1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

58

ὅπως ὑπὲρ τῶν μαθητῶν ἐξιλεώσηται τὸν ∆εσπότην, ὁ παιδαγωγὸς ὁ πολύμοχθος καταφεύγει πρὸς τὴν μνήμην τῶν πατέρων καὶ μετ' ἐκείνων τὴν ἰκετηρίαν προβάλλεται, φησὶν δὲ οὕτως· Ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ μνησθεὶς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν σῶνἱκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. 10.16.4 Μεγάλη ἡ ὀργὴ καὶ ὁ θυμὸς ἀπαραίτητος· ἀλλ' ὁ σοφὸς καὶ εὐμήχανος ἱκέτης τὰ προσωπεῖα περι θέμενος τῶν ἁγίων καὶ τὰς πολίας τῶν γερόντων διὰ τῆς μνήμης τῷ Θεῷ ὑπορρίψας ἔσβεσεν ὡς φλόγα τὴν τιμωρίαν, πατρικῷ ἐλαίῳ τῶν μανέντων υἱῶν θεραπεύσας τὰ τραύματα. 10.17.1 Καταλιπὼν τὴν Μωσαϊκὴν βίβλον ἐπὶ τὰς βίβλους τῶν Βασιλέων μετάβηθι. Ὄψει γὰρ κἀκεῖ παῖδα φειδοῦς ἀξιούμενον, διότι γέννημα ἦν φιλοθέου πατρός. Σολομὼν δέ ἐστιν οὗτος ὁ πολυθρύλητος· ὅς, ἐπειδὴ προϊόντος τοῦ χρόνου οὐκ ἦν τῶν παθῶν αὐτοκράτωρ, δοῦλος δὲ μᾶλλον καὶ ἀκρατέστερος σωμεραστής, διὰ δὲ τὴν ἀπροσεξίαν τοῦ βίου μετέβαλεν καὶ τὴν πατρῴαν εὐσέβειαν, εἴδωλα μορφώσας τὰ τοῦ νόμου προσκόμματα· 10.17.2 φησὶ πρὸς αὐτὸν ὁ Θεός· ∆ιαρρήσων διαρρήξω τὴν βασιλείαν σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου· πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα διὰ ∆αβὶδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν. Ταῦτα ἡμᾶς ἡ ἱστορία παιδεύει· διδάσκει καὶ ἡ ᾠδὴ τῶν ψαλμῶν τὰ ὅμοια· Νεώτερος ἤμην· καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. 10.18.1 Ἀλλ', ᾗ ἔοικεν, ἐπειδὰν ἅπαξ ψυχὴ τῆς ἀληθείας καταθρασύνηται καὶ τὸ καινοτομεῖν ἐκπλήκτως ἀντὶ τοῦ ζῆν ἐν τάξει προέληται, οὐδὲν αὐτὴν ἐπιστρέφειν ἱκανὸν εἰς τὴν εὐθεῖαν καὶ τεταγμένην ὁδόν· ἐνδακοῦσα δὲ τὸν χαλινὸν ὥσπερ τις πῶλος δυσήνιος φέρεται πρὸς τὸ βάραθρον νικῶσα τὸν ἀναβάτην νοῦν τῇ πρὸς τὴν κακίαν ὁρμῇ, ὥσπερ δὴ καὶ τοὺς Εὐνομιανοὺς τούτους ἔστιν ἰδεῖν. 10.18.2 Οὕτως γὰρ φιλοῦσι καλεῖσθαι μᾶλλον ἢ τοῦ Χριστοῦ ἄνθρωποι, Θεὸν βλασφημοῦντες, τοὺς ἀνθρώπους τοῦ Θεοῦ ἀτιμάζοντες, μᾶλλον δὲ ἐντρεπόμενοι τὰς τῶν ἁγίων ἀναπαύσεις ἢ οἱ σωφρονοῦντες τοὺς βωμοὺς καὶ τοὺς βεβήλους καὶ τοὺς μεμιασμένους τῶν τόπων. Ἐχρῆν δὲ τοὺς τῆς ἀπονοίας ἐκείνης ἀσκητὰς καὶ τὸ κατὰ πάντων θράσος ἀρετὴν νομίζοντας τὰς γοῦν τῶν δαιμόνων αἰδεσθῆναι φωνὰς κραζόντων καὶ βοώντων λαμπρῶς τῶν μαρτύρων τὴν δύναμιν καὶ ὀνόμασι καλούντων ἕκαστον ὡς παρεστῶτα καὶ ἀπελαύνοντα καὶ φυγα δεύοντα τῶν τυραννουμένων ἀνθρώπων. 10.18.3 Εἴτε δὲ τὰ πνεύματα τῶν ἀθλητῶν τῆς εὐσεβείας ἐθέλοι τις ἐνεργεῖν κατὰ τῶν ἀκαθάρτων πνευμάτων εἴτε ἀγγέλους εἰς τιμὴν τῶν ἀναπεπαυμένων παρεδρεύοντας τοῖς ἁγίοις σηκοῖς, οὐδὲν διαφέρει· ὁπότερον γὰρ ἂν λέγηται, δόξα τῶν ὑπὲρ τῆς εἰς Χριστὸν ἀγάπης ἐστὶ παθόντων. Πρόδηλον δὲ φαίνονται καθ' ἡμέραν αἱ τῶν μαρτύρων εὐεργεσίαι, ἄλλοτε ἄλλαι καὶ διαφερόντως, αἳ τῶν σατανικῶν ἐνεργημάτων ἐλευθεροῦσι τοὺς παραφόρους. Οἱ γὰρ ὑλακτοῦντες καὶ τοῖς ἀδιηγήτοις τῆς μανίας ποτὲ κακοῖς ἐνεχόμενοι νῦν σωφρονοῦντες ὁρῶνται καὶ τῆς πρεσβείας τῶν ἁγίων τὴν παρρησίαν παρ' αὐτῶν βλέπομεν τῶν πραγμάτων μαρτυρουμένην. 10.18.4 Καὶ ὥσπερ τῆς τοῦ Σωτῆρος ἡμῶν δυνάμεως ἀναμφίβολα δείγματα ἐν μέσῳ τῶν Ἑβραίων περιενόστουν, οἵ τε τῆς λέπρας ἀποξεσθέντες καὶ οἱ τὰς ὄψεις ἰαθέντες τυφλοὶ καὶ εἴ τις παραλυτικὸς τὰς τῶν μελῶν ἁρμονίας δυναμωθεὶς ἀκωλύτως ἐβάδιζεν, οὕτως καὶ νῦν οἱ τὸν σταυρὸν ὑπὲρ τοῦ σταυρωθέντος βαστάσαντες τῆς παρὰ τοῦ ∆εσπότου χάριτος ἐναργεῖς τὰς ἀποδείξεις παρέχονται, ποικίλως καὶ διαφόρως τοὺς πιστοὺς τῶν ὁμοδούλων ἰώμενοι. 10.18.5 Καὶ Παῦλος μὲν καὶ Πέτρος, ὁ μὲν διώξας τὸ τοῦ Πύθωνος δαιμόνιον, ὁ δὲ τὸν χωλὸν ἀναστήσας τῶν τοῦ ναοῦ προπυλαίων, ἐκ πρακτικῶν δυνάμεων Ἑβραίους καὶ Ἕλληνας πρὸς τὴν ὑπακοὴν τοῦ εὐαγγελίου ἐπέστρεψαν· αἱρετικῶν δὲ πονηρὸν σύνταγμα τὸ νῦν κακῶς διοχλοῦν τὴν ἡμετέραν