1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

58

καὶ μέλι φάγεται. Τοῦτο δὲ οὐκ ἂν εἴη θεότητος, ἀλλὰ τῆς φύσεως τῆς ἡμετέρας. ∆ιὰ γάρ τοι τοῦτο οὐδὲ ἄνθρωπον ἁπλῶς πλάσας ἐνῴκησεν ἐν αὐτῷ, ἀλλὰ καὶ κυήσεως ἠνέσχετο καὶ ταύτης ἐννεαμηνιαίου καὶ ὠδίνων καὶ σπαργάνων καὶ τῆς ἐκ πρώτης ἡλικίας τροφῆς, ἵνα διὰ πάντων ἐμφράξῃ τὰ στόματα τῶν ἀρνεῖσθαι τὴν οἰκονομίαν ἐπιχειρούντων. Ταῦτα οὖν ἄνωθεν προορῶν ὁ προφήτης οὐχὶ τὰς ὠδῖνας λέγει καὶ τὸν θαυμαστὸν τόκον μόνον, ἀλλὰ καὶ τὴν ἐν πρώτῃ ἡλικίᾳ τροφήν, τὴν ἐν αὐτοῖς τοῖς σπαργάνοις, οὐδὲν τῶν λοιπῶν ἐξαλλάττουσαν ἀνθρώπων, οὐδέ τι ξένον κατὰ τοῦτο ἔχουσαν. Οὔτε γὰρ ἅπαντα ἐξηλλαγμένα ἦν αὐτῷ, οὔτε πάντα κοινά. Τὸ μὲν γὰρ ἐκ γυναικὸς τεχθῆναι κοινόν, τὸ δὲ ἀπὸ παρθένου μεῖζον ἢ καθ' ἡμᾶς. Τὸ δὲ τραφῆναι πάλιν τῷ κοινῷ τῆς φύσεως νόμῳ καὶ τὸ αὐτὸ τοῖς πολλοῖς κοινόν· τὸ δὲ ἄβατον γενέσθαι πονηρίᾳ τὸν ναὸν ἐκεῖνον, καὶ μηδὲ εἰς πεῖραν ἐλθεῖν πονηρίας, τοῦτο ξένον καὶ παράδοξον καὶ αὐτοῦ μόνου. ∆ιὸ δὴ κἀκεῖνο καὶ τοῦτο τέθεικεν. Οὐ γὰρ μετὰ τὴν πεῖραν τῆς κακίας ἀπέστη τῆς κακίας, φησίν, ἀλλὰ ἄνωθεν καὶ ἐκ προοιμίων αὐτῶν πᾶσαν ἀρετὴν ἐπεδείκνυτο. Ὃ καὶ αὐτὸς ἔλεγε· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καί, Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ ἔχει οὐδέν.

7.7 Καὶ αὐτὸς οὗτος προϊὼν ὁ προφήτης λέγει ὅτι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Τοῦτο δὴ καὶ ἐνταῦθά φησιν, ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἀπὸ τῆς ἡλικίας ἐκείνης τῆς ἀπειροκάκου, ἀπ' αὐτῶν τῶν προοιμίων τὴν ἀρετὴν ἐπιδείξεται καὶ οὐδὲν ἕξει πρὸς τὴν κακίαν κοινόν. ∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Πάλιν ταῖς αὐταῖς λέξεσι τὸ αὐτὸ νόημα αἰνίττεται καὶ ἐνδιατρίβει τῷ λόγῳ. Ἐπειδὴ γὰρ σφόδρα ἦν ὑψηλὸν τὸ εἰρημένον, τῇ συνεχείᾳ τῆς διηγήσεως αὐτὸ πιστοῦται. Ὅπερ γὰρ ἀνωτέρω ἐδήλωσεν εἰπών· Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, τοῦτο προϊὼν ᾐνίξατο εἰπών· Πρὶν ἢ γνῶναι τὸ παιδίον· καὶ ἐπεξηγήσει κέχρηται πάλιν λέγων· Ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Τούτου γὰρ αὐτοῦ μόνον ἦν τὸ ἐξαίρετον. ∆ιὸ καὶ ὁ Παῦλος αὐτὸ στρέφει συνεχῶς καὶ Ἰωάννης δὲ ἰδὼν αὐτόν, τοῦτο ἀνεκήρυξε λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὁ δὲ τὴν ἑτέρων αἴρων, πολλῷ μᾶλλον αὐτὸς ἀναμάρτητος ἦν. Καὶ ὁ Παῦλος, ὅπερ ἔφθην εἰπών, συνεχῶς αὐτὸ ἀναβοᾷ. Ἐπειδὴ γὰρ ἔμελλεν ἀποθνήσκειν, ἵνα μή τις νομίσῃ τῶν ἀπίστων, ὅτι οἰκείας ἁμαρτίας τίνει δίκην, συνεχῶς αὐτοῦ τὸ ἀναμάρτητον εἰς μέσον ἄγει, ἵνα τὸν θάνατον αὐτοῦ τῆς ἡμετέρας ἁμαρτίας λυτήριον ὄντα δείξῃ. ∆ιὸ καὶ ἔλεγε· Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει. Καὶ γὰρ ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν. Οὐδὲ ἐκεῖνον τὸν θάνατον, ὡς ὑπεύθυνος ὤν, φησί, κατὰ τὸν τῆς ἁμαρτίας λόγον ἀπέθανεν, ἀλλ' ὑπὲρ τῆς κοινῆς ἁπάντων πλημμελείας. Εἰ τοίνυν τῷ προτέρῳ κατὰ τοῦτο ὑπεύθυνος οὐκ ἦν, ἐκ περιουσίας ἀποδέδεικται, ὅτι οὐκέτι ἀποθανεῖται. Καὶ καταλειφθήσεται ἡ γῆ, ἢν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων. Ὅπερ συνεχῶς ὁ προφήτης ποιεῖ, τοῦτο καὶ ἐνταῦθα πεποίηκε. Μετὰ τὴν προφητείαν ἐπὶ τὴν ἱστορίαν ἐξάγει τὸν λόγον. Τοῦτο καὶ ἐπὶ τῶν Σεραφὶμ κατασκευάσαντα σαφῶς ἀπεδείξαμεν, ὃ καὶ ἐνταῦθα εἰργάσατο. Εἰπὼν γὰρ τὰ μέλλοντα ἔσεσθαι τῆς οἰκουμένης ἀγαθά, εἰς τὸν βασιλέα λοιπὸν τρέπει τὸν λόγον. ∆ιὸ καὶ ἐπήγαγε λέγων· Καὶ καταλειφθήσεται ἡ γῆ. Τί ἐστι <Τὸ> καταλειφθήσεται; Ἀνέπαφος ἔσται, ἐλευθέρα ἔσται, οὐδὲν πείσεται ἀηδές, τὰ τοῦ πολέμου οὐχ ὑποστήσεται. Καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ὑπὲρ ἧς δέδοικας, ὑπὲρ ἧς τρέμεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων, τοῦ τε ∆αμασκηνοῦ καὶ τοῦ Ἰσραηλίτου. Εἶτα, ἵνα μὴ τῇ τῶν ἀγαθῶν προφητείᾳ ῥᾳθυμότερος γένηται, μηδὲ ὑπὸ τῆς εἰρήνης χαυνότερος, ἐπισφίγγει πάλιν αὐτοῦ τὴν ψυχὴν λέγων· Ἀλλὰ ἐπάξει ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν, ἀφ' ἧς ἡμέρας ἀφεῖλεν