1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

59

κατὰ τὸν ἑαυτῶν βίον καλῶς διάθωνται, μηδὲν αὐτοῖς ἔτι λείπειν πρὸς σωτηρίαν ἡγοῦνται. Οὐ μὴν ὀρθῶς οἴονται. Καὶ τοῦτο δείκνυσι μὲν καὶ ὁ τὸ τάλαντον κατορύξας τὸ ἕν· οὐ γὰρ δὴ μειώσας αὐτὸ προσήνεγκεν, ἀλλ' ὁλόκληρον, καὶ τοιοῦτον, οἶον ὁ παρακαταθέμενος ἔδωκεν. ∆είκνυσι δὲ καὶ ἐνταῦθα ὁ μακάριος Παῦλος οὕτω λέγων· Εἰ δέ τις τῶν ἰδίων οὐ προνοεῖ. Πρόνοιαν πᾶσαν λέγει, τὴν κατὰ ψυχὴν, τὴν κατὰ σῶμα· ἐπεὶ καὶ αὕτη πρόνοιά ἐστιν. Ὁ δὲ τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων, τουτέστι, τῶν πρὸς γένος διαφερόντων μὴ προνοῶν, ἀπίστου, φησὶν, ἐστὶ χείρων. Ὃ λέγει καὶ Ἡσαΐας ὁ τῶν προφητῶν κορυφαῖος· Τοὺς οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Εἰ γάρ τις τοὺς γένει προσήκοντας καὶ ἡνωμένους ὑπὸ ἀγχιστείας περιίδοι, πῶς ἔσται περὶ τοὺς ἄλλους φιλόστοργος; οὐχὶ κενοδοξίαν τὸ πρᾶγμα πάντες ἐροῦσιν, ὅταν τοὺς ἀλλοτρίους εὖ ποιῶν, τῶν αὑτοῦ καταφρονῇ καὶ μὴ φείδηται; τί δὲ, ὅταν ἄλλους κατηχῶν, τούτους ἐν πλάνῃ περιορᾷ, καίτοι πλείονα ἔχων εὐκολίαν καὶ μεῖζον δικαίωμα ἐν τῷ εὖ ποιεῖν; Σφόδρα γε· οὐ γὰρ ἐροῦσι, Φιλόστοργοι οἱ Χριστιανοὶ οἱ τοὺς ἑαυτῶν περιορῶντες; Καὶ ἔστι, φησὶν, ἀπίστου χείρων. ∆ιὰ τί; Ὅτι ἐκεῖνος, εἰ καὶ μὴ τοὺς ἀλλοτρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ τὸν τοῦ Θεοῦ νόμον, καὶ τὸν τῆς φύσεως ἀδικεῖ ὁ τῶν ἰδίων καταμελῶν. Εἰ δὲ ὁ μὴ προνοῶν τῶν οἰκείων τὴν πίστιν ἤρνηται, καὶ ἀπίστου χείρων ἐστὶν, ὁ καὶ ἀδικῶν τοὺς οἰκείους, ποῦ τετάξεται; μετὰ τίνος στήσεται; Πῶς δὲ τὴν πίστιν ἤρνηται; Θεὸν, φησὶν, ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Τί δὲ ἐπέταξεν ὁ πιστευθεὶς Θεός; Τοὺς οἰκείους τοῦ σπέρματος μὴ ὑπερορᾷν. Πῶς δὲ πιστεύει ἀρνησίθεος ὁ τοιοῦτος γεγονώς; Ἐννοήσωμεν ὅσοι χρημάτων φειδόμενοι τῶν οἰκείων καταφρονοῦμεν· ὁ Θεὸς διὰ τοῦτο καὶ τὴν ἀπὸ τῆς συγγενείας ἐπενόησεν ἕνωσιν, ἵνα πολλὰς ἔχωμεν ὑποθέσεις τοῦ ἀλλήλους εὖ ποιεῖν. Ὅταν τοίνυν, ὅπερ ὁ ἄπιστος ποιεῖ, σὺ μὴ ποιῇς, οὐχὶ ἤρνησαι τὴν πίστιν; Ἄρα οὐ τοῦτο πίστεως, τὸ ὁμολογίᾳ μόνον πιστεύειν. ἀλλὰ καὶ τὸ ἔργα ἐπιδείκνυσθαι ἄξια. Καὶ καθ' ἕκαστον ἔστι πιστεύειν, καὶ μὴ πιστεύειν. Ἐπειδὴ γὰρ περὶ τρυφῆς διελέχθη καὶ σπατάλης, Οὐ κατὰ τοῦτο μόνον, φησὶν, ἀπόλωλε, καθὸ τρυφᾷ ἀλλ' ὅτι καὶ 62.572 τοὺς οἰκείους ἀναγκάζεται περιορᾷν. Εἰκότως τοῦτό φησιν· ἡ γὰρ τῇ γαστρὶ ζῶσα, καὶ κατὰ τοῦτο ἀπόλωλε, τὴν πίστιν ἀρνουμένη. Πῶς δέ ἐστιν ἀπίστου χείρων; Ὅτι οὐκ ἴσον τὸν οἰκεῖον περιορᾷν, καὶ τὸν πόῤῥω· πῶς γάρ; ἀλλὰ μεῖζον ἐνταῦθα τὸ ἔγκλημα, τὸν γνώριμον ἢ τὸν ἀγνῶτα, τὸν φίλον ἢ τὸν οὐ φίλον περιορᾷν. Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνὴ, ἐν ἔργοις καλοῖς μαρτυρουμένη. Εἶπε, Μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· εἶπεν, Ἡ σπαταλῶσα ζῶσα τέθνηκεν· εἶπεν, ὅτι Τῶν οἰκείων εἰ μὴ προνοεῖ, ἀπίστου χείρων ἐστίν· εἶπεν ἅπερ μὴ ἔχουσα ἀνάξιός ἐστι τοῦ καταλόγου τῶν χηρῶν· λέγει ἐνταῦθα τί δεῖ ἔχειν λοιπόν. Τί οὖν; ἀπὸ τῶν χρόνων αὐτὴν ἐγκρινοῦμεν; καὶ ποῖον τοῦτο κατόρθωμα; οὐ γὰρ αὐτῆς ἐστι τὸ ἑξήκοντα γεγονέναι ἐτῶν. Οὐκ ἀπὸ τῆς ἡλικίας, φησὶ, μόνον, ὡς ἂν εἰ καὶ ἐκείνην παρέλθοι τὴν ἡλικίαν, φησὶ, μὴ ἔχουσα τὰ ἔργα, μηδὲ τότε καταλεγέσθω. Τί δήποτε δὲ ὑπὲρ τῆς ἡλικίας ἀκριβολογεῖται, τὴν αἰτίαν ὕστερον τίθησιν, οὐ παρ' ἑαυτοῦ, ἀλλὰ παρ' αὐτῶν εἰσενηνεγμένην τῶν χηρῶν. Τέως δὲ τῶν ἑξῆς ἀκούσωμεν· Ἐν ἔργοις, φησὶ, καλοῖς μαρτυρουμένη. Ποίοις ἔργοις; Εἰ ἐτεκνοτρόφησεν. Οὐ μικρὸν ὄντως τὸ ἔργον τοῦτο, τὸ παιδοτροφεῖν. Τὸ παιδοτροφεῖν δὲ οὐ τοῦτό ἐστιν ἁπλῶς τὸ τρέφειν μόνον τοὺς παῖδας, ἀλλὰ καὶ τὸ τρέφειν ὡς δεῖ, καθάπερ ἄνω φησίν· Ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ. Ὁρᾷς πῶς πανταχοῦ τῶν οἰκείων τὰς εὐεργεσίας τῶν ἀλλοτρίων προτίθησι; Πρῶτον γάρ φησιν, Εἰ ἐτεκνοτρόφησε, καὶ τότε, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ