57
τοίνυν τῆς ψυχῆς κειμένης. τί τὸ ὄφελος τῆς βρώσεως καὶ τῆς πόσεως; Ὥσπερ γὰρ τοῦ σώματος κειμένου νεκροῦ, εὐανθὲς ἱμάτιον περιβεβλημένον οὐδὲν ὀνίνησιν, οὕτω καὶ σῶμα περικείμενον εὐανθὲς νεκρᾷ ψυχῇ οὐδὲν ὠφελεῖ. Ὅταν γὰρ ἀεὶ περὶ μαγείρων, περὶ τραπεζοποιῶν, περὶ σιτοποιῶν ὁ λόγος αὐτῇ γίνηται, καὶ μηδὲν εὐσεβὲς φθέγγηται, οὐχὶ τέθνηκε; Τί γάρ ἐστιν ἄνθρωπος, ἴδωμεν. Οἱ ἔξωθέν φασι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἡμεῖς δὲ μὴ ἀπ' ἐκείνων τὸν ὅρον θώμεθα, ἀλλὰ πόθεν; Ἀπὸ τῆς θείας Γραφῆς. Ποῦ τοίνυν ἡ Γραφὴ ὅρον ἐξέθετο ἀνθρώπου; Ἄκουε λεγούσης αὐτῆς· Ἦν ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοῦτο ἄνθρωπος. Καὶ πάλιν ἕτερός φησι· Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Τοὺς δὲ μὴ τοιούτους, κἂν νοῦ μετέχωσι, κἂν μυριάκις ἐπιστήμης ὦσι δεκτικοὶ, οὐκ οἶδεν ἡ Γραφὴ λέγειν ἀνθρώπους, ἀλλὰ κύνας, καὶ ἵππους, καὶ ἔχεις, καὶ ὄφεις, καὶ ἀλώπεκας, καὶ λύκους, καὶ εἴ τι τούτων ἀτιμότερον τῶν θηρίων· εἰ τοίνυν τοῦτο ἄνθρωπος, ὁ σπαταλῶν οὐκ ἄνθρωπος. Πῶς γὰρ, ὁ μηδὲν τούτων φροντίζων; οὐ γὰρ ἔνι σπατάλην ὁμοῦ καὶ νῆψιν συνελθεῖν· ταῦτα ἀλλήλων ἐστὶν ἀναιρετικά. Τοῦτο καὶ οἱ ἔξωθέν φασιν, ὅτι Παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον. Οἶδε καὶ ἀψύχους ἀνθρώπους ἡ Γραφὴ καλεῖν· Οὐ μὴ μείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καίτοι γε καὶ ψυχὴν εἶχον, ἀλλὰ ἐπειδὴ νεκρὰν αὐτὴν περιέφερον, σάρκας αὐτοὺς εἶπεν. Ὥσπερ γὰρ περὶ τῶν ἐναρέτων, κἂν ἔχωσι σῶμα, ὅμως φαμὲν, Ὅλος ψυχή ἐστιν, ὅλος πνεῦμά, ἐστιν, οὕτω καὶ περὶ τῶν οὐ τοιούτων τὰ ἐναντία. Οὕτω καὶ Παῦλος ἔλεγεν· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἐπειδὴ μὴ τὰ τῆς σαρκὸς ἐπετέλουν. Οὕτως οἱ σπαταλῶντες οὐκ εἰσὶν ἐν ψυχῇ, οὐδὲ ἐν πνεύματι. Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε, φησίν. Ἀκούσατε αἱ πάντα τὸν χρόνον ἐν κώμοις διατρίβουσαι καὶ μέθαις, αἱ τοὺς μὲν πένητας περιορῶσαι ὑπὸ λιμοῦ τηκομένους καὶ ἀποθνήσκοντας, διηνεκῶς δὲ ὑμεῖς ὑπὸ τῆς τρυφῆς ἀποθνήκουσαι. ∆ύο γὰρ θανάτους ἐργάζεσθε, τὸν τῶν θλιβομένων, καὶ τὸν ὑμῶν αὐτῶν, ἀμφοτέρους ἐξ ἀμετρίας. Εἰ δὲ ἐκεράσατε τὴν ὑμετέραν πλησμονὴν ἐκείνῃ τῇ ἐνδείᾳ, δύο ζωὰς ἂν εἰργάζεσθε. Τί διασπᾷς τὴν γαστέρα τὴν σὴν τῇ πλησμονῇ; τί κατατήκεις τὴν τοῦ πένητος ἐν ἐνδείᾳ; Ταύτην πλέον τοῦ μέτρου καταπιαίνεις· ἐκείνην ὑπὲρ τὸ μέτρον ξηραίνεις. Ἐννόησον τίνα ἐστὶ τὰ ἀπὸ τῶν σιτίων, ποῦ μεταβάλλεται, καὶ τί γίνεται. Ἆρα οὐ δυσχεραίνεις καὶ πρὸς τὴν ἀκοήν; τί τοίνυν, ὥστε πλείονα ἐκεῖνα ἀποθέσθαι, σπουδά 62.570 ζεις; Οὐδὲν ἄλλο ἐστὶ τὸ πλέον τῆς τρυφῆς. ἢ κόπρου πλεονασμός. Ἔχει γὰρ ἡ φύσις μέτρα, καὶ τὸ πλέον ἐκείνων οὐκέτι γίνεται τροφὴ, ἀλλὰ λύμη καὶ κόπρος πλείων. Θρέψον τὸ σῶμα, μὴ ἀποκτείνῃς. ∆ιὰ τοῦτο τροφὴ κέκληται, οὐχ ἵνα ἀπολλύωμεν αὐτὸ, ἀλλ' ἵνα τρέφωμεν· διὰ τοῦτο οἶμαι καὶ τὴν τροφὴν εἰς τοῦτο ἐκκρίνεσθαι, ἵνα μὴ τῆς τρυφῆς ὦμεν ἐρασταί· ὡς εἰ μὴ τοῦτο ἦν, μηδὲ εἰς ἄχρηστον ἦγε, μηδὲ ἐλυμαίνετο τῷ σώματι, οὐκ ἂν ἐπαυσάμεθα ἀλλήλους καταπίνοντες. Εἰ γὰρ ὅσον ἐβουλόμεθα δεχομένη ἡ γαστὴρ τὸ πᾶν εἰργάζετο, καὶ τῷ σώματι παρέπεμπε, μυρίους ἂν εἶδες πολέμους καὶ μάχας. Εἰ γὰρ καὶ νῦν τῶν μὲν εἰς κόπρον ἐκκρινομένων, τῶν δὲ εἰς αἷμα καὶ φλέγμα ἄχρηστον καὶ νόθον, ὅμως ἐγκείμεθα τῇ τρυφῇ, καὶ πολλάκις οὐσίας ὁλοκλήρους ἐν τραπέζῃ μιᾷ καταναλίσκομεν· εἰ μὴ τοιοῦτον ἦν τὸ τέλος τῆς τρυφῆς, τί οὐκ ἂν ἐπράξαμεν; Πλείονος δυσωδίας πληροῦμεν ἑαυτοὺς, ὅταν μᾶλλον τρυφήσωμεν, καθάπερ ἀσκοῦ τινος, τοῦ σώματος πάντοθεν διαῤῥέοντος. Ἐρεύγεταί τις τοιοῦτον, ὡς καὶ τὸν ἐγκέφαλον λυμήνασθαι τῶν ἔξωθεν· ἀτμοὶ πάντοθεν ἀπὸ τοῦ σώματος ζοφώδεις προΐενται, καθάπερ ἀπὸ καμίνου τῆς θερμότητος σαπείσης ἔνδον. Εἰ δὲ οἱ ἔξωθεν οὕτω δυσχεραίνουσι, τί οἴει παθεῖν τὸν ἐγκέφαλον ἔνδον, πληττόμενον