1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

58

ἵσταται αἵ τε παρὰ τοῖς σοφωτάτοις τῶν Ἑλλήνων μετενσωματώσεις δηλοῦσι καὶ οἱ λεγόμενοι τόποι ταῖς ψυχαῖς ἀποκεκληρῶσθαι πρὸς τὸν ἑκάστης βίον καὶ αἱ τιμωρίαι τῶν ψυχῶν ἃς τιμωροῦνται καθ' ἑαυτάς. ταῦτα γὰρ εἰ καὶ διαπίπτει κατά τι ἕτερον, ἀλλὰ τὸ τὴν ψυχὴν εἶναι μετὰ τὴν ζωὴν ταύτην καὶ δίκας ὑπέχειν τῶν πλημμελημάτων συνομολογεῖ. εἰ δὲ ἀκατάληπτος ἡμῖν ἐστιν τῆς τῶν κατὰ μέρος προνοίας ὁ λόγος, ὥσπερ οὖν ἐστι κατὰ τὸ ὡς ἀνεξερεύνητα τὰ κρίματά σου καὶ ἀνεξιχνίαστοι αἱ ὁδοί σου, ἀλλ' οὐ διὰ τοῦτο δεῖ λέγειν ὡς οὐκ ἔστι πρόνοια. οὐδὲ γὰρ ἐπειδὴ τὸ μέτρον τῆς θαλάσσης ἀγνοοῦμεν καὶ τὸν ἀριθμὸν τῆς ψάμμου φαίη τις ἂν μήτε θάλασσαν μήτε ψάμμον εἶναι· οὕτω γὰρ εἴποιεν ἂν μήτε ἄνθρωπον μήτε ἄλλο τι ζῷον εἶναι, ἐπειδὴ τὸν ἀριθμὸν τῶν τε ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων ἀγνοοῦσι. τὰ γὰρ ἄτομα ἄπειρα ἡμῖν· τὰ δὲ ἄπειρα ἡμῖν ἄγνωστα ἡμῖν. καὶ τὰ μὲν καθόλου λόγῳ πολλάκις γίνεται περιληπτά, τὰ δὲ κατὰ μέρος ἀδύνατον. οὔσης δὲ καθ' ἕκαστον ἄνθρωπον διττῆς διαφορᾶς, τῆς τε πρὸς ἕτερον ἄνθρωπον καὶ τῆς πρὸς ἑαυτόν (πολλὴ γὰρ καὶ πρὸς ἑαυτὸν ἑκάστου καθ' ἑκάστην ἡμέραν ἐναλλαγὴ καὶ διαφορὰ ἔν τε τοῖς βίοις καὶ τοῖς ἐπιτηδεύμασιν καὶ χρείαις καὶ ἐπιθυμίαις καὶ τοῖς ἐπισυμβαίνουσιν· ἀγχίστροφον γὰρ τοῦτο τὸ ζῷον, ταῖς χρείαις καὶ τοῖς καιροῖς ὀξέως συμμεταβαλλόμενον), ἀνάγκη καὶ τὴν ἁρμόζουσαν ἑκάστῳ πρόνοιαν διάφορόν τε καὶ ποικίλην καὶ πολυσχιδῆ καὶ σύνδρομον τῇ τῶν πεπληθυσμένων ἀκαταληψίᾳ συνεκτείνεσθαι, εἴ γε δεῖ πρόσφορον ἑκάστῳ καθ' ἕκαστον πρᾶγμα καὶ οἰκείαν ὑπάρχειν αὐτήν· ἄπειρος δὲ τῶν κατὰ μέρος ἡ διαφορά, ἄπειρος ἄρα καὶ τῆς ἁρμοζούσης αὐτοῖς προνοίας ὁ λόγος· εἰ δὲ ἄπειρος καὶ ἄγνωστος ἡμῖν. οὐ δεῖ τοίνυν τὴν οἰκείαν ἄγνοιαν ἀναίρεσιν ποιεῖσθαι τῆς τῶν ὄντων κηδεμονίας. ἃ γὰρ σὺ νομίζεις μὴ καλῶς, ταῦτα κατὰ λόγον μὲν τῷ δημιουργῷ γίνεται· σὺ δὲ ἀγνοῶν τὰς αἰτίας οὐχὶ κατὰ λόγον φῂς γίνεσθαι. ὅπερ γὰρ κἀπὶ τῶν ἄλλων τῶν ἀγνώστων πάσχομεν, τοῦτο κἀπὶ τῶν ἔργων τῆς προνοίας· ἐξ εἰκασίας τινὸς καὶ ταύτης ἀμυδρᾶς συννοοῦμεν τὰ κατ' αὐτήν, εἴδωλά τινα καὶ σκιὰς τῶν ἔργων αὐτῆς ἐκ τῶν γινομένων κατὰ στοχασμὸν λαμβάνοντες. φαμὲν οὖν τινα γίνεσθαι κατὰ συγχώρησιν τοῦ θεοῦ· τῆς δὲ συγχωρήσεως εἴδη πολλά. συγχωρεῖ γὰρ πολλάκις καὶ τὸν δίκαιον περιπεσεῖν συμφοραῖς ἵνα τὴν ἐν αὐτῷ λανθάνουσαν ἀρετὴν ἀναδείξῃ τοῖς ἄλλοις, ὡς ἐπὶ τοῦ Ἰώβ. ἄλλοτε συγχωρεῖ τῶν ἀτόπων τι πραχθῆναι ἵνα διὰ τῆς πράξεως τῆς δοκούσης ἀτόπου μέγα τι καὶ θαυμαστὸν κατορθώσῃ, ὡς διὰ τοῦ σταυροῦ τὴν σωτηρίαν τῶν ἀνθρώπων. κατ' ἄλλον τρόπον συγχωρεῖ καὶ τὸν ὅσιον πάσχειν κακῶς ἵνα μὴ ἐκ τοῦ ὀρθοῦ συνειδότος καὶ τῆς δοθείσης αὐτῷ δυνάμεως εἰς ἀλαζονείαν ἐκπέσῃ, ὡς ἐπὶ τοῦ Παύλου. ἐγκαταλείπεταί τις πρὸς καιρὸν εἰς διόρθωσιν ἄλλου, ἵνα τὸ κατ' αὐτὸν σκοποῦντες οἱ ἄλλοι παιδεύωνται, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλου σίου· φυσικῶς γὰρ ὁρῶντές τινας πάσχοντας συστελλόμεθα, ὡς εἴρηται καλῶς καὶ Μενάνδρῳ τὸ φοβούμενοι τὸ θεῖον ἐπὶ τοῦ σοῦ πάθους. ἐγκαταλείπεταί τις καὶ εἰς ἄλλου δόξαν, οὐ δι' οἰκείας ἢ γονέων ἁμαρτίας, ὡς ὁ ἐκ γενετῆς τυφλὸς εἰς δόξαν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. πάλιν συγχωρεῖταί τις παθεῖν εἰς ἄλλου ζῆλον ἵνα τῆς δόξης τοῦ παθόντος μεγαλυνθείσης ἄοκνον τὸ πάθος τοῖς ἄλλοις γένηται, ἐλπίδι τῆς μελλούσης δόξης καὶ ἐπιθυμίᾳ τῶν προσδοκωμένων ἀγαθῶν, ὡς ἐπὶ τῶν μαρτύρων καὶ τῶν ἑαυτοὺς ἐπιδεδωκότων ὑπὲρ πατρίδος ἢ γένους ἢ δεσποτῶν. εἰ δέ τῳ δοκοίη παράλογον εἶναι τὸ τὸν ὅσιον εἰς ἄλλου διόρθωσιν πάσχειν κακῶς, γινωσκέτω ὡς οὗτος ὁ βίος ἀγών ἐστι καὶ στάδιον ἀρετῆς. ὅσῳ τοίνυν μείζους οἱ πόνοι, τοσούτῳ μείζους οἱ στέφανοι· πρὸς γὰρ τὸ μέτρον τῆς ὑπομονῆς ἡ τῶν ἄθλων ἀντίδοσις. διὰ τοῦτο Παῦλος ἐν μυρίαις συνεχωρήθη γενέσθαι θλίψεσιν, ἵνα μείζονα καὶ τέλειον ἀπενέγκηται τῆς νίκης τὸν στέφανον. πάντα οὖν καλῶς καὶ δεόντως γίνεται τῆς προνοίας τὰ ἔργα. ὅτι δὲ καλῶς καὶ δεόντως καὶ ὡς μόνως ἐπιδέχεται διοικεῖ θεὸς τὰ πάντα, δύο τούτοις σκοποῖς τις