59
τοῦτο καὶ οὕτως ἡμᾶς ἐνδεεῖς ἐν ἅπασιν ἐποίησεν. Εἰπὲ, τί τὸ τέλος; Καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἐν τῇ ἐρήμῳ. Αἰνίττεται δὲ ἐνταῦθα τὸν Σεδὲκ, προσφυγόντα τῷ Φαραὼ κατὰ τοῦ Βαβυλωνίου. Ἄκαρπον τοῦτο τὸ δένδρον, καὶ ἐν ἐρήμοις ἀεὶ διαιτώμενον, οὐκ ἀγόμενον εἰς ἐργασίαν τινὰ, οὐδὲ κομῶν τοῖς καρποῖς. - *Ἀσθενὲς τὸ ξύλον τοῦτο. *Καὶ κατασκηνώσει ἐν ἁλίμοις, ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ, ἥτις οὐ κατοικεῖται. Τουτέστιν, οὐδενὸς ἀπολαύσει ἀγαθοῦ· ἀλλ' ἄγονος ἔσται, καὶ ἡ γῆ ἁλμυρὰ, ἥτις οὐ κατοικεῖται πρὸς καρπογονίαν. Καὶ εὐλογημένος. Οὕτω καὶ ὁ ∆αβίδ φησιν· Ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Οὐ φοβηθήσεται, πάσης ἀνωμαλίας ἐκτός ἐστι. Τοῦτο ὁ Χριστὸς διὰ τῆς προφητείας ἐμφανῶς Forte ἐμφανὲς πεποίηκε. Τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατησχύνθη; Εἰ δὲ ἐλπὶς τοσοῦτον ἰσχύει, καὶ ταῦτα μὴ ἔχουσα κάματον, τίνος ἕνεκεν οὐκ ἀεὶ πρὸς αὐτὸν τὴν σωτηρίαν ἐπιῤῥίπτομεν, οὖ τῇ ἐλπίδι ἐσώθημεν. *Βαθεῖαν καρδίαν παρὰ πάντων, καὶ ἄνθρωπος, καὶ τίς γνώσεται αὐτόν; Ἐγὼ Κύριος ὁ Θεός. Πρὸς τοὺς λεληθότως ἀσεβοῦντας, καὶ λανθάνειν οἰομένους ὁ λόγος. Περὶ τῶν βουλευμάτων αὐτῶν λέγει, ὅτι καὶ λανθάνοντας οἶδεν ὁ Θεός. Οὐδὲν οὕτως ἄδηλον, ὡς ἀνθρώπου καρδία. ∆ιὰ τοῦτο ἕτερός φησι· Καρδία βαθεῖα κεκρυμμένη ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Ἴσως νομίζετε λανθάνειν, φησίν. Οὐκ ἔστι τοῦτο· οἶδα τὰ καθ' ὑμᾶς ἅπαντα. *Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως. Πρὸς τοὺς πλεονεκτοῦντας ὁ λόγος. Τινὲς δὲ οὕτως ἡρμήνευσαν· Ἔθος, φησὶ, τοὺς πέρδικας μετὰ τὸ ἀποτεχθῆναι τῶν ὠῶν, τοὺς νεοττοὺς τῇ φωνῇ προσκαλεῖσθαι, καὶ γυμνοῦν τὴν τεκοῦσαν. Οὕτω, φησὶ, καὶ οὗτοι τὸν ἀλλότριον πόνον συνάγουσι, περὶ οὗ οὐκ ἐπόνησαν. *Ἐν ἡμίσει ἡμερῶν αὐτοῦ καταλείψουσιν αὐτόν. Τουτέστιν, οὐκ ἀπολαύσει ἀλλοτρίων. *Καὶ ἐπ' ἐσχάτων αὐτοῦ ἔσται ἄφρων. 64.917 Τουτέστιν, εἴσεται τὸ μάταιον τῆς σπουδῆς τελευτῶν, καὶ ἀλλοτρίοις τὸν πλοῦτον καταλιμπάνων. Τινὲς δὲ αὐτὸ οὕτως ἡρμήνευσαν ἐκ τοῦ Ἑβραϊκοῦ· Πέρδιξ θάλπει, καὶ οὐ γεννᾷ· ὡς ἂν εἰωθότος ὑποκλέπτειν τῆς θηλείας τὰ ὠὰ, εἶτα θερμάνας καὶ ἀποτεκὼν, ἀγαγὼν ἐφ' ὕδωρ, καὶ ποτίσας ἀναιρεῖ. Ἵνα τοίνυν εἴπῃ, ὅτι οὕτως εἰς μάτην ὁ πλεονέκτης τὸν πλοῦτον συνάγει. Ἐν ἡμίσει ἡμερῶν αὐτοῦ καταλείψουσιν αὐτόν. Τὸ Ἑβραϊκὸν, φησὶν, οὕτως ἔχει· Ἐν ἡμίσει ἡμερῶν τούτων καταλείψει αὐτὸν, τουτέστι, τὸν πλοῦτον. *Καὶ ἐπ' ἐσχάτων αὐτοῦ ἔσται ἄφρων. Ὁ Ἑβραῖός φησι· Καὶ τὸ τέλος αὐτοῦ ἔσται πένθιμον. Ἀμείνονα δὲ νομίζω καὶ σαφεστέραν τὴν προτέραν ἔννοιαν. Περὶ τοῦ Αἰγυπτίου φησὶν, ἅμα καὶ τὸ ἀσυνείδητον αὐτοῦ λέγων· καὶ τὸ, ἐγκαταλείψουσι, τοῦτ' ἔστιν, Αἰχμάλωτοι ἀπαχθήσονται. Ὤδινεν αὐτοὺς ὁ Θεός· ἐκεῖνος καλέσας ἠκούσθη μόνον· Ἐπ' ἐσχάτων τῶν ἡμερῶν αὐτοῦ ἔσται ἄφρων. Τοῦτ' ἔστιν ἐλεγχθήσεται οὐχὶ τὰ οἰκεῖα συλλέγων, ἀλλὰ τὰ ἀλλότρια. Τί γὰρ ἂν γένοιτο ἀνοητότερον τοῦ μέγα φρονοῦντος ἐπὶ τοῖς οὐχ ἑαυτοῦ; Θρόνος δόξης. Περὶ τῆς τοῦ Θεοῦ λέγει βασιλείας, ὅτι ἀνάλωτός ἐστι καὶ ἀχείρωτος, καὶ μένει ἐφ' ἑαυτῆς, κἂν μηδεὶς ᾖ. Ἁγίασμα. Οὐχὶ ναὸς, οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν, ἀλλὰ Θεὸς μόνος. Καταισχυνθήτωσαν. Οὐ γὰρ ἔχουσιν ἀσφάλειαν. Ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς. Συνεχῶς τοῦτο αὐτὸ καλεῖ τὸν Θεὸν ὁ προφήτης οὗτος. Τίνος ἕνεκεν; Ὅτι πάντα παρ' αὐτοῦ τὰ ζωὴν ποιοῦντα, ἣν καὶ οὐθὲν Fort. ᾧ καὶ οὐδὲν ἐνέλιπεν. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι. Τοῦτο ἐπ' ἀνθρώπου εἰπεῖν οὐκ ἔνι· πολλάκις θεραπεύει, ἀλλ' οὐκ ἰᾶται ὁ κάμνων. Οὐκ ἔστι διαπεσεῖν τὴν ἐλπίδα τὴν εἰς σέ. Καὶ τί ἔκαμνες, φησὶν, ὦ οὗτος; ἴασαι ψυχὴν ἀῤῥωστοῦσαν· εἰκὸς γὰρ ἀπὸ τῶν ὀνειδισμῶν θορυβεῖσθαι αὐτόν. Σῶσόν με καὶ σωθήσομαι. Θεῷ μόνῳ τοῦτο ἔστιν εἰπεῖν. Ὠριγένους in al. Τοῦ Χρυσοστόμου. Τί δήποτε τοῦτ' ἔστιν; Ἐπειδὴ συνεχῶς ἀπειλεῖ τὰ δεινὰ, αὐτοὶ δὲ διηπίστουν τοῖς λεγομένοις