1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

58

ἀνθρώπου, ὅταν τις ἁμάρτῃ, εἶτα μὴ τιμωρήσηται ὁ Θεὸς, οὐ διὰ τοῦτο ῥᾳθυμότερον αὐτὸν εἶναι χρὴ, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁμαρτημάτων. Ἥμαρτεν ἐκεῖνος, οὐκ ἐκολάσθη· μὴ ῥᾳθυμήσῃς σὺ ὡς οὐ δώσων δίκην· εἰ γὰρ μὴ ἤμελλεν ἐπὶ πάντων τὸ αὐτὸ ποιεῖν ὁ Θεὸς, θᾶττον ἂν ἅπαντες ἀπολώλαμεν· ἐμακροθύμησεν ἐπ' ἐκείνῳ, αὐτόν τε εἰς μετάνοιαν ἄγων, καὶ σὲ βελτίω ποιῶν. Καὶ ἀποῤῥίψω ὑμᾶς. Περὶ τῆς ἀπήνης Forte ἀπηνείας λέγει τῶν ἀλλοτρίων θεῶν. Ἐκεῖνοι καὶ δουλεύοντας οὐ μὴ ἐλεήσωσιν· ἐμὲ ὑβρίζετε, καὶ ἠλέουν, ἵνα μάθητε ἀπὸ τῆς συγκρίσεως, τίς ἐγὼ, τίνες ἐκεῖνοι. Εἰ γάρ τις ἐξετάζει τὰς τιμωρίας, οὐχ ἧττον ἡ μακροθυμία ὠφελεῖ τοὺς φρονίμους. Ζῇ Κύριος. 64.913 Τίνος ἕνεκεν τὰ χρηστὰ προτίθησι; οὐχ ἵνα αὐτοὺς ἐκλύσῃ, ἀλλ' ἵνα καὶ περὶ τῶν σκυθρωποτέρων πιστεύσωσι. Μᾶλλον δὲ μετὰ τὸ κατελθεῖν, ἵνα σχῶσί τινα καὶ τοῦ ἀνελθεῖν πίστιν. Ἀλλὰ ζῇ Κύριος, ὃς ἀνήγαγε. Τίνος ἕνεκεν τοῦτο πρόσκειται; ἀξιοπιστίας ἕνεκεν. Εἰ γὰρ ἐκείνων τετρακόσια ἔτη πεποιηκότων ἠδυνήθη δοῦναι, πολλῷ μᾶλλον ὑμῖν· ἱκανὸν γὰρ αὐτοὺς εἰς ἀπόγνωσιν ἐμβαλεῖν. *Ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτοὺς, καὶ μετὰ ταῦτα ἀποστελῶ θηρευτὰς πολλοὺς, καὶ θηρεύσουσιν αὐτούς. Λέγει μὲν περὶ Βαβυλωνίων, τουτέστι, Ναβουχοδονόσορ, καὶ τῶν αὐτοῦ στρατηγῶν. Ἁλιεῦσι δὲ καὶ θηρευταῖς παρέβαλεν, ἵνα εἴπῃ, Καὶ τοὺς κρυπτομένους ἀνιχνεύσας εἰς τιμωρίαν ἄξει. Λέγει γοῦν· Καὶ θηρεύσω αὐτοὺς ἐπάνω παντὸς ὄρους, καὶ ἐπάνω παντὸς βουνοῦ, καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν. Ὁ γὰρ τὰ κρυφῆ γινομένα εἰδὼς, καὶ τοὺς λανθάνοντας παραδοῦναι δυνάμενος· καὶ μάλιστα ὅταν πολλοὶ ὦσιν οἱ θηρεύοντες. Τινὲς καὶ εἰς τοὺς ἀποστόλους τοῦτό φασιν, καὶ οὐ κωλύω· τέως δὲ ἱστορίας ἐχώμεθα· ὅταν γὰρ ὁ Θεὸς παραδῷ, οὐδεὶς οὐκέτι προστήσεται. Καὶ ἀνταποδώσω. Τάχα πολλοὺς θορυβεῖ τὸ λεχθέν· εἴγε ἡμεῖς μὲν οὐ προσδοκῶμεν, οὐδὲ ἁπλῶς ἀπολήψεσθαι, τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ θαῤῥοῦντες. Οὗτος δέ φησι, διπλᾶς. Καὶ ὁ Ἡσαΐας δὲ, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Ἵνα γὰρ νομίσῃς ὅτι ἀπειλῆς τὸ λεχθὲν, ἐκεῖνος μαρτυρεῖ, ὅτι ἐγένετο. Τί οὖν; Ἄνθρωποι μὲν πρὸς τὴν ἀξίαν κολάζουσι τῶν ἁμαρτημάτων, ὁ δὲ Θεὸς καὶ ὑπὲρ τὴν ἀξίαν; Οὐκ ἔστιν· ἀλλὰ τί ἐστι; ∆ιπλᾶ ἥμαρτον, διπλᾶ καὶ ἀπολήψονται. Ἢ διπλᾶ λέγει, τῷ μὴ τῶν ἀγαθῶν ὑστερεῖσθαι μόνον, ἀλλὰ καὶ μυρία ὑποστῆναι δεινά. Ἐπεὶ καὶ ἡμῖν ἡ κόλασις γίνεται διπλῆ, τῆς βασιλείας ἡ ἔκπτωσις, καὶ τῆς γεέννης ἡ πεῖρα· τούτων γὰρ ἕκαστον αὐτὸ καθ' ἑαυτὸ μέγα καὶ ἀφόρητον δεινόν. Πρὸς σὲ ἔθνη. Οἱ μὲν Ἰουδαῖοι, εὐσεβεῖς πατέρας ἔχοντες, εἰς ἀσέβειαν ἔκλιναν, οὗτοι δὲ τοὐναντίον. Τοῦτό φησιν ὁ προφήτης, κατηγορῶν τούτων, καὶ δεικνὺς ὅσον ἔσται κέρδος ἐκ τῆς τιμωρίας αὐτῶν ἑτέροις, ἅμα καὶ κνίζων τοὺς Ἰουδαίους· Οἱ πλησίον ἀτιμάζουσί σε, οἱ δὲ μακρὰν ἥξουσι πρὸς σέ. Εἰ ποιήσει. Πῶς γὰρ τὸ ποιηθὲν Θεός;

ΚΕΦΑΛ. ΙΖʹ

Ἐπικατάρατος. Ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν Γραφῇ, ἐν σιδήρῳ, ἐν ὄνυχι ἀδαμαντίνῳ. Ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν. Ἵνα εἴπῃ, Ἀνεξάλειπτον ἔχουσι τὴν ἀσέβειαν, 64.916 ὥσπερ ἐν ἀδάμαντι καὶ ἐν σιδήρῳ ἐγκεκολαμμένην ἐπὶ τῆς ἑαυτῶν καρδίας. Τὸ δὲ, καὶ ἐν τοῖς κέρασι τῶν θυσιαστηρίων αὐτῶν, τὴν περὶ τὰ εἴδωλα σπουδὴν ἵνα δείξῃ. Τοῦτο ἡ εἰς ἀνθρώπους ἐλπὶς ποιεῖ· ἀπάγει τοῦ Θεοῦ. Ἢ οὐ τοῦτό φησιν, ἀλλ' οὕτως ἐλπίζων εἰς ἄνθρωπον, ὡς ἀποστῆναι τοῦ Θεοῦ. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς βούλεται, ὡς ἀεὶ ἡμᾶς ἐκκρέμασθαι αὐτοῦ. Καὶ διὰ τοῦτο πάντα ποιεῖ, οὐχ ἵνα τι καρπώσηται παρ' ἡμῶν, ἀλλ' ἵνα εὐεργετήσῃ ἡμᾶς· διὰ