1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

59

χρώμενος τοῖς παρὰ πᾶσιν ὁμολογουμένοις ὀρθότατ' ἂν σκοπήσειεν· ἀγαθός ἐστι καὶ μόνος σοφός. οὐκοῦν διὰ μὲν τὸ ἀγαθὸς εἶναι προνοητὴς εἰκότως ἐστί· διὰ δὲ τὸ σοφὸς εἶναι σοφῶς καὶ ἄριστα τῶν ὄντων ἐπιμελεῖται. εἰ μὲν γὰρ οὐ προνοεῖ, οὐκ ἀγαθός· εἰ δὲ μὴ καλῶς, οὐ σοφός. δεῖ τοίνυν τούτοις προσέχοντα τοῖς σκοποῖς μηδενὸς καταγινώσκειν τῶν τῆς προνοίας ἔργων, μηδὲ βλασφημεῖν· ἀνεξετάστως δὲ πάντα ἀποδέχεσθαι, πάντα θαυμάζειν, πάντα πεποιῆσθαι καλῶς καὶ δεόντως γίνεσθαι, κἂν φαίνηται τοῖς πολλοῖς ἄδικα, ἵνα μὴ πρὸς τῇ βλασφημίᾳ πολὺν καὶ τῆς ἀμαθίας ἑαυτῶν καταχέωμεν ψόγον. ὅταν δὲ λέγωμεν πάντα καλῶς γίνεσθαι δῆλον ὡς οὐ περὶ τῆς κακίας τῶν ἀνθρώπων οὐδὲ τῶν ἐφ' ἡμῖν ἔργων καὶ παρ' ἡμῶν γινομένων τὸν λόγον ποιούμεθα· ἀλλὰ περὶ τῶν τῆς προνοίας, τῶν οὐκ ἐφ' ἡμῖν ὄντων. πῶς οὖν ἄνδρες ὅσιοι πικροῖς περιπίπτουσι θανάτοις καὶ σφαγαῖς ἀναιτίοις; εἰ μὲν γὰρ ἀδίκως, διὰ τί μὴ ἐκώλυσεν ἡ δικαία πρόνοια τὸν φόνον; εἰ δὲ δικαίως, ἀναίτιοι πάντως οἱ φονεύσαντες. πρὸς ταῦτα ἐροῦμεν ὅτι καὶ ὁ φονεύων ἀδίκως φονεύει καὶ ὁ φονευόμενος ἢ δικαίως φονεύεται ἢ συμφερόντως· δικαίως μὲν ἔσθ' ὅτε διὰ πράξεις ἀτό πους ἡμῖν δὲ ἀδήλους· συμφερόντως δὲ προκαταλαμβανούσης τῆς προνοίας τὰς μελλούσας ἔσεσθαι παρ' αὐτοῦ κακουργίας καὶ ὅτι καλὸν αὐτῷ μέχρι τούτου στῆναι τὴν ζωήν, ὡς Σωκράτει καὶ τοῖς ἁγίοις. ὁ δὲ φονεύσας ἀδίκως ἐφόνευσεν· οὐ γὰρ διὰ τοῦτο οὐδὲ ἐξὸν αὐτῷ, ἀλλὰ διὰ κέρδος καὶ λῃστείαν ἑκουσίως. ἐφ' ἡμῖν γὰρ ἡ πρᾶξις· τὸ δὲ πάθος οὐκ ἐφ' ἡμῖν, οἷον τὸ φονευθῆναι. θάνατος δὲ οὐδεὶς κακὸς εἰ μὴ ὁ δι' ἁμαρτίαν, ὡς δῆλον ἐκ τοῦ θανάτου τῶν ὁσίων ἀνδρῶν. ὁ δὲ ἁμαρτωλὸς κἂν ἐν τῷ σκίμποδι κἂν αἰφνίδιον ἀπόνως τελευτήσῃ, κακῶς ἀπέθανεν, κακὸν ἐντά φιον ἐπαγόμενος τὴν ἁμαρτίαν. ὁ μέντοι φονεύσας κακῶς ἐφόνευσεν· ἐπὶ μὲν γὰρ τῶν δικαίως φονευομένων εἰς τὴν τῶν δημίων ἑαυτὸν κατέταξε μοῖραν, ἐπὶ δὲ τῶν συμφερόντως εἰς τὴν τῶν μιαιφόνων καὶ ἐναγῶν. τὰ αὐτὰ καὶ ἐπὶ πολεμίων φονευόντων καὶ αἰχμαλωτιζόντων καὶ πᾶσαν κακίαν ἐργαζομένων κατὰ τῶν αἰχμαλώτων. τὰ αὐτὰ καὶ ἐπὶ τῶν πλεονεκτούντων καὶ ἁρμαζόντων χρήματα· καὶ γὰρ τοῖς ἀφαιρουμένοις ὡς εἰκὸς συμφέρει μὴ κεκτῆσθαι, καὶ οἱ πλεονεκτήσαντες ἄδικοι, διὰ γὰρ πλεονεξίαν, οὐχὶ διὰ τὸ συμφέρειν ἐκείνοις ἀφείλοντο.