. 10.16.2 Καὶ οὕτως ἐν προοιμίοις ὁ Θεὸς τῷ ὀνόματι τῶν δικαίων πατέρων οἷον σημάντρῳ τινὶ τοὺς ἀπογόνους σφραγίζεται· καλὸν εἰδὼς καὶ συμφέρον τὸ ἀπ' ἐκείνων γνωρίζεσθαι. Χρόνου δὲ προελθόντος, ἐπειδὴ εἰς ὕβριν τοῦ εὐεργέτου ὥρμησεν ὁ λαὸς καὶ καταφρόνησιν τοῦ Σωτῆρος, προσέκοψαν δὲ τῇ εἰδωλοποιήσει τοῦ μόσχου καὶ προσεκύνουν κρανίον ἄψυχον τὴν ἔμψυχον καὶ λογικὴν φρόνησιν ἀπολέσαντες, 10.16.3 οὐκ ἔχων ὁ Μωϋσῆς τηνικαῦτα