57
καθόλου διαφθαρήσεται. εἰ δὲ τούτου προνοεῖν μόνου φήσουσιν αὐτὸν τοῦ μὴ πάντα τὰ κατὰ μέρος ἀπολέσθαι, ἵνα σῴζηται τὰ εἴδη, λανθάνουσιν ἑαυτοὺς λέγοντες εἶναί τινα καὶ τῶν καθ' ἕκαστα πρόνοιαν· τούτων γὰρ προνοῶν, ὡς αὐτοὶ λέγουσι, διαφυλάττει τὰ εἴδη καὶ τὰ γένη. ἀλλά φασιν ὡς οὐκ ἀγνοεῖ μέν, οὐ βούλεται δὲ προνοεῖν. ἀλλὰ τὸ μὴ βούλεσθαι διὰ δύο γίνεται προφάσεις, ἢ διὰ ῥαθυμίαν ἢ διὰ τὸ ἀπρεπές. καὶ τίς ἂν μὴ μαινόμενος ῥαθυμίας αἰτίαν ἐπαγάγοι θεῷ; πάλιν γὰρ ὑπὸ δύο τούτων ῥαθυμία τίκτεται, ἡδονῆς καὶ δειλίας· ἢ γὰρ ὑφ' ἡδονῆς τινὸς περιελκόμενοι ῥαθυμοῦμεν ἢ διὰ φόβον ἀφιστάμεθα. οὐδέτερον δὲ τούτων θεμιτὸν διανοηθῆναι περὶ θεοῦ. εἰ δὲ ῥαθυμίαν μὲν ἐπάγειν παραιτοῖντο, λέγοιεν δὲ μὴ πρέπειν θεῷ, ἀνάξιον γὰρ εἶναι τῆς τοσαύτης μακαριότητος τοῖς εὐτελέσι καὶ μικροῖς συγκαταβαίνειν καὶ οἱονεὶ συμβεβηλοῦσθαι ταῖς ὑλικαῖς τε καὶ προαιρετικαῖς ἀτοπίαις, καὶ διὰ τοῦτο μὴ βούλεσθαι, ἀγνοοῦσι δύο πάθη τὰ χείριστα τῷ θεῷ περιάπτοντες, ὑπεροψίαν καὶ μολυσμόν· ἢ γὰρ δι' ὑπεροψίαν ὁ δημιουργὸς ὑπερορᾷ τῆς ἀρχῆς καὶ διοικήσεως τῶν κατὰ μέρος, ὅπερ ἀτοπώτατον εἰπεῖν, ἢ τὸν μολυσμὸν ἐκκλίνων, ὡς αὐτοί φασιν. εἰ δὲ τῶν ἡλιακῶν ἀκτίνων, φύσιν ἐχουσῶν ἕλκειν πᾶν τὸ ὑγρόν, οὔ φασι καταμολύνεσθαι τὸν ἥλιον οὐδὲ τὰς ἀκτῖνας αὐτὰς ὅταν τοῖς βορβόροις ἐλλάμπωσιν, ἀλλὰ μένειν ἀχράντους καὶ καθαράς, πῶς τὸν θεὸν ἡγοῦνται συμβεβηλοῦσθαι τοῖς τῇδε πραττόμενοις; οὐκ ἔστιν ἀνθρώπων φυσίν εἰδότων θεοῦ ταῦτα τὰ δόγματα· ἀνέπαφον γὰρ καὶ ἀδιάφθορον καὶ ἀμίαντον καὶ πάσης ἀλλοιώσεως κρεῖττον τὸ θεῖον καθέστηκεν, ὁ γὰρ μολυσμὸς καὶ πάντα τὰ τοιαῦτα τροπῆς τινα ἔργα. πῶς δὲ οὐκ ἀτοπώτατον τεχνίτην μὲν οἱασδήποτε τέχνης, καὶ μάλιστα ἰατρόν, ἐπιμελούμενον τῶν καθόλου, μηδὲν τῶν κατὰ μέρος μηδὲ τὸ σμικρότατον ἐᾶν ἀτέχναστον καὶ ἀνεπιμέλητον, εἰδότα ὡς εἰς τὸ πᾶν συντελεῖ τὸ μέρος, τὸν δὲ δημιουργὸν θεὸν καὶ τῶν τεχνιτῶν ἀποφαίνειν ἀμαθέστερον; ἀλλ' ἄρα βούλεται μέν, οὐ δύναται δέ. καὶ πῶς οὐκ ἄντικρυς ἀπεμφαῖνον ἀσθενῆ λέγειν τὸν θεὸν καὶ ἀδύνατον εὖ ποιεῖν; ἄλλως τε κατὰ δύο τρόπους φαίη τις ἂν τὸν θεὸν μὴ δύνασθαι προνοεῖν τῶν ἀτόμων, ἢ τῷ αὐτὸν μὴ πεφυκέναι, ἢ τῷ τὰ κατὰ μέρος ἀνεπίδεκτα προνοίας εἶναι. ἀλλ' ὅτι μὲν αὐτὸς πέφυκε προνοεῖν καὶ αὐτοὶ συνομολογοῦσι δι' ὧν φασιν αὐτὸν τῶν καθόλου προνοεῖν· ἄλλως τε τὰ μὲν καταδεέστερα φθάνειν εἰς τὰ ὑπερκείμενα οὐχ οἷά τέ ἐστιν, τῶν δὲ κρειττόνων ἡ δύναμις ἄχρι καὶ τῶν τελευταίων καὶ τῶν ἀναισθήτων σώζουσα κάτεισι· πάντα γὰρ ἤρτηται τοῦ θείου θελήματος καὶ ἐντεῦθεν ἀρύεται τὴν διαμονὴν καὶ σωτηρίαν. ὅτι δὲ καὶ ἡ τῶν ἀτόμων καὶ πεπληθυσμένων ὑπόστασις προνοίας ἐστὶ δεκτικὴ δῆλον ἐκ τῶν ζῴων τῶν ἀρχαῖς τισι καὶ ἡγεμονίαις διοικουμένων, ὧν πολλὰ μὲν εἴδη, καὶ γὰρ μέλισσαι καὶ μύρμηκες καὶ τὰ πλεῖστα τῶν συναγελαζομένων ὑπό τισιν ἡγεμόσι τέτακται οἷς ἀκολουθεῖ πειθόμενα· μάλιστα δ' ἄν τις τοῦτο κατανοήσειεν εἰς τὴν τῶν ἀνθρώπων πολιτείαν ἐμβλέψας, φαίνεται γὰρ τὰς τῶν νομοθετῶν καὶ τὰς τῶν ἀρχόντων ἐπιδεχομένη διοικήσεις καὶ ἐπιμελείας. ἡ δὲ τούτων δεκτικὴ πῶς ἂν εἴη τῆς τοῦ δημιουργοῦ προνοίας ἀνεπίδεκτος; τεκμήριον δὲ οὐ σμικρὸν τοῦ καὶ τὰ καθ' ἕκαστα προνοίας τυγχάνειν τὸ φυσικῶς ἐγκατεσπάρθαι τοῖς ἀνθρώποις τὴν γνῶσιν αὐτῆς, ὑπ' ἀνάγκης γὰρ συσχεθέντες εὐθὺς ἐπὶ τὸ θεῖον καὶ τὰς εὐχὰς καταφεύγομεν ὡς ἂν τῆς φύσεως ἀγούσης ἡμᾶς ἀδιδάκτως ἐπὶ τὴν ἀπὸ τούτου βοήθειαν (οὐκ ἂν δὲ ἡμᾶς ἀδιδάκτως ἦγεν ἡ φύσις ἐπὶ τὸ μὴ φύσιν ἔχον γίνεσθαι)· καὶ γὰρ ἐν ταῖς ἐξαίφνης ταραχαῖς καὶ φόβοις ἀπροαιρέτως, πρίν τι καὶ σκέψασθαι, τὸν θεὸν ἐπιβοώμεθα. πᾶν δὲ τὸ ὁτῳοῦν φυσικῶς ἑπόμενον ἰσχυρὰν ἔχει τὴν ἀπόδειξιν, οὐδεμίαν ἀντιλογίαν ἐπιδεχόμενον. πόθεν οὖν προήχθησαν ἐπὶ τοῦτον τὸν λόγον οἱ ταῦτα δοξάζοντες; πρῶτον μὲν τῷ νομίζειν συνδιαλύεσθαι τῷ σώματι τὴν ψυχήν, δεύτερον δὲ τῷ μὴ δύνασθαι τὸν λόγον ἐξευρεῖν τῆς κατὰ μέρος προνοίας. ἀλλ' ὅτι μὲν οὐκ ἔστιν ἡ ψυχὴ θνητὴ οὐδὲ μέχρι τοῦ βίου τούτου τὰ κατὰ τὸν ἄνθρωπον